← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§394.11-395.34

未来事件的推论与自然界的循环生成

菲洛波诺斯解释了关于未来事件的论证推论与过去事件一样必须从后来生成之物开始,排除了中项无限分割的疑念,随后论述了自然界中的圆环式生成(降雨、蒸发与凝结的循环)及其三段论结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.123

" Ἀλλ’ ἄρξασθαί γε ὅμως.1" Ἤγουν κἂν δέδεικται ἀμέσους εἶναι τὰς γενέσεις τῶν αἰτίων καὶ αἰτιατῶν, ἀλλ’ οὖν ἐν συλλογισμῷ δεῖ ἄρχεσθαι ἀπὸ τοῦ μέσου πρώτου τοῦ καὶ ἐγγίζοντος τῷ νῦν, καὶ οὕτως ἐξ ἀνάγκης ἀκολουθήσει καὶ τὸ προγεγονός.

“然而无论如何必须开始。” 也就是说,即使已经证明原因和结果的生成是无中介的,但在三段论中仍必须从第一中项即更接近于“现在”者开始,并且这样一来先前发生的事物也将必然随之而来。

§2.124

"Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται." Ὥσπερ ἐπὶ τῶν γεγονότων ἀπὸ τῶν ὑστέρων ἄρχῃ συλλογιζόμενος, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων ἀπὸ τῶν ὑστέρων δεῖ ἄρχεσθαι, ἵν’ ἐπακολουθήσῃ τὸ πρῶτον· εἰ γὰρ ἔσται οἰκία, ἔσται τοῖχος, καὶ εἰ τοῖχος, ἔσται καὶ θεμέλιος.

“同样在‘将是’的情形中也是如此。” 正如在过去发生的事物上你在推论时从后来的事物开始,同样在将来存在的事物上也必须从后来的事物开始,以便先前的事物随之而来;因为如果将有房屋,就会有墙壁,如果有墙壁,也会有地基。

§2.125

"Ὁμοίως δ’ ἄπειρος ἡ τομή." Τομὴ τῆς προτάσεώς ἐστιν ὁ μέσος ὅρος. εἰ γὰρ ληφθῇ πρότασις, ὡς ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’, ἐπεὶ ἔμμεσός ἐστιν αὕτη, λαβὼν μέσον τὸ λογικὸν διαιρήσεις αὐτὸ εἰς δύο. ὁμοίως γοῦν καὶ ἐν τοῖς ἐσομένοις αἰτίοις καὶ αἰτιατοῖς δόξειεν ἡ τομὴ τῶν προτάσεων ἐπ’ ἄπειρον γίνεσθαι διὰ τὴν τοῦ μέσου λῆψιν διὰ τὸ ἐν χρόνῳ εἶναι ταῦτα, τοῦτον δὲ συνεχῆ. ἀλλ’ οὐκ ἔστιν· εἰσὶ γὰρ καὶ ἐπ’ αὐτῶν αἱ προτάσεις ἄμεσοι. ὡς γὰρ τὰ γεγονότα οὐ συνεχίζονται, οὕτως οὐδὲ τὸ ἐσόμενον ἔχεται καὶ συνεχίζεται ἐσομένῳ, ἀλλὰ διῄρηνται. καὶ διὰ τοῦτό εἰσι καὶ τὰ ἐσόμενα αἴτια καὶ αἰτιατὰ ἄμεσα. δεῖ γοῦν καὶ ἐν τούτοις τοῖς ἐσομένοις ἀρχὴν καὶ πρότασιν εὑρεῖν ἄμεσον.

“同样,分割是无限的。” 前提的分割就是中项。因为如果取一个前提,如“人是动物”,既然这是有中介的,通过取“理性的”作为中项,你就会将它一分为二。因此同样,在将来存在的原因和结果中,由于这些在时间之中而时间是连续的,通过取中项而对前提进行的分割似乎也会无限进行。但事实并非如此;因为在它们的情形中前提也是无中介的。正如过去发生的事物不相连续,同样将来存在的事物也不接续于且不与将来存在的事物相连续,而是分离的。正因如此,将来存在的原因和结果也是无中介的。总之在这些将来存在的事物中,也必须找到无中介的出发点和前提。

§2.126

"Ἔχει δὲ οὕτως ἐπὶ τῶν ἔργων." Παραδειγματίσας τὸ λεγόμενον ἐπὶ τῶν στοιχείων νῦν καὶ ἐπὶ τῶν ἔργων αὐτῶν, ἤγουν τῶν πραγμάτων, παραδειγματίζει ταῦτα. καὶ πρῶτα μὲν τίθησι παράδειγμα τῶν γεγονότων, εἶτα τῶν ἐσομένων.

“在实际事物中也是如此。” 在用字母例证了所说的内容之后,他现在也用实际事物本身即事实来例证这些。首先他列举过去发生之事的例子,然后是将来存在之事的例子。

§2.127

"Ἐπεὶ δ’ ὁρῶμεν ἐν τοῖς γινομένοις." Ἔδειξεν ἐπὶ τῶν μὴ ἅμα ὄντων αἰτίων καὶ αἰτιατῶν, ὅπως τοῦ ὑστέρου προληφθέντος ἐν συλλογισμῷ ἀμέσως τὸ αἴτιον ἕπεται. ἐπεὶ δὲ ἐν τοῖς φυσικοῖς πράγμασι τοῖς γινομένοις (γινόμενα δὲ λέγει τὰ μὴ ὄντα καὶ ὑφιστάμενα καθ’ ὁλοκληρίαν ἀλλὰ ἔχοντα τὸ εἶναι ἐν τῷ ἀεὶ πεφυκέναι γίνεσθαι κατὰ ἄλλους καὶ ἄλλους καιρούς) ὁρῶμεν κύκλῳ τινὰ γένεσιν, καὶ ἐπεὶ κύκλῳ γίνεται ἡ γένεσις, ἐνδέχεται τοὺς ἄκρους ὅρους καὶ τὸν μέσον τούτων ἀλλήλοις συνέπεσθαι· ἐν γὰρ τούτοις τοῖς ὅροις τοῖς ἐξισάζουσι καὶ ἀντιστρέφουσιν ἡ κύκλῳ δεῖξις γίνεται. καὶ λογικώτερον μὲν πρότερον ἐν τοῖς δευτέροις τῶν Προτέρων δέδεικται, ὅπως τὰ συμπεράσματα ἀντιστρέφουσιν εἰς τὰς προτάσεις καὶ αἱ προτάσεις εἰς τὰ συμπεράσματα ἐν τῷ λαμβάνειν ὅρους ἴδια καὶ ἐξισάζοντα· ποτὲ γὰρ τὸ συμπέρασμα γίνεται αἰτιατόν, ποτὲ δὲ αἴτιον καὶ αἱ προτάσεις αἰτιαταί. ἐπὶ δὲ τῶν ἔργων τῶν φυσικῶν τῶν καθ’ ἑκάστην γινομένων τοῦτό ἐστι τὸ ποιοῦν τὴν κύκλῳ γένεσιν, τὸ λαμβάνειν τὰς γενέσεις ἐξισαζούσας καὶ ἀντιστρεφούσας ἀλλήλαις καὶ τὴν αὐτὴν καὶ μίαν οὖσαν καὶ αἰτίαν καὶ αἰτιατήν, οἵαν ἂν καὶ λήψῃ.2 οἷον βεβρεγμένης τῆς γῆς ὑπὸ ὑετοῦ (τοῦτο ὡς αἴτιον) ἀνάγκη ἀτμίδας ἐκ γῆς ἀναδίδοσθαι (τοῦτο αἰτιατόν)· τούτου δὲ γενομένου, ἤγουν ὑψωθείσης τῆς ἀναδοθείσης ἀτμίδος ἐκ τῆς γῆς ἐπέκεινα τῶν τοῦ ἡλίου ἀντανακλάσεων, πάχυνσις γίνεται ταύτης· παχυνθείσης δὲ ταύτης νέφος γίνεται· νέφους δὲ γενομένου ὕδωρ συνίσταται· τὸ δὲ ὕδωρ συσταθὲν μὴ δυνάμενον μένειν ἄνω ὡς βαρὺ πάλιν κάτω φέρεται, καὶ συμβαίνει βεβρέχθαι τὴν γῆν. τοῦτο αἴτιον ἐξ ἀρχῆς ληφθὲν αἰτιατὸν νῦν γέγονε καὶ κύκλῳ περιῆλθεν· ὡς γὰρ ὁ κύκλος ἀφ’ οὗ σημείου ἄρχεται, εἰς τὸ αὐτὸ καταλήγει, οὕτω καὶ ἐπὶ τούτων ὧν εἴπομεν, ἀφ’ οὗ ἠρξάμεθα, εἰς τὸ αὐτὸ κατελήξαμεν. ἀλλὰ καὶ ἀπὸ ἄλλου τινὸς ὧν εἴπομεν ἀρξάμενος εἰς τὸ αὐτὸ καταλήξεις, ὡς κύκλῳ τῆς γενέσεως οὔσης· οἷον νέφους γενομένου ὕδωρ γίνεται· ὕδατος γενομένου ἡ γῆ βέβρεκται· ταύτης δὲ βραχείσης ἀτμὶς ἀναδίδοται· αὕτη δὲ εἰς νέφος συνίσταται.

“由于我们在生成着的事物中看到。” 他指明了对于非同时存在的原因与结果,当在三段论中后来的事物被预先取得时,原因如何无中介地随之而来。但是,由于在生成着的自然事物中(所谓生成着的事物,他是指那些并非整体地存在和成立、而是其存在在于天生总是在不同时机生成的事物),我们看到某种圆环式的生成,并且既然生成是圆环式进行的,外项与它们的中项就有可能相互随从;因为正是在这些外延相等且相互换位的项中,进行着圆环式的证明。而以更具逻辑性的方式,先前在《前分析篇》第二卷中已经表明,通过取固有且外延相等的项,结论如何换位为前提,前提如何换位为结论;因为有时结论成为结果,有时则成为原因而前提成为结果。然而在每日发生的自然事实中,造成圆环式生成的,乃是将生成取为相互外延相等且相互换位者,以及将同一且唯一的事物既作为原因又作为结果——无论你取哪一个。例如,当大地被雨水润湿时(将此作为原因),水汽必然从大地升起(这是结果);而当此发生时,即从大地升起的水汽升至超出太阳反光的高处时,水汽发生凝结;当水汽凝结时,云便形成;当云形成时,水便聚集;而水聚集后因其沉重不能停留在上方,又被带回下方,便发生了大地被润湿。这在最初被取为原因的事物,现在成为了结果并沿圆环巡回;因为正如圆从哪个点开始,就终结于同一个点,同样在我们所说的这些事物上,我们从何处开始,就终结于何处。但是即使你从我们所说的其他某件事物开始,你也将终结于同一事物,因为生成是圆环式的;例如,当云形成时,水就生成;当水生成时,大地被润湿;当大地被润湿时,水汽升起;而水汽又聚集成云。

语法注2 条
  1. 2.123Ἀλλ’ ἄρξασθαί γε ὅμως

    亚里士多德引文(lemma)中的不定式 ἄρξασθαι 带有省略结构,补充了表示义务或必然性的非人称动词(如 δεῖ 或 χρή)。在回应了时间可无限分割的猜忌之后,它表达了推论中“无论如何仍须从此出发”的要求。

  2. 2.127τὸ λαμβάνειν τὰς γενέσεις ἐξισαζούσας καὶ ἀντιστρεφούσας ἀλλήλαις καὶ τὴν αὐτὴν καὶ μίαν οὖσαν καὶ αἰτίαν καὶ αἰτιατήν, οἵαν ἂν καὶ λήψῃ

    带有冠词的不定式短语 τὸ λαμβάνειν ... 充当整句的表语,用以解释主语 τοῦτό ἐστι τὸ ποιοῦν ...(“这正是造成……的原因”)。动词 λαμβάνειν 带两组宾语及宾补结构:其一是“彼此等同并可换位的诸生成”(τὰς γενέσεις ἐξισαζούσας ...),其二是“既是原因又是结果的同一且唯一的对象”(τὴν αὐτὴν καὶ μίαν οὖσαν ...)。末尾的 οἵαν ἂν καὶ λήψῃ 是带让步意味的关系从句(“无论你取哪一个”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:394.11-395.34