← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§389.30-391.5

原因与结果生成之间时间连续性的否定

注疏亚里士多德《后分析篇》95a39–95b1,探讨原因的生成与结果的生成之间是否存在时间上的连续性这一疑难。斐洛庞奴斯论证指出,已生成的事件是类似于点的不可分界限,而界限与界限之间、未完成的生成与界限之间都无法构成连续体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.113

" Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι." Μετὰ τὸ γενέσθαι γὰρ τὸν Σωφρονίσκον, εἴτε ὡρισμένον τινὰ χρόνον λάβῃς, ὡς μετὰ δέκα ἔσται χρόνους ὁ Σωκράτης γενησόμενος, εἴτε καὶ ἀόριστον λάβῃς τὸν χρόνον, ὡς μετὰ παραδρομὴν χρόνων ἔσται ὁ Σωκράτης, ψεύδεται ὁ λέγων ἐν τῷ μεταξὺ χρόνων τῶν εἴκοσιν ἔσται ὁ Σωκράτης’.

“此外,[时间]也不可能是并不确定的。” 因为在索弗罗尼斯科斯生成之后,无论你取某个被确定的时间,如在十个时间段之后苏格拉底将要生成,抑或取该时间为不确定的,如在一段时间流逝之后苏格拉底将存在,在那二十个时间段的中间说“苏格拉底将存在”的人都是说得虚假的。

§2.114

"Ἐπισκεπτέον δὲ τί τὸ συνέχον." Τὸ προκείμενον ζήτημα τοῖς περὶ κινήσεως λόγοις ἐστὶν οἰκειότερον, ἔνθα καὶ πλατύτερον περὶ τῆς γενέσεως διαλαμβάνει, ἐν τῷ τετάρτῳ τῆς Φυσικῆς ἀκροάσεως. ἐνταῦθα δὲ μικρόν τι παρεκβὰς ἀφ’ ὧν ἔλαβε παραδίδωσι τὴν τῶν αἰτίων καὶ αἰτιατῶν ἀκολούθησιν. καὶ ἐπειδὴ διαφέρειν ἔλεγε τὰ αἴτια κατὰ τὸν χρόνον (ἢ γὰρ ὡς ὄντα ἀποδίδονται τὰ αἴτια ἢ ὡς γεγονότα καὶ τὰ ἑξῆς), ἐπειδὴ μετὰ τὴν τῶν τοιούτων αἰτίων γένεσιν τὰ αἰτιατὰ ὁρῶμεν γινόμενα, οἷον μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου ὁρῶμεν ὕστερον ἐπακολουθοῦσαν καὶ τὴν τοῦ Σωκράτους γένεσιν ἢ μετὰ τὴν γένεσιν τῆς ἁρπαγῆς τῆς Ἑλένης ἐπακολουθοῦσαν τὴν γένεσιν τῆς κατασκαφῆς τοῦ Ἰλίου, ζητεῖ πότερον αἱ γενέσεις τῶν αἰτίων καὶ αἰτιατῶν συνεχεῖς εἰσιν, ὥστε μετὰ τὸ γενέσθαι τὸν Σωφρονίσκον ἐπακολουθεῖν τὸ γίνεσθαι τὸν Σωκράτην, ἐν τοῖς πράγμασι τοῖς ἐν γενέσει καὶ φθορᾷ οὖσι καὶ ἔστι δή τι συνέχον αὐτάς, ἤγουν ἔστι τις ὅρος καθ’ ὃν συνεχίζονται αἱ δύο αὗται γενέσεις, τοῦ αἰτίου φημὶ καὶ τοῦ αἰτιατοῦ. ἐν ἐρωτήσει γοῦν τὸν λόγον προαγαγὼν μετὰ σφοδρότητος τὴν ἀπορίαν οὐ παραδέχεται λέγων ‘ἢ δῆλον ὅτι οὐκ ἔστι τις ὅρος συνεχίζων ταύτας τὰς γενέσεις’.1 καὶ κατασκευάζει τοῦτο οὕτως· τὰ πέρατα οὐ συνεχίζονται· πέρας δὲ τῆς γραμμῆς ἡ στιγμή· στιγμὴ γοῦν στιγμῇ οὐ συνεχίζεται οὐδὲ ἐξέχεται. συνεχῆ γάρ φαμεν ὧν τὰ πέρατα ἅμα·2 εἰ γοῦν αἱ στιγμαὶ ὡς πέρατα ἀμερεῖς εἰσι καὶ ἀδιαίρετοι, εἰ δώσομεν ταύτας ἔχεσθαι ἀλλήλων καὶ συνεχίζεσθαι, συνεχῆ δέ εἰσιν ὧν τὰ πέρατα ἅμα, λοιπὸν διδόαμεν ταύτας καὶ πέρατα ἔχειν. καὶ εἰ ἡ στιγμὴ πέρας ἔχει, τὸ δὲ πέρας ἕτερον τοῦ οὗ ἐστι πέρας, ἔσται ἄρα ἡ στιγμὴ μεμερισμένη καὶ διαιρετὴ εἴς τε τὸ πέρας καὶ εἰς τὸ περατούμενον δι’ αὐτοῦ, ὅπερ ἄτοπον. τούτῳ τῷ ἐπιχειρήματι χρώμενος δείκνυσιν ἀδύνατον εἶναι γινόμενον πρᾶγμα καὶ μήπω τελειωθὲν καὶ ἀπαρτισθὲν καὶ τὸ οἰκεῖον εἶδος λαβὸν ἐχόμενον εἶναι καὶ συνεχὲς τῷ γεγονότι. πῶς γὰρ ἡ τοῦ Σωκράτους γένεσις ἔσται συνεχὴς τῇ τοῦ Σωφρονίσκου γενέσει; ὁ μὲν γὰρ Σωφρονίσκος γέγονεν, ὁ δὲ Σωκράτης ὡς γινόμενον ἔτι κυοφορεῖται ἐν τῇ μήτρᾳ τῆς μητρός. τὸ οὖν γεγονὸς πέρας ἐστὶ καὶ ἀμερές. πῶς οὖν τὸ πέρας συνεχισθήσεται τῷ γινομένῳ; εἰ γὰρ δώσομεν συνεχίζεσθαι τούτῳ, ἕξει τὸ γεγονός, ὃ ἐστι πέρας, ἕτερον πέρας περατούμενον ὑπ’ αὐτοῦ, καὶ ἔσται διαιρετὸν καὶ μεμερισμένον τὸ πέρας, ὡς καὶ ἐπὶ τῆς στιγμῆς δέδεικται. εἰ γοῦν δύο γεγονότα ἀδύνατον συνεχίζεσθαι ἀλλήλοις (πέρατα γάρ εἰσιν, ὡς εἴπομεν), εἰ γοῦν τὰ ὁμόγονα καὶ ὁμόχρονα οὐ συνεχίζονται, πῶς συνεχισθήσεται τὸ γινόμενον τῷ γεγονότι, καὶ ταῦτα μὴ ὁμόγονον ὂν αὐτῷ; ἀλλὰ ῥητέον πῶς τὸ γεγονός ἐστι πέρας καὶ τὸ κίνημα. ὡς γὰρ τῆς κινήσεως γινομένης ἡ ἀκαριαία καὶ βραχυτάτη παῦλα τῆς κινήσεως λέγεται κίνημα πέρας ὂν τῆς κινήσεως ἀμερές, οὕτω καὶ ἡ παῦλα τῆς γινομένης οἰκίας (ἔστι δὲ ἡ ἀθρόα ἀπάρτισις τῆς ὅλης οἰκίας) λέγεται γεγονὸς καὶ ἔστι πέρας τῆς γενέσεως.

“但必须考察,是什么将[它们]连结在一起。” 眼前的这项探究更适合于关于运动的论述,在那里,即在《自然学听友》第四卷中,他也更宽泛地探讨了生成。但在这里,他从自己所采用的论点稍作偏离,阐述了原因与结果的随从关系。既然他曾说过原因依时间而有所不同(因为原因要么作为存在着的事物被给出,要么作为已经生成的事物,依此类推),又既然在诸如此类的原因生成之后我们看到结果生成——例如在索弗罗尼斯科斯生成之后,我们看到苏格拉底的生成也在后随之而来,或者在劫夺海伦这一事件生成之后,随之而来的是夷平伊利昂这一事件的生成——他遂探究在处于生成与毁灭之中的事物里,原因与结果的生成是否是连续的,以致在索弗罗尼斯科斯生成之后,接着发生苏格拉底正在生成,并且确实存在某种将它们连结在一起的东西,也就是说,是否存在某种界限,根据它这两种生成(我指的是原因的生成与结果的生成)被连续化。于是,他以提问的形式推进论证,极为坚决地排除了这一疑难,说道:“抑或显然不存在任何将这些生成连续化的界限?”他如下论证这一点:界限之间并不连续化;而线的界限是点;因此点与点既不连续化,也不相毗连。因为我们说,凡其界限重合在一起的,都是连续的;那么,如果点作为界限是没有部分的且不可分割的,如果我们承认它们彼此相接并连续化,而界限重合在一起的又是连续的,那么剩下的推论就是我们承认它们也有界限。并且,如果点拥有界限,而界限又不同于以它为界限的那个事物,那么点就将被分割并可分为界限以及由它所界定的事物,这是荒谬的。他使用这个论证表明,一件正在生成、尚未完成完备、尚未获得其自身形相的事物,不可能与已经生成者相接并与其连续。因为苏格拉底的生成怎能与索弗罗尼斯科斯的生成连续呢?因为索弗罗尼斯科斯已经生成,而苏格拉底作为正在生成者仍孕育在母亲的子宫中。因此,已经生成者是界限,是没有部分的。那么界限又怎能与正在生成者连续化呢?因为如果我们承认与此连续化,那么作为界限的已生成者就将拥有被它所界定的另一界限,并且界限就将成为可分的和被分割的,正如在点的情况中所展示的那样。因此,如果两件已经生成的事物不可能彼此连续化(因为如我们所说,它们是界限),如果同类且同时的事物尚且不连续化,那么正在生成者又怎能与已经生成者连续化呢,何况它与它还并非同类?但是必须说明,已经生成者与运动的界止如何是界限。因为正当运动发生时,运动那一瞬间且极短暂的停顿被称为运动的界止,是运动的一个不可分的界限,同样,正在生成的房屋的停顿(即整个房屋的一齐完成)也被称为已经生成者,并且是生成的界限。

语法注2 条
  1. 2.114ἐν ἐρωτήσει γοῦν τὸν λόγον προαγαγὼν μετὰ σφοδρότητος τὴν ἀπορίαν οὐ παραδέχεται λέγων ‘ἢ δῆλον ὅτι οὐκ ἔστι τις ὅρος συνεχίζων ταύτας τὰς γενέσεις’

    分词 προαγαγών 表示让步或伴随状况,依附于主动词 οὐ παραδέχεται(“虽然以提问形式推进论述,却不接受该疑难”)。引文中的 ἢ 引出一个对立的或反诘性的主张(“抑或……难道不是显而易见吗”)。

  2. 2.114συνεχῆ γάρ φαμεν ὧν τὰ πέρατα ἅμα

    这是一个定义句构,关系代名词 ὧν 的先行词(“凡其界限重合在一起的[那些事物]”)被省略。该定义源自亚里士多德《自然学》卷五,主谓关系为“凡其界限重合在一起者(ὧν τὰ πέρατα ἅμα)是连续的(συνεχῆ)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:389.30-391.5