- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:396.1-397.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了中项与证明题目的模态(必然的、总是生成的、绝大多数时候的)之间的对应关系,并通过用字母进行的归谬法证明了在证明绝大多数时候成立的事物时,中项本身也必须是绝大多数时候成立的。
" Ἔστι δ’ ἔνια μὲν γινόμενα καθόλου." Πάλιν διαφορὰν παραδίδωσι τῶν ἐν ταῖς ἀποδείξεσι μέσων λαμβανομένων. καὶ φησίν, ὡς ἐπεὶ τὰ πράγματα ἢ ἀεί εἰσι καὶ ἀναγκαῖα ἢ γινόμενα ἢ ὡς ἐπὶ τὸ πολὺ εἰσιν ἢ γινόμενα, εἰ μὲν τὸ προκείμενον εἰς ἀπόδειξίν ἐστι τῶν ἀεὶ καὶ ἐξ ἀνάγκης οὕτως ἐχόντων, δεῖ καὶ τὸν μέσον εἶναι τοιοῦτον, ἤγουν ἐξ ἀνάγκης καὶ ἀεὶ οὕτως ἔχοντα. οἷον εἰ ζητεῖ τις ἀπόδειξιν τοῦ τὸν οὐρανὸν κύκλῳ κινεῖσθαι, ληπτέον μέσον τὸ νοῦν μιμεῖσθαι. τοῦ δὲ ἀεὶ γινομένου παράδειγμα ἔστω τοῦτο· οἷον εἰ ζητεῖται διὰ τί μετὰ τὸ θέρος μετόπωρον γίνεται, ληπτέον μέσον ὅρον τὸ τὸν ἥλιον τρέπεσθαι εἰς τὰ ἀντικείμενα τῆς καθ’ ἡμᾶς οἰκήσεως, ἤγουν περὶ τὰ νοτιώτερα μέρη (ἡμεῖς γὰρ περὶ τὸ βόρειον κλίμα οἰκοῦμεν), καὶ εἰπὲ ‘μετὰ τὸ θέρος ὁ ἥλιος τρέπεται περὶ τὰ ἀντικείμενα μέρη τῆς καθ’ ἡμᾶς οἰκήσεως, καὶ τρεπόμενον περὶ τοῦτο τὸ κλίμα μετόπωρον γίνεται’.1 δύο γοῦν εἴρηκεν ὁ Ἀριστοτέλης, ἀεὶ οὕτως ἔχοντα καὶ ἀεὶ γινόμενα. καὶ τὴν μὲν κύκλῳ κίνησιν τοῦ οὐρανίου σώματος διὰ τὸ ἀδιάκοπον εἶναι καὶ συνεχῆ ἢ τὴν τοῦ ἡλίου ἢ ἄλλου τινὸς ἀστέρος ἀεὶ οὕτως ἔχειν λέγομεν. ὅσων δὲ ἡ γένεσις διακοπήν τινα ἔχει, ὡς μετὰ τὸ θέρος μετόπωρον καὶ μετὰ τοῦτο χειμὼν καὶ μετὰ τὸν χειμῶνα ἔαρ, ἀεὶ δὲ οὕτω γίνεται, ταῦτα λέγομεν ἀεὶ γινόμενα. τῶν δὲ ὡς ἐπὶ τὸ πολὺ παράδειγμα τοῦτο· οἷον εἰ πρόκειται εἰς ἀπόδειξιν διὰ τί τὸ γένειον τοῦ ἄρρενος τριχοῦται (τοῦτο γὰρ οὐκ ἀεὶ γίνεται ἀλλ’ ὡς ἐπὶ τὸ πολύ· ὁρῶμεν γάρ τινας ἄρρενας ἄχρι καὶ γήρως μηδεμίαν τρίχωσιν ἐν τῷ πώγωνι ἔχοντας), λάβε μέσον ὅρον τὸ ξηροτέρας ἡλικίας γενομένου τοῦ ἄρρενος λιγνυώδη καὶ καπνώδη ἀναθυμίασιν ἐκ τοῦ πώγωνος ἀναδίδοσθαι, ἥτις καὶ ἀπογεννᾷ τὴν τρίχωσιν. τὸ δὲ καθόλου ἐνταῦθα ἀντὶ τοῦ ‘ἐξ ἀνάγκης καὶ ἀεὶ καὶ κατὰ παντός’ ἐκληπτέον,2 ὡς καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ εἴρηται.
“然而有些事物普遍地生成,”他又传授了在证明中所取的中项的差异。他说,既然事物要么总是且必然存在,要么是生成着的,要么是绝大多数时候存在或生成着的,那么如果摆在我们面前用于证明的事项属于总是且出于必然如此存在者,中项也必须是这样的,即出于必然且总是如此存在。例如,如果有人寻求天空作圆周运动的证明,就应当取摹仿智性作为中项。而总是生成之事的例子如下:例如,如果探究为什么在夏季之后发生秋季,应当取太阳转向我们居住地的相对方向,即朝向偏南的区域(因为我们居住在北区)作为中项,并说“在夏季之后,太阳转向我们居住地的相对区域,并且随着它转向这个区域,秋季便生成”。亚里士多德因此谈到了两类:总是如此存在者和总是生成者。我们说天体的圆周运动,或者太阳或其他某颗星的运动,由于是不断绝且连续的,因而总是如此存在;但凡是生成具有某种中断,如在夏季之后是秋季,此后是冬季,冬季之后是春季,却总是这样发生的,这些事物我们就说是总是生成的。而绝大多数时候发生之事的例子是这样的:例如,如果提出证明为什么男性的下巴长出胡须(因为这并非总是发生,而是绝大多数时候发生;因为我们看到某些男性直到老年在下巴上也毫无毛发),就取“当男性到了更为干燥的年龄时,从下巴散发出煤烟状且多烟的气化物,这正产生了毛发”作为中项。而此处的“普遍”应当理解为替代“出于必然且总是且适用于全项”,正如在此卷之前的一卷中也曾说过的。
"Τῶν δὴ τοιούτων." Τῶν ὡς ἐπὶ τὸ πολὺ πραγμάτων ληπτέον καὶ τὸν μέσον ὅρον ὡς ἐπὶ τὸ πολύ. ὅτι δὲ δεῖ εἶναι τὸν μέσον ἐν τούτοις τοιοῦτον, δείκνυσι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ἔστω γὰρ συναχθὲν συμπέρασμα ὡς ἐπὶ τὸ πολὺ διὰ μέσου τοῦ Β τὸ ΑΓ.3 καὶ ἐγὼ μὲν λέγω ὅτι καὶ τὸ Β ὡς ἐπὶ τὸ πολὺ εἴληπται. εἰ δέ τις ἀντιπίπτει, ἔστω τὸ Β, ὁ μέσος, τῶν ἀεὶ καὶ ἐξ ἀνάγκης ὄντων. ἐπεὶ δὲ ὁ μέσος αἴτιός ἐστι τῆς συμπλοκῆς τῶν δύο προτάσεων διὰ τὸ ἐπὶ μὲν τῆς μείζονος ὑποκεῖσθαι ἐπὶ δὲ τῆς ἐλάττονος κατηγορεῖσθαι, ἀνάγκη καὶ τὰς προτάσεις εἶναι ἀναγκαίας. εἰ δὲ αὗται ἀναγκαῖαι, ἔσται καὶ τὸ Α Γ συμπέρασμα ἀναγκαῖον. ἀλλὰ μὴν ὡς ἐπὶ τὸ πολὺ ἔκειτο εἶναι τὸ συμπέρασμα. ἀδύνατον οὖν τὸ αὐτὸ συμπέρασμα καὶ ἀναγκαῖον εἶναι καὶ ὡς ἐπὶ τὸ πολύ. ἐπεὶ δὲ τὸ ἀδύνατον συνήχθη διὰ τὸ ὑποθεῖναι τὸ Β ἀναγκαῖον, λοιπὸν ἄρα ἀνάγκη ὡς ἐπὶ τὸ πολὺ εἶναι τὸ Β. οὕτως μὲν οὖν ἐπὶ στοιχείων διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἔδειξεν ὅτι τῶν ὡς ἐπὶ τὸ πολὺ πραγμάτων ἀποδεικνυμένων ἐστὶ καὶ ὁ μέσος ὡς ἐπὶ τὸ πολύ.
“关于此类事物,”关于绝大多数时候存在的事项,也必须将中项取为绝大多数时候存在的。而至于在这些情形中中项必须是这样的,他通过归谬法予以证明。因为设ΑΓ是通过中项Β得出的绝大多数时候成立的结论。而我则主张,Β也是作为绝大多数时候成立者被取得的。但如果有人反对,设中项Β属于总是且出于必然存在者。然而由于中项在大前提中作为主项而在小前提中作为谓项,因而它是两个前提结合的原因,所以前提也必然是必然的。而如果前提是必然的,结论ΑΓ也将是必然的。然而结论原本被假定为是绝大多数时候成立的。因此同一结论既是必然的又是绝大多数时候成立的,这是不可能的。既然这一不可能的推论是由于假设Β是必然的而得出的,那么剩下的必然结果就是Β是绝大多数时候成立的。于是,他就是这样用字母通过归谬法表明了,在证明绝大多数时候存在的事物时,中项也是绝大多数时候存在的。
- 2.128τρεπόμενον περὶ τοῦτο τὸ κλίμα μετόπωρον γίνεται
分词 τρεπόμενον 为中性单数宾格形式,但在此作状语,承接前文的主语 ὁ ἥλιος(随着太阳转向该区域,秋季便形成)。这被视为一种句法上的松散构造,相当于在此处使用了非人称宾格绝对独立结构,而非通常预期的属格绝对独立结构(τρεπομένου τοῦ ἡλίου)。
- 2.128τὸ δὲ καθόλου ἐνταῦθα ἀντὶ τοῦ ‘ἐξ ἀνάγκης καὶ ἀεὶ καὶ κατὰ παντός’ ἐκληπτέον
介词短语 ἀντὶ τοῦ 后接引用句 'ἐξ ἀνάγκης καὶ ἀεὶ καὶ κατὰ παντός',整体意为“替代‘出于必然且总是且适用于全项’这一表述”。注疏者在句法上解释了引文中 καθόλου(普遍)一词的限定用法。
- 2.129ἔστω γὰρ συναχθὲν συμπέρασμα ὡς ἐπὶ τὸ πολὺ διὰ μέσου τοῦ Β τὸ ΑΓ
主格名词短语 τὸ ΑΓ 是全句的主语,ἔστω συναχθὲν συμπέρασμα(“设为得出的结论”)构成谓语部分。短语 ὡς ἐπὶ τὸ πολὺ 作为副词短语修饰 συμπέρασμα 或 συναχθέν。
