- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:392.28-394.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞劳阐明了亚里士多德在《后分析篇》95b17–23中的论证,说明为何在依序生成的推论中要以更接近“现在”的结果为出发点来逆推原因,并借助时间与“现在”的比喻进行解释。此外,他指出尽管时间是连续且可无限分割的,但事物本身的生成是分离的,因而在论证中能够达致无中介的前提。
" Ἀρχὴ δὲ τὸ Γ διὰ τὸ ἐγγύτερον τοῦ νῦν εἶναι." Ὥσπερ ἡ γραμμὴ διαιρεῖται τῇ στιγμῇ, ἥτις ἡ στιγμή, καθ’ ἣν ἡ διαίρεσις τῆς γραμμῆς γέγονε, τοῦδε μὲν τοῦ τμήματος1 γέγονε τέλος, ἀρχὴ δὲ τοῦ ἑτέρου τμήματος, οὕτω καὶ ὁ χρόνος συνεχὴς ὢν διαιρεῖται κατὰ τὸ νῦν. χρόνον δὲ νόει καὶ τὴν ἡμέραν αὐτήν· τῆς γοῦν ἡμέρας γενομένης κατὰ συνέχειαν, ὅπου ἂν καὶ ἐν οἵῳ μέρει τῆς ἡμέρας ἐννοήσῃς τὸ νῦν, εὐθὺς διαιρεῖς ταύτην εἰς δύο τμήματα, καὶ ἔστι τὸ νῦν τοῦ μὲν παρελθόντος μέρους τῆς ἡμέρας τέλος, ἀρχὴ δὲ τῶν μήπω γεγονότων μερῶν αὐτῆς. εἰ γοῦν καὶ αἱ γενέσεις τῶν πραγμάτων ἐν χρόνῳ εἰσίν, ἀλλ’ ὁ μὲν χρόνος ἔχει τὸ συνεχὲς διὰ τὸ ἀεικίνητον τοῦ ἡλίου· μετρεῖται γάρ, ὡς πολλάκις εἴπομεν, ὁ χρόνος ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως. αἱ δὲ γενέσεις τῶν πραγμάτων ὡς ἐν χρόνῳ θεωρούμεναι δοκοῦσι μὲν καὶ αὗται συνεχεῖς διὰ τὸ εἶναι τὸν χρόνον συνεχῆ, οὐκ εἰσὶ δέ· διήρηνται γὰρ ἀπ’ ἀλλήλων. καὶ δῆλον ὅτι ἡ τοῦ Σωφρονίσκου γένεσις πρώτη γέγονεν, εἶθ’ οὕτως ἐπηκολούθησε καὶ ἡ τοῦ Σωκράτους, καὶ πρῶτος ὁ θεμέλιος, εἶτα ὁ τοῖχος· ἐφεξῆς γάρ εἰσι· τὰ δὲ ἐφεξῆς διῃρημένα. καὶ ἐπὶ τῶν γενέσεων γοῦν, οἷον ὡς ἐπὶ τῆς οἰκοδομήσεως, τὸ ὕστερον γεγονὸς ἐγγίζει τῷ νῦν, οἷον ὁ τοῖχος· πόρρω δὲ τοῦ νῦν τούτου, καθ’ ὃ ὁ τοῖχος ἀπήρτισται, ἡ τοῦ θεμελίου γένεσίς ἐστι. καὶ διὰ τοῦτο δεῖ πρῶτον ἐν συλλογισμῷ τὸ Γ λαμβάνειν, εἶθ’ ἕψεται τούτῳ τὸ Α. ὡς γὰρ τὸ νῦν τέλος ὂν τοῦ παρελθόντος χρόνου εἰσάγει ἐξ ἀνάγκης καὶ τὰ γεγονότα μόρια τοῦ παρελθόντος χρόνου, οὕτω καὶ ὁ τοῖχος ὁ κατὰ τὸ νῦν ἀπηρτισμένος τέλος ἐστὶ τῶν προγεγονυιῶν γενέσεων· τοῦ δὲ τέλους τεθέντος ἐξ ἀνάγκης συνεισάγεται καὶ τὰ πρὸ τοῦ τέλους. ἀρχὴν δὲ ληπτέον ἐν συλλογισμῷ τὸ Γ διὰ τὸ ἐγγίζειν τῷ νῦν, ὅπερ νῦν ἀρχὴ μέν ἐστι τοῦ μέλλοντος χρόνου τέλος δὲ τοῦ παρελθόντος.
“而Γ是出发点,因为它是更接近于‘现在’的。” 正如线被点分割,而这个点——在其上发生了线的分割——成为这一线段的终点,却成为另一线段的起点,同样,时间虽是连续的,也是在“现在”处被分割。请将时间也理解为日子本身;总之,当一日依连续性发生时,无论在一天的何处、在何等部分中你构想“现在”,你都立即将这一日分割为两个线段,并且“现在”是一天已过去部分的终点,却是它尚未发生诸部分的起点。因此,即使事物的生成也在时间之中,时间本身却因太阳的永恒运动而具有连续性;因为正如我们屡次所说,时间是由太阳的运动度量的。然而事物的生成,作为在时间中被观察者,因时间是连续的,本身似乎也是连续的,但其实不然;因为它们彼此是分离的。显而易见,索弗罗尼斯科斯的生成首先发生,然后苏格拉底的生成才如此随之而来,首先是地基,然后才是墙壁;因为它们是依序的,而依序的事物是分离的。总之在生成的情形中,正如在房屋建造中,后生成的事物接近于“现在”,比如墙壁;但在墙壁完工所处的这个“现在”之外很远,才是地基的生成。正因如此,在三段论中必须首先取Γ,然后Α将随之而来。因为正如“现在”作为过去时间的终点,必然引入过去时间中已经发生的部分,同样在“现在”完工的墙壁也是先前发生的诸生成的终点;而当终点被设定时,必然也连带引入了终点之前的事物。但是在三段论中应当将Γ取为出发点,因为它是接近于“现在”的,而这个“现在”既是未来时间的起点,也是过去时间的终点。
"Οὕτω δὲ λαμβάνοντι τὸ μέσον." Ἤγουν εἰ λαμβάνεις ἐν συλλογισμῷ πρῶτον τὸ ὕστερον, ἐξ ἀνάγκης τὸ πρῶτον ἕψεται ἀμέσως· ἀμέσως γὰρ ἐπακολουθεῖ τῇ γενέσει τοῦ τοίχου ὁ θεμέλιος καὶ τῇ γενέσει τῆς οἰκίας ἡ τοῦ τοίχου. εἰ δέ που οὐκ ἀμέσως τοῖς αἰτιατοῖς ἐπακολουθοῦσι τὰ αἴτια, δεῖ λαμβάνειν τὰ μέσα τούτων, καὶ οὕτω σταίης εἰς ἀμέσους προτάσεις. οἷον εἰ λάβοι τις τὸ Α ἀπότμησιν λίθου, τὸ δὲ Γ θεμέλιον, τὸ δὲ Δ οἰκίαν, ἀμέσως τοῖς αἰτιατοῖς οὐκ ἐπακολουθοῦσι τὰ αἴτια. εἰ δὲ λάβοις μεταξὺ τῆς μείζονος προτάσεως τὴν ὀρυγήν, τῆς δὲ ἐλάττονος μέσον τὸν τοῖχον, εὗρες τὰς ἀμέσους προτάσεις.
“而对于这样取中项的人。” 也就是说,如果你在三段论中首先取后来的事物,先前的事物必然无中介地随之而来;因为地基无中介地随从于墙壁的生成,而墙壁的生成[无中介地随从于]房屋的生成。如果某些地方原因并不无中介地随从结果,就必须取它们之间的中项,这样你就将停留在无中介的前提上。例如,如果有人取Α为凿石,取Γ为地基,取Δ为房屋,原因并不无中介地随从结果。但如果你在大前提之间取挖掘,在小前提之中项取墙壁,你就找到了无中介的前提。
"Ἢ ἀεὶ παρεμπεσεῖται διὰ τὸ ἄπειρον.2" Εἰπών, ὅτι εἰς ἀμέσους προτάσεις καταντῶμεν τῇ λήψει τῶν μέσων τῆς τε μείζονος καὶ ἐλάττονος προτάσεως, προσέθετο τὸ ἢ ἀεὶ παρεμπεσεῖται ἀναιρῶν ὑπόνοιάν τινα· ἴσως γάρ τις ὑπέλαβε μὴ εἰς ἀμέσους ποτὲ καταντῆσαι προτάσεις τὰ αἴτια καὶ τὰ αἰτιατὰ διὰ τὸ ἐν χρόνῳ εἶναι ταῦτα, τὸν δὲ χρόνον συνεχῆ, τὸ δὲ συνεχὲς ἐπ’ ἄπειρον διαιρετόν, καὶ τοῦ ληφθέντος ἀεὶ χρόνου ἔστιν ἐπινοεῖν ἕτερον χρόνον. διὰ τοῦτό φησιν· ἢ δόξει διὰ τὴν ἀπειρίαν τοῦ χρόνου, ἣν ἔχει διὰ τὸ συνεχὴς εἶναι, συνεχῆ εἶναι καὶ τὰ αἴτια καὶ τὰ αἰτιατὰ καὶ τὰς τούτων γενέσεις καὶ ἀεὶ δυνατὸν εἶναι ἐπ’ ἄπειρον λαμβάνειν τούτων μέσα. ἀναιρῶν γοῦν τὴν ὑπόνοιαν ταύτην φησίν· εἰ καὶ ὁ χρόνος συνεχὴς καὶ διὰ τοῦτο ἐπ’ ἄπειρον διαιρετός, ἀλλὰ τὰ ἐν αὐτῷ πράγματα συνεχῆ οὐκ εἰσὶν ἀλλὰ διῃρημένα· δέδεικται γὰρ ὅτι τὸ γεγονὸς οὐκ ἔχεται καὶ οὐ συνεχίζεται τῷ γεγονότι. ἐπεὶ δὲ ὁ συλλογισμὸς οὐ κατὰ τὸν χρόνον γίνεται ἀλλὰ κατὰ τὰ πράγματα, οὐδὲν παραλυμαίνεται τὸ λαμβάνειν ἀμέσους προτάσεις ἐν ταῖς ἀποδείξεσι, κἂν ὁ χρόνος ἐστὶ συνεχής.
“或者由于无限,它将总是插入其中?” 在说到我们通过取大前提和小前提的中项而达致无中介的前提之后,他加上了“或者它将总是插入其中”,以排除某种猜忌。因为也许有人曾假定,原因与结果绝不可能达致无中介的前提,乃是由于这些是在时间之中的,而时间是连续的,连续者是可无限分割的,并且对于所取的任何时间,总是可以设想另一个时间。因此他说:或者人们将认为,由于时间因其连续性而具有的无限性,原因与结果以及它们的生成也是连续的,并且总是可能在它们之间无限地取中项?总之,在排除这一猜忌时他说:即便时间是连续的并因此是可无限分割的,但时间之中的事物并不是连续的,而是分离的;因为已经证明,已经生成者不接续于且不与已经生成者连续。既然三段论不是按照时间进行的,而是按照事物进行的,那么在论证中取无中介的前提绝不受到丝毫妨害,即便时间是连续的。
- 2.120ἥτις ἡ στιγμή, καθ’ ἣν ἡ διαίρεσις τῆς γραμμῆς γέγονε, τοῦδε μὲν τοῦ τμήματος γέγονε τέλος, ἀρχὴ δὲ τοῦ ἑτέρου τμήματος
先行词普通名词 ἡ στιγμή 被直接纳入关系代词 ἥτις 之后的关系从句结构。在句法骨架上,ἥτις ἡ στιγμή 作为整个从句的主语支配动词 γέγονε,而 τέλος 与 ἀρχή 则作为由 μέν...δέ 并列的表语名词,分别带有属格补足语(τοῦδε τοῦ τμήματος 与 τοῦ ἑτέρου τμήματος)。
- 2.122Ἢ ἀεὶ παρεμπεσεῖται διὰ τὸ ἄπειρον
引文中的 ἤ 具有引入疑难(aporia)或可能异议的疑问性连词功能。注解者将其释读为提出一种需要反驳的假想怀疑,通过 ἀναιρῶν ὑπόνοιάν τινα(排除某种猜忌)和 ἢ δόξει...(或者人们将认为……?)来进行释义。
