← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§398.15-399.19

搜寻构成事物本质的要素与确立定义

菲洛波庞论述了如何将构成定义的要素作为“在‘是什么’中被述说者”进行搜寻与限定,阐明了如何组合那些外延宽于被定义项却不超过其属的谓项以使其与被定义项等延,并通过第一格三段论说明了这些要素的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.131

" Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστιν." Ἀντὶ τοῦ εἰπεῖν ‘ὁρισμούς’ εἶπε τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα·1 καὶ γὰρ καὶ ὁ ὁρισμὸς ἐν τῷ τί ἐστι κατηγορεῖται τοῦ ὁριστοῦ.

“而应当如何猎取‘是什么’之中的诸要素。” 他用“在‘是什么’中被述说的诸要素”代替了说“定义”;因为定义本身也是在被定义项的“是什么”中被述说的。

§2.132

"〈Τῶν δὴ ὑπαρχόντων ἀεὶ ἑκάστῳ ἔνια ἐπεκτείνει.〉 "Τινὰ κατηγοροῦνται τοῦ ὁριστοῦ μὴ ὑπερβαίνοντα καὶ ἐπὶ πλέον ὄντα τοῦ γένους ὑφ’ ὃ τὸ ὁριστὸν ἀνάγεται. οἷον ἔστω ὁριστὸν ἡ τριάς, καὶ κατηγορείσθω κατ’ αὐτῆς τὸ ὂν ἐν τῷ τί ἐστι. τὸ οὖν ὂν τοῦτο ὑπερβαίνει τὸν ἀριθμόν, τὸ γένος τῆς τριάδος· οὐ γὰρ μόνον τὸ ὂν κατηγορεῖται τῆς τριάδος καὶ τετράδος καὶ τῶν ἄλλων ἀριθμῶν ἀλλὰ καὶ νοῦ καὶ ψυχῆς καὶ ἀνθρώπου, ἃ ἀριθμοὶ οὐκ εἰσί. κατηγορεῖται τῆς τριάδος ἐν τῷ τί ἐστι καὶ τὸ περιττόν, ὅπερ οὐκ ἐπὶ πλέον θεωρεῖται τοῦ ἀριθμοῦ ἀλλὰ κατηγορεῖται τῶν ἐντὸς ὄντων τοῦ ἀριθμοῦ, οἷον τριάδος, πεντάδος, ἑπτάδος. εἰ γοῦν πρόκειταί τι ὁριστὸν καὶ μέλλεις εὑρεῖν τὸν ὁρισμὸν αὐτοῦ, δεῖ σε λαμβάνειν τινὰ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ ὁριστοῦ ἀεί, ἤγουν ἐξ ἀνάγκης, μὴ μέντοι γε δὲ ἔξω τοῦ γένους καὶ ἐπὶ πλέον αὐτοῦ θεωρούμενα, ὑφ’ ὃ τὸ ὁριστὸν ἀνάγεται. λέγω δὲ ἐπὶ πλέον τοῦ γένους εἶναι καὶ ὑπερβαίνειν τὴν τούτου περιοχὴν ὅσα ἑκάστῳ μὲν ὁριστῷ καθόλου ὑπάρχουσιν,2 ἤγουν ἐξ ἀνάγκης, οὐ μέντοι γε δὲ ἐκείνῳ μόνῳ εἰσὶν ἀλλὰ καὶ ἄλλοις. τὰ δὴ τοιαῦτα, τὰ ἐπὶ πλέον μὲν ὄντα τοῦ ὁριστοῦ μὴ ὑπερβαίνοντα δὲ τὸ γένος αὐτοῦ καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα, ληπτέον τοσαῦτα πρῶτα, μέχρις οὗ ἐξισωθῇ τὸ σύνθημα τῶν μερῶν πάντων τῷ ὁριστῷ. ἕκαστον μὲν γὰρ μέρος τοῦ ὁρισμοῦ ἐπὶ πλέον ἐστὶ τοῦ ὁριστοῦ, ὁμοῦ δὲ πάντα ἑνωθέντα μόνον παριστῶσι τὸ ὁριστὸν καὶ οὐκ ἐπὶ πλέον αὐτοῦ θεωροῦνται. ταύτην μὲν γὰρ τὴν σύνθεσιν τῶν μερῶν τοῦ ὁρισμοῦ τὴν ἐν τῷ τί ἐστι κατηγορουμένην τοῦ ὁριστοῦ ἀνάγκη οὐσίαν εἶναι καὶ ὁρισμὸν τοῦ ὁριστοῦ πράγματος3 ὡς ἐξισάζουσαν αὐτῷ καὶ ἀντιστρέφουσαν.

“〈在始终属于每一事物的诸要素中,有些延伸得更宽。〉”某些要素被述说于被定义项,既不超过也不宽于被定义项所归属的属。例如,设被定义项为三,并且“存在”在“是什么”中被述说于它。那么这个“存在”就超过了数,即三的属;因为“存在”不仅被述说于三、四以及其他数,而且也被述说于理智、灵魂和人,而这些并不是数。“奇数”也在“是什么”中被述说于三,这并不被观察为宽于数,而是被述说于数之内的诸物,例如三、五、七。因此,如果提出了某个被定义项而你打算寻求其定义,你就必须在始终即必然在被定义项的“是什么”中被述说的诸要素中取得一些,然而并不被观察在属之外或宽于它——被定义项即被归属在该属之下。我所说的“宽于属并超出其范围”,是指那些全称地即必然地属于各个被定义项,然而不仅属于那一个而且也属于其他事物的诸要素。因此,诸如此类——即宽于被定义项却不超过其属且在“是什么”中被述说的要素——必须首先取得如此之多,直到所有部分的组合与被定义项相等为止。因为定义的每一个部分都宽于被定义项,但当所有部分结合在一起时,它们仅仅表示被定义项,而不被观察为宽于它。因为在被定义项的“是什么”中被述说的定义诸部分的这种复合,由于与被定义项相等并且可换位,必然是被定义之物的实体和定义。

§2.133

"Καὶ ὡδὶ πρῶτος." Ἤγουν κατὰ ἀμφότερα πρῶτος, ὡς μήτε ἐξ ἀριθμῶν συγκείμενος μήτε ἐξ ἀριθμοῦ μετρούμενος. Τὸ δὲ τελευταῖον τὸ κατ’ ἀμφότερα πρῶτον.

“且按这种方式是第一的。” 也就是在两个方面都是第一的,作为既不是由数组成,也不是由数来量度的。而最后的一项就是在两个方面都是第一的。

§2.134

"Ἐπεὶ δὲ δεδήλωται ἡμῖν." Ἔδειξεν, ὡς εἰ λάβοι τις πάντα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα τοῦ ὁριστοῦ καὶ συνθήσει ταῦτα ὡς ἐξισασθῆναι τῷ ὁριστῷ, ἀπαρτίσει τὸν ὁρισμόν. ὅτι δὲ τὰ ἐν τῷ τί ἐστι ληφθέντα εἰς ἀπάρτισιν τοῦ ὁρισμοῦ ἐξ ἀνάγκης ὑπάρχουσι τῷ ὁριστῷ, οὕτως ἔδειξε. μέλλει δὲ δεῖξαι συλλογιζόμενος ἐν πρώτῳ σχήματι οὕτως· τὰ ἐν τῷ τί ἐστι πάντα καθόλου κατηγορεῖται οὗ κατηγορεῖται·4 τὰ δὲ καθόλου κατηγορούμενα ἀναγκαῖα· τὰ ἐν τῷ τί ἐστιν ἄρα πάντα ἀναγκαῖα.

“而既然已经向我们表明。” 他表明,如果有人取得所有在被定义项的“是什么”中被述说的要素,并将这些要素复合以至与被定义项相等,他就会完成定义。而对于为完成定义而在“是什么”中所取得的要素必然属于被定义项这一点,他是这样表明的。而且他打算在第一格中通过推论来证明如下:“所有在‘是什么’中的要素,都对它们所被述说的事物全称地被述说;全称地被述说的要素是必然的;因此,所有在‘是什么’中的要素都是必然的。”

语法注4 条
  1. 2.131Ἀντὶ τοῦ εἰπεῖν ‘ὁρισμούς’ εἶπε τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα

    ἀντὶ τοῦ εἰπεῖν 是介词 ἀντί 支配带冠词的不定式属格,意为“代替说……”。所引用的词 ‘ὁρισμούς’ 作 εἰπεῖν 的直接宾语,而主句动词 εἶπε 的宾语则是实质化的中性复数分词短语 τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα。

  2. 2.132λέγω δὲ ἐπὶ πλέον τοῦ γένους εἶναι καὶ ὑπερβαίνειν τὴν τούτου περιοχὴν ὅσα ἑκάστῳ μὲν ὁριστῷ καθόλου ὑπάρχουσιν

    λέγω 用于引出解释或定义,支配带宾格的不定式结构。不定式 εἶναι 和 ὑπερβαίνειν 的逻辑主语是由 ὅσα 引导的名词性关系从句(ὅσα ... ὑπάρχουσιν),而表语短语(ἐπὶ πλέον τοῦ γένους εἶναι...)被置于句首。其核心骨架为:“我说凡是……的要素乃是宽于属的”。

  3. 2.132ταύτην μὲν γὰρ τὴν σύνθεσιν τῶν μερῶν τοῦ ὁρισμοῦ τὴν ἐν τῷ τί ἐστι κατηγορουμένην τοῦ ὁριστοῦ ἀνάγκη οὐσίαν εἶναι καὶ ὁρισμὸν τοῦ ὁριστοῦ πράγματος

    非人称表达 ἀνάγκη [ἐστί] 支配带宾格主语(ταύτην ... τὴν σύνθεσιν)和宾格表语(οὐσίαν καὶ ὁρισμόν)的不定式 εἶναι。分词短语 τὴν ... κατηγορουμένην 修饰 τὴν σύνθεσιν,句末带 ὡς 的分词短语(ὡς ἐξισάζουσαν αὐτῷ καὶ ἀντιστρέφουσαν)作为理由和方式修饰该宾格主语。

  4. 2.134τὰ ἐν τῷ τί ἐστι πάντα καθόλου κατηγορεῖται οὗ κατηγορεῖται

    在 οὗ κατηγορεῖται 中,οὗ 是省略了先行词的关系代词属格,充当动词 κατηγορεῖται 所要求的属格补足语(“在……上被述说”)。全句构成了三段论的大前提:“所有在‘是什么’中的要素,都对它们所被述说的事物全称地被述说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:398.15-399.19