- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:397.9-398.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯梳理了亚里士多德在《后分析篇》96a20中从四因折返回定义论的语境,总结了定义作为中项的地位、定义的可证明性以及四种定义,并进而讨论了数目的分类(第一/第二,不复合/复合)以作为后续讨论的基础。
" Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται." Ζητήσας ὄπισθεν πολλὰ περὶ ὁρισμοῦ, ἐπεὶ εὕρισκε τὸν ὁρισμὸν μὴ μόνον μέσον ὅρον ἐν ἀποδείξεσι λαμβανόμενον ἀλλὰ καὶ τὰ ἄλλα αἴτια, τὸ ποιητικόν, τὸ τελικὸν καὶ τὸ ὑλικόν, τούτου χάριν ἐδίδαξε καὶ περὶ τῶν ἄλλων αἰτίων, ὅπως μέσοι ὅροι λαμβάνονται, καὶ κατὰ τί ἀλλήλων διαφέρουσι, καὶ πῶς ἐν συλλογισμῷ ἡ ἀκολούθησις ἐν αὐτοῖς γίνεται. καὶ μετὰ τὴν συμπλήρωσιν τούτων πάλιν ἐπανατρέχει εἰς τὸν ὁρισμόν, καὶ ἀνακεφαλαιωσάμενος ἃ εἶπε περὶ αὐτοῦ ἔτι προστίθησι καὶ ἕτερα ἃ εἶπε περὶ ὁρισμοῦ. πῶς μὲν οὖν τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς εἰς τοὺς ὅρους ἀποδίδοται; τρεῖς ὅροι ἐν τῷ ἀποδεικτικῷ συλλογισμῷ λαμβάνονται· ἐν τίνι γοῦν τῶν τριῶν ὅρων τέτακται ὁ ὁρισμός; εἴρηται ὅτι ὡς μέσος ὅρος λαμβάνεται. καὶ τίνα τρόπον ἔστιν ἀπόδειξις αὐτοῦ; ἀπόδειξις μὲν γὰρ οὐκ ἔστιν αὐτοῦ ὡς μὴ γινομένου συμπεράσματος ἀποδείξεως·1 ἔστι δέ, καθόσον συνθηρᾶται ἐκ τῆς ἀποδείξεως. καὶ τίνα τρόπον ἔστιν ὁρισμὸς αὐτοῦ καὶ οὐκ ἔστι; τέσσαρσι τρόποις ὁρισμοὺς τοῦ ὁρισμοῦ ἀποδέδωκεν· εἷς μὲν ὁ λέγων ‘ὁρισμός ἐστι λόγος ἐφερμηνευτικὸς τοῦ τί σημαίνει τὸ ὄνομα’, ὃς καὶ ὀνοματώδης λέγεται· ἕτερος ‘λόγος τοῦ τί ἐστιν ἀναπόδεικτος’· καὶ ἄλλος ‘συμπέρασμα τῆς τοῦ τί ἐστιν ἀποδείξεως’· πρὸς δὲ καὶ οὗτος ‘συλλογισμὸς τοῦ τί ἐστι πτώσει διαφέρων τῆς ἀποδείξεως’. τεσσάρων οὖν ὁρισμῶν τοῦ ὁρισμοῦ ἀποδοθέντων ὁ μὲν εἷς, ὁ ὀνοματώδης, οὐκ ἔστιν ὁρισμὸς τοῦ ὁρισμοῦ· οἱ δὲ τρεῖς εἰσιν ὁρισμοὶ αὐτοῦ. ἀλλὰ ῥητέον πρῶτον περὶ ἀριθμοῦ, ἵν’ εὔοδος ἡμῖν ὁ λόγος ἐν τοῖς ἔμπροσθεν2 γένηται. τῶν ἀριθμῶν οἱ μέν εἰσι πρῶτοι καὶ ἀσύνθετοι, οἱ δέ εἰσι πρῶτοι καὶ σύνθετοι, οἱ δὲ δεύτεροι καὶ σύνθετοι. καὶ δεύτερος μὲν καὶ σύνθετός ἐστιν ὁ δεκαέξ· διαιρεῖται γὰρ εἰς μέγιστα μόρια κατὰ διχοτομίαν τὰ ὀκτὼ καὶ ὀκτώ· διαιρεῖται δὲ καὶ εἰς ἐλάττονα μόρια τὰ τέσσαρα τετράκις. ὁ γοῦν δεκαὲξ σύνθετος μέν ἐστιν ὡς συγκείμενος ἐκ δύο ὀκτάδων· δεύτερος δὲ λέγεται τοῦ τέσσαρα τοῦ μετροῦντος αὐτὸν τετράκις·3 τὸ γὰρ μετροῦν πρῶτόν ἐστι τοῦ μετρουμένου. καὶ ὁ ἐννέα 〈δὲ〉 δεύτερος καὶ σύνθετός ἐστι· κατὰ γὰρ διχοτομίαν εἰς δύο μέγιστα μόρια διῃρέθη, ἤγουν τέσσαρα καὶ πέντε, ἐξ ὧν καὶ συνετέθη. διαιρήσεις δὲ αὐτὸν καὶ εἰς ἐλάττονα μόρια τὰς τρεῖς τριάδας· ὁ γοῦν ἐννέα δεύτερός ἐστι τοῦ τρία τοῦ μετροῦντος αὐτὸν τρισσάκις. ὁ δὲ ἑπτὰ λέγεται πρῶτος καὶ σύνθετος, πρῶτος μὲν διὰ τὸ μὴ ἔχειν ἀριθμόν τινα μετροῦντα αὐτὸν κατὰ πολλαπλασιασμόν, σύνθετος δὲ ὡς διαιρούμενος εἰς δύο μέγιστα μόρια τὰ τρία καὶ τέσσαρα, ἐξ ὧν καὶ συνετέθη. τοιοῦτός ἐστι καὶ ὁ ἕνδεκα. πρῶτος καὶ ἀσύνθετος ὁ τρία, πρῶτος μὲν ὡς μὴ ἔχων ἀριθμὸν μετροῦντα αὐτὸν εἰ μὴ μόνον τὴν μονάδα τρισσάκις λαμβανομένην, ἥτις οὐδ’ ἀριθμός ἐστιν· οὔτε μὴν σύγκειται ἐκ δύο ἀριθμῶν· ἐκ δυάδος γὰρ καὶ μονάδος σύγκειται. ἀλλὰ καὶ ἡ δυὰς πρώτη καὶ ἀσύνθετός ἐστι.
“那么,‘是什么’如何被赋予各项,”在之前探讨了许多关于定义的问题之后,既然他发现不仅定义在证明中被作为中项取得,而且其他原因——作因、目的因和质料因——也是如此,因此他也教授了关于其他原因的内容:它们如何被作为中项取得,它们彼此在何种方面有所差异,以及在三段论中后承如何在它们之中产生。而在完成这些内容之后,他又折返回到定义上,在概述了他关于定义所说过的内容之后,还补充了他关于定义所说过的其他事项。那么,“是什么”以及定义究竟如何被赋予各项?在证明的三段论中取了三个项;那么定义被置于这三个项中的哪一个?此前已经说过,它是作为中项被取得的。而在何种方式下存在对它的证明?因为就它不成为证明的结论而言,不存在对它的证明;但就它是从证明中一同被获致而言,又存在对它的证明。而在何种方式下存在对它的定义,在何种方式下不存在?他以四种方式给出了定义的各项定义:其一是说“定义是解释名称所指之义的言论”,它也被称为名义性的;另一则是“‘是什么’的不可证明的言论”;再一则是“对‘是什么’的证明的结论”;此外还有这个:“关于‘是什么’但在语形变化上不同于证明的三段论”。因此,在给出了定义的四个定义之后,其中的那一个名义性定义并不是定义的定义,而其余三个则是它的定义。然而我们首先必须谈论数目,以便我们在接下来的论述中道路顺畅。在数目中,有些是第一且不复合的,有些是第一且复合的,有些是第二且复合的。而第二且复合的是十六;因为通过二分法,它被划分为最大的部分即八和八,并且它也被划分为更小的部分,即四个四。因此,十六就由两个八组成而言是复合的,但相对于将其量度四次的四而言被称为第二;因为量度者优先于被量度者。而九[也]是第二且复合的;因为通过二分法它被划分为两个最大的部分,即四和五,它也是由它们组成的。并且你也可以将其划分为更小的部分,即三个三;因此九相对于将其量度三次的三而言是第二的。而七被称为第一且复合的:一方面被称为第一,是由于没有通过乘法将其量度的某个数;另一方面被称为复合,则是由于被划分为两个最大的部分即三和四,它也是由它们组成的。十一也是这样的。第一且不复合的是三:被称为第一,是由于除了取得三次的单子(这甚至不是数)之外没有量度它的数;它也绝非由两个数组成,因为它是从二和单子组成的。而且二也是第一且不复合的。
- 2.130ὡς μὴ γινομένου συμπεράσματος ἀποδείξεως
与前面的 αὐτοῦ 一致的带有 ὡς 的分词结构,表示主观规定或理由(“作为不成为……者”/“就其不作为……而言”)。使用否定词 μή 而非 οὐ,表明这是在界定对它而言证明不成立的观念或条件设定。
- 2.130ἐν τοῖς ἔμπροσθεν
字面为“在前方的事物中”;与前面的 ἵν’ εὔοδος ἡμῖν ὁ λόγος γένηται(“以便我们的论述道路顺畅”)相结合,此处并非指前文,而是指向后文即将展开的论述(“在接下来的论述中”)。
- 2.130δεύτερος δὲ λέγεται τοῦ τέσσαρα τοῦ μετροῦντος αὐτὸν τετράκις
名词化的不变化数词属格 τοῦ τέσσαρα 连同与之呼应的现在分词 τοῦ μετροῦντος,充当由形容词 δεύτερος(第二的)所支配的比较属格(或表示参照标准的属格),意为“相对于将其量度……的四而言是第二的”。
