- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:391.6-392.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯借助点与线的类比,阐明非同时存在的原因与结果的生成并非连续的而是依序的(ἐφεξῆς),从而确立了科学论证所必需的无中介前提(95b5–14)。
" Ὥσπερ οὖν οὐδὲ στιγμαί εἰσιν." Διὰ τούτου κατασκευάζει πῶς γεγονὸς γεγονότι οὐ συνεχίζεται. καὶ φησίν· ἡ στιγμὴ καὶ τὸ γεγονὸς ταὐτά εἰσι κατὰ ἀναλογίαν· ὡς γὰρ ἡ στιγμὴ πέρας τῆς γραμμῆς καὶ ἔστιν ἀμερὴς καὶ ἀδιαίρετος, οὕτω καὶ τὸ γεγονὸς πέρας ἐστὶ τῆς γενέσεως καὶ ἔστιν ἀμερὲς καὶ ἀδιαίρετον. ὡς γοῦν αἱ στιγμαὶ ἀλλήλαις οὐ συνεχίζονται, οὕτως οὐδὲ δύο γεγονότα συνεχισθήσονται· ἄμφω γάρ, ἡ στιγμὴ καὶ τὸ γεγονός, ὡς πέρατά εἰσιν ἀδιαίρετα. οὕτως οὐδὲ τὸ γινόμενον συνεχισθήσεται τῷ γενομένῳ διὰ τὴν αὐτὴν αἰτίαν· πέρας γὰρ καὶ ἀδιαίρετον τὸ γεγονός.
“因此,正如点也不是。” 通过这段话,他确立了已经生成者如何不与已经生成者连续。他说:点与已经生成者按比例是同一的;因为正如点是线的界限,是没有部分且不可分割的,同样已经生成者也是生成的界限,是没有部分且不可分割的。因此,正如点与点彼此并不连续化,同样两件已经生成的事物也不会被连续化;因为两者,即点与已经生成者,作为界限都是不可分割的。以这种方式,出于同样的原因,正在生成者也不会与已经生成者连续化;因为已经生成者是界限且不可分割。
"Ἐνυπάρχει γὰρ ἄπειρα γεγονότα τῷ γινομένῳ." Γινομένην νόει τὴν οἰκοδομουμένην οἰκίαν, ἧς γινομένης ἄπειρά ἐστι προγεγονότα· ὀρυγὴ γὰρ γέγονε πρῶτον καὶ θεμέλιον καὶ τοῖχος.
“因为在正在生成者中内在着无限多个已经生成者。” 请将正在生成者理解为正在被建造的房屋,当它正在生成时,存在着无限多个先前已经生成的事物;因为首先挖掘已经生成,地基已经生成,墙壁已经生成。
"Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου." Περὶ γενέσεως καὶ γεγονότων ἐνταῦθα μὲν ἀμυδρῶς εἰρήκαμεν καὶ ὅσον ἤρκει ἡμῖν περὶ τὴν παροῦσαν πραγματείαν. καθόλου δὲ καὶ πλατύτερον εἴπομεν περὶ αὐτῶν ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐν ᾗ διδάσκει καθόλου περὶ πάσης κινήσεως· εἶδος γὰρ κινήσεως ἡ γένεσις.
“但是更明显地是在普遍的[论述]中。” 关于生成和已经生成的事物,我们在这里谈得较为隐晦,并且仅限于就眼前的专论而言对我们足够的程度。但是普遍地且更广泛地,我们在《自然学讲义》中谈到了它们,他在其中普遍地讲授关于一切运动的道理;因为生成是运动的一个种。
"Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως." Οὐ μάτην ἔδειξεν ὁ Ἀριστοτέλης τὰ αἴτια καὶ τὰ αἰτιατὰ τὰ μὴ ἅμα ὑπάρχοντα καὶ τὰς γενέσεις αὐτῶν, ἤγουν τὴν τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους, μὴ συνεχεῖς εἶναι, ἀλλ’ ἵνα δείξῃ ταύτας ἐφεξῆς οὔσας. εἰ γὰρ συνεχεῖς ἦσαν, τὰ αἴτια τοῖς αἰτιατοῖς οὐκ ἀμέσως ἠκολούθησαν, οὔτε μὴν ἡ γένεσις τῇ γενέσει, ἀλλ’ ἐπ’ ἄπειρον μεταξὺ τούτων ἦν λαβεῖν μέσα, καὶ οὐδέποτε ἔστη ἡ τομὴ τῶν προτάσεων· ἀπὸ δὲ ἐμμέσων ἀπόδειξις οὐ γίνεται. ἐπεὶ δὲ αἱ γενέσεις τῶν αἰτίων καὶ αἰτιατῶν ἐφεξῆς εἰσι, τὰ δ’ ἐφεξῆς ἄμεσα, αἱ δ’ ἀποδείξεις ἐξ ἀμέσων, λοιπὸν ἄρα τοῖς αἰτιατοῖς τεθεῖσιν ἐξ ἀνάγκης ἀμέσως ἕπεται τὰ αἴτια. κἂν γὰρ ἐπὶ τῶν πραγμάτων προηγοῦνται αἱ γενέσεις τῶν αἰτίων τῶν γενέσεων τῶν αἰτιατῶν (πρῶτον γὰρ ὁ Σωφρονίσκος γέγονεν, εἶθ’ οὕτως ὁ Σωκράτης, καὶ πρῶτος ὁ θεμέλιος, εἶτα ἡ οἰκία), ἀλλ’ ἐν συλλογισμῷ πρῶτον ὀφείλεις λαμβάνειν τὴν τοῦ αἰτιατοῦ γένεσιν,1 ἵν’ οὕτως ἐξ ἀνάγκης ἕψοιτο ἡ τοῦ αἰτίου γένεσις· εἰ γὰρ Σωκράτης γέγονεν, ἐξ ἀνάγκης καὶ Σωφρονίσκος. ἐφεξῆς δέ φαμεν ὧν μεταξὺ οὐδέν ἐστιν ὁμογενές· οἷον ὁ Σωκράτης ἐφεξῆς ἵστασθαι τῷ Πλάτωνι ῥηθήσεται, εἰ μὴ μεταξὺ αὐτῶν μήτ’ ἄνθρωπος εἱστήκει μήτε ἵππος μήτε ἄλλο τι ὁμογενὲς αὐτοῖς. εἰ δέ τις ἐρεῖ ‘καὶ μὴν μεταξὺ αὐτῶν ἀήρ ἐστιν’, οὐ τὸν ῥηθέντα λόγον τῶν ἐφεξῆς ἀνατρέψει· οὐ γὰρ ὁ ἀὴρ ὁμογενής ἐστιν αὐτοῖς· ὁ γὰρ ἀὴρ οὐκ ἀνάγεται ὑπὸ γένος τὸ ζῷον ἀλλ’ ὑπὸ τὴν οὐσίαν τὴν ἄψυχον. περὶ μὲν οὖν τοῦ πῶς τὸ μέσον, ἤγουν τὸ αἴτιον, ἔχει ἐπὶ τῶν γενέσεων ἐφεξῆς οὐσῶν καὶ οὐ συνεχῶν ἐπὶ τοσοῦτον εἰρήσθω, ἤγουν ὅσον ἀνήκει τῇ προκειμένῃ πραγματείᾳ, εἴπομεν·2 ἀρκεῖ γὰρ ἐκ τούτων γνῶναι ὡς ἀμέσως τὰ αἴτια τοῖς αἰτιατοῖς ἕπεται. ἐν δὲ τῇ Φυσικῇ πλατύτερον περὶ αὐτῶν διδάξει.
“那么,关于生成如何依序发生。” 亚里士多德表明非同时存在的原因与结果及其生成——即索弗罗尼斯科斯的生成与苏格拉底的生成——不是连续的,并不是徒劳的,而是为了表明这些是依序的。因为如果它们是连续的,原因就不会无中介地随从结果,生成也不会[无中介地随从]生成,而在它们之间原本就可以取无限多个中项,并且前提的切分就永远不会止步;然而从有中介的前提是不会产生论证的。但是,既然原因与结果的生成是依序的,而依序的事物是无中介的,论证又是出自无中介的前提,那么接下来的推论就是,当结果被设定时,必然无中介地随从着原因。因为即使在事物的事情上,原因的生成先于结果的生成(因为首先是索弗罗尼斯科斯生成,然后苏格拉底才如此生成,首先是地基,然后才是房屋),但在三段论中,你必须首先取结果的生成,以便原因的生成如此必然地随之而来;因为如果苏格拉底已经生成,必然地索弗罗尼斯科斯也[已经生成]。我们说,凡其间没有任何同类之物的,就是依序的;例如,如果在苏格拉底与柏拉图之间既没有站着人,也没有站着马,也没有任何其他与他们同类之物,苏格拉底就会被说成是依序紧接着柏拉图站立。如果有人说‘可是他们之间有空气’,他并不会推翻关于依序之物的上述说法;因为空气与他们并非同类;因为空气并不归入动物这个属之下,而是归入无灵魂的实体之下。那么,关于在依序而非连续的生成中中项(即原因)如何成立,就说到这里为止吧,也就是说,凡属于眼前的专论的,我们都说了;因为由此足以认识到原因无中介地随从着结果。而在《自然学》中,他将更宽泛地讲授关于它们的事情。
"Ἀνάγκη γὰρ καὶ ἐν τούτοις, "Ἤγουν τοῖς αἰτίοις καὶ αἰτιατοῖς τοῖς μὴ ἅμα οὖσι, τὸ μέσον, ἤγουν τὸ αἰτιατόν, καὶ τὸ πρῶτον, ἤγουν τὸ αἴτιον, ἄμεσα εἶναι.3 λάβε γὰρ τὸ Α αἴτιον, ἤγουν θεμέλιον, τὸ δὲ Γ τὸ μέσον αἰτιατόν, ἤγουν τοῖχον, τὸ δὲ Δ τὸν ἐλάττονα ὅρον οἰκίαν· ἀμέσως γοῦν ἐπακολουθεῖ τῇ γενέσει τοῦ τοίχου ἡ τοῦ θεμελίου γένεσις καὶ τῇ τῆς οἰκίας ἡ τοῦ τοίχου· οἷον ἐπεὶ τὸ Γ γέγονεν, ἐξ ἀνάγκης καὶ τὸ Α ἐγένετο. ὡς ἐν συλλογισμῷ δὲ ἐλήφθη πρῶτον τὸ Γ, εἶτα τὸ Α· ἐπὶ δὲ τῆς γενέσεως τῶν πραγμάτων πρῶτον ἐγένετο τὸ Α· εἶτα τὸ Γ.
“因为在这些之中也是必然的,”即在非同时存在的原因与结果之中,中项(即结果)与第一项(即原因)必须是无中介的。因为取Α为原因,即地基,取Γ为中间的结果,即墙壁,取Δ为小项,即房屋;总之,基础的生成无中介地随从于墙壁的生成,而墙壁的生成[无中介地随从于]房屋的生成;正如既然Γ已经生成,必然地Α也已经生成。然而就三段论而言,首先取Γ,然后取Α;但在事物的生成上,则是首先生成了Α,然后生成了Γ。
- 2.118ἀλλ’ ἐν συλλογισμῷ πρῶτον ὀφείλεις λαμβάνειν τὴν τοῦ αἰτιατοῦ γένεσιν
该主句与前面的让步从句(κἂν γάρ...,“即使在实在事物的秩序中……”)形成对照,明确区分了自然生成的时间顺序(原因在先)与三段论推理的逻辑/认知顺序(从后生的结果必然倒推先行的原因)。
- 2.118ἐπὶ τοσοῦτον εἰρήσθω, ἤγουν ὅσον ἀνήκει τῇ προκειμένῃ πραγματείᾳ, εἴπομεν
此处是由第三人称完成时祈使语气(εἰρήσθω,“就说到这里吧”)与解释性的第一人称复数不定过去时重述(ἤγουν ὅσον... εἴπομεν,“也就是说,凡属于……我们都说了”)组合而成的注疏结语程式,标志着注解论题的收尾与过渡。
- 2.119Ἀνάγκη γὰρ καὶ ἐν τούτοις, Ἤγουν τοῖς αἰτίοις καὶ αἰτιατοῖς τοῖς μὴ ἅμα οὖσι, τὸ μέσον, ἤγουν τὸ αἰτιατόν, καὶ τὸ πρῶτον, ἤγουν τὸ αἴτιον, ἄμεσα εἶναι.
斐洛庞努斯补充了引文(lemma)中的省略结构。这是由无人称短语 ἀνάγκη [ἐστίν] 统领的带不定式的宾格结构:宾格主语为 τὸ μέσον(中项)与 τὸ πρῶτον(第一项),述谓不定式为 ἄμεσα εἶναι(是无中介的),各 ἤγουν 短语以同位语形式指明其具体所指。
