← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§388.3-389.29

从结果到原因的推论与时间次序

斐洛庞努斯注解《后分析篇》95a27–35,论证在时间上非并存的原因与结果中,尽管在实在生成上次序是原因在先,但必然的推论必须从作为后继者的结果出发推向先在的原因,并通过过去、现在与将来的事例以及确定与不确定的时间间隔对此加以阐明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.108

" Ἔστι δὴ ἀπὸ τοῦ ὕστερον γεγονότος ὁ συλλογισμός." Ταῦτα ἐπαπορήσας φησίν, εἰ καὶ τὸ προγενέστερον ἀνάγκη πρῶτον ὑπάρχειν τοῦ αἰτιατοῦ1 ἐπὶ τῆς τῶν πραγμάτων γενέσεως (πρῶτον γὰρ δεῖ εἶναι τὸν Σωφρονίσκον, εἶτ’ ἐξ αὐτοῦ τὸν Σωκράτην γενέσθαι, καὶ πρῶτον λίθους καὶ ξύλα, εἶθ’ οὕτως οἰκίαν), εἰ γοῦν καὶ ἐπὶ τῆς τῶν πραγμάτων γενέσεως ἀνάγκη προϋπάρχειν τὰ αἴτια τῶν αἰτιατῶν, ἀλλ’ οὖν ἐν τῷ συλλογισμῷ δεῖ προλαμβάνειν τὰ ὕστερα, ἵν’ οὕτως ἐξ ἀνάγκης ἐπακολουθήσῃ τὸ πρότερον· εἰ γὰρ ἄρξεταί τις ἀπὸ τοῦ προτέρου, ἡ τοῦ ὑστέρου ἀκολούθησις ἐξ ἀνάγκης οὐ γίνεται. ἔστι δὴ ὁ συλλογισμὸς ἀρχόμενος ἀπὸ τοῦ ὕστερον γεγονότος, ἵν’ οὕτως ἐξ ἀνάγκης ἕψηται τὸ πρότερον. πλὴν κἂν ἐν συλλογισμῷ ἀπὸ τοῦ ὕστερον ἀρχώμεθα, ἀλλ’ οὐ δεῖ οἴεσθαι διὰ τοῦτο τὸ ὕστερον αἴτιον εἶναι τοῦ προτέρου· καὶ γὰρ καὶ τούτων τῶν αἰτιατῶν ἐπὶ τῆς τῶν πραγμάτων γενέσεως ἀρχαί εἰσι καὶ αἴτια τὰ προγεγονότα, τὰ προγενέστερα δηλαδή.

“因此,推论是从后生成的[事物]出发的。” 在提出了这些疑难之后他说:即便在事物的生成中,更先生成者必然先于结果而存在(因为必须先有索弗罗尼斯科斯,然后苏格拉底才由他而生成;且必须先有石块与木料,然后才如此有房屋),即使总之在事物的生成中原因必然先于结果而存在,然而在推论中,必须预先取得后继者,以便更先者能够如此出于必然地随之而来;因为如果有人从更先者开始,后继者的随从关系就不是出于必然产生的。因此,推论是从后生成者开始的,以便更先者能够如此出于必然地随之而来。不过,即使在推论中我们从后继者开始,但也不应当因此认为后继者是更先者的原因;因为在事物的生成中,对于这些结果而言,本原与原因同样是那些预先生成的事物,显即那些更先生成的事物。

§2.109

"Διὸ καὶ ἐπὶ τῶν γινομένων ὡσαύτως." Ἤγουν ὥσπερ ἐπὶ τῶν γεγονότων συλλογιζόμενοι ἀπὸ τοῦ ὑστέρου ἀρχόμεθα, οὕτω καὶ ἐπὶ τῶν γινομένων καὶ ἐσομένων συλλογιζόμενοι ἀπὸ τοῦ ὑστέρου ὀφείλομεν ἄρχεσθαι. ἀπὸ δὲ τοῦ προτέρου εἴ τις ἄρξεται, οὐκ ἐξ ἀνάγκης ἕψεται καὶ τὸ ὕστερον· οἷον ἐπεὶ τόδε γέγονεν, ἤγουν ὁ Σωφρονίσκος, ἀνάγκη καὶ τόδε γενέσθαι, ἤγουν τὸν Σωκράτην.

“因此在正在生成的事物中也同样如此。” 也就是说,正如对于过去生成的事物,我们在推论时从后继者开始一样,对于正在生成的事物和将要生成的事物,我们在推论时也应当从后继者开始。但如果有人从更先者开始,后继者并不必然随之而来;例如,既然此物(即索弗罗尼斯科斯)生成了,此物(即苏格拉底)也必然生成。

§2.110

"Καὶ ἐπὶ τοῦ ἔσεσθαι ὡσαύτως." Ἤγουν ἀπὸ τοῦ ὑστέρου ἄρχου τοῦ συλλογίζεσθαι· οἷον εἰ Σωκράτης ἔσται, ἐξ ἀνάγκης ἔσται καὶ Σωφρονίσκος.

“在将要存在的事物中也同样如此。” 也就是说,推论要从后继者开始;例如,如果苏格拉底将要存在,出于必然索弗罗尼斯科斯也将要存在。

§2.111

"Οὔτε γὰρ ἀορίστου οὔθ’ ὁρισθέντος." Γυμνάζει τὸν λόγον ἐπὶ τῶν γεγονότων, καὶ ὑποτίθησι γεγονότα καὶ τὸν Σωκράτην καὶ τὸν Σωφρονίσκον. καὶ φησίν, εἰ ἐφ’ ὧν καὶ τὸ αἴτιον καὶ 〈τὸ〉 αἰτιατὸν ἔφθασαν γενέσθαι, ἀπὸ τῶν ὑστέρων δεῖ ἄρχεσθαι τὸν συλλογισμόν, πολλῷ μᾶλλον ἐπὶ τῶν ἐσομένων ἀπὸ τῶν ὑστέρων δεῖ ἄρχεσθαι· εἰ γὰρ ὁ Σωκράτης ἐγένετο, ἀνάγκη καὶ τὸν Σωφρονίσκον γενέσθαι. ἀπὸ δὲ τοῦ προτέρου εἰ ἄρχεταί τις, δόξει μὲν ἀληθεύειν ὁ τοῦτο λέγων διὰ τὸ [μὴ] ἐπακολουθεῖν τὸ ὕστερον τοῦ προτέρου τεθέντος,2 ἀλλ’ οὐ καθ’ αὐτὸ ἀληθεύει ἀλλὰ κατὰ συμβεβηκός· καθὸ γὰρ ἀπέβη τὸ πρᾶγμα καὶ ἐγένετο, δοκεῖ ἀληθεύειν ὁ ἀπὸ τοῦ προτέρου ἀρχόμενος. εἰ γὰρ μὴ διὰ τὴν ἀπόβασιν ἀληθὴς ἦν ὁ λόγος οὗτος, ἔδει ἀεὶ ἀληθεύειν, εἴτε ὡρισμένος κεῖται ὁ χρόνος εἴτε ἀόριστος, καθ’ ὃν μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου ὁ Σωκράτης ἐγένετο. μετὰ γὰρ τὴν γένεσιν τοῦ Σωφρονίσκου ὑπόθες ἢ μετὰ δέκα ἢ εἴκοσι χρόνους γενέσθαι τὸν Σωκράτην, ἢ εἰ βούλει, ἀορίστως εἰπὲ ὅτι μετὰ παραδρομὴν χρόνων ὁ Σωκράτης ἐγένετο. εἰ γοῦν καθ’ αὑτὸ ἠλήθευεν ὁ λέγων μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου γενέσθαι τὸν Σωκράτην, ἠλήθευεν ἂν τοῦτο λέγων καὶ ἐν τῷ μεταξὺ χρόνῳ τοῦ ὡρισμένου χρόνου.3 ἀλλὰ μὴν οὐκ ἀληθεύει· εἴτε γὰρ ὁ χρόνος ὁρισθείη εἴτε ἀόριστος ληφθείη, καθ’ ὃν ὁ Σωκράτης ἐγένετο μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν, ὡς ἐπεὶ ὁ Σωφρονίσκος ἐγένετο, ἀληθὲς γεγονέναι καὶ τὸ ὕστερον, ἤγουν τὸν Σωκράτην· ἐν γὰρ τῷ μεταξὺ χρόνῳ τοῦ ὁρισθέντος χρόνου ψεῦδός ἐστι τὸ λέγειν γενέσθαι τοῦτον, ἤγουν τὸν Σωκράτην, θατέρου γεγονότος, ἤγουν διὰ τὸ γενέσθαι τὸν Σωφρονίσκον.

“因为无论在不确定的[时间]还是在被确定的[时间]中[都不是]。” 他在过去生成的事物上展开论证,并假定苏格拉底与索弗罗尼斯科斯二者都已生成。他说:如果在原因与结果都已生成的事物中,推论必须从后继者开始,那么在将要生成的事物中,就更应当从后继者开始;因为如果苏格拉底生成了,索弗罗尼斯科斯也必然生成了。但如果有人从更先者开始,这样说的人由于在更先者被设定之后后继者确实随之发生,固然看似说得真实,但并非就自身而言真实,而是凭偶性而言真实;因为只是就事情最终如此实现且确实生成而言,从更先者开始的人才看似说得真实。因为如果这个言论不是由于结局而是真的,那么无论在索弗罗尼斯科斯生成之后苏格拉底生成的那个时间是被确定的还是不确定的,它都应当始终是真的。因为在索弗罗尼斯科斯生成之后,假设苏格拉底是在十个或二十个时间段之后生成的,或者如果你愿意,不确定地说苏格拉底是在一段时间流逝之后生成的。因此,如果说在索弗罗尼斯科斯生成之后苏格拉底生成的人是就自身而言说得真实,那么他在被确定的时间段的中间时间里说这话也本该是真实的。然而他并不是真实的;因为无论苏格拉底在索弗罗尼斯科斯生成之后生成的那个时间是被确定的还是取为不确定的,说“既然索弗罗尼斯科斯生成了,后继者即苏格拉底也生成了乃是真的”,这并不是真的;因为在被确定的时间的中间时间里,说因为另一方生成了(即因为索弗罗尼斯科斯生成了)此人(即苏格拉底)就已经生成,这是虚假的。

§2.112

"Ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἐσομένων." Καὶ γὰρ ἐπὶ τούτων οὐ δεῖ ἀπὸ τῶν πρώτων, τῶν γεγονότων, ἄρχεσθαι· οὐ γὰρ ἐπειδὴ γέγονε Σωφρονίσκος, ἐξ ἀνάγκης ἔσται Σωκράτης· ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ὑστέρου, ἤγουν τοῦ ἐσομένου, ἀρκτέον· οὕτω γὰρ ἀκολουθήσει ἐξ ἀνάγκης τὸ προγεγονός· οἷον εἰ κατεσκάφη τὸ Ἴλιον, ἐξ ἀνάγκης ἡ Ἑλένη ἡρπάγη. Τὸ γὰρ μέσον, ἤγουν τὸ αἴτιον, ὁμόγονον δεῖ εἶναι τῷ αἰτιατῷ, ἤγουν ὁμόχρονον·4 τῶν γὰρ γενομένων πραγμάτων καὶ τὸ αἴτιον ἔσται γενόμενον καὶ καθεξῆς. ἐπὶ δὲ τοῦ γεγονέναι καὶ τοῦ ἔσται οὐκ ἐνδέχεται εἶναί τι ὁμόγονον· τὸ γὰρ γεγονὸς πῶς ἔσται τῷ ἐσομένῳ ὁμόγονον, εἴγε τὸ μὲν παρεληλυθότος ἐστὶ χρόνου τὸ δὲ μέλλοντος;

“同样的道理也适用于将要存在的事物。” 因为在这些事物中,也不应当从最初的事物即已经生成的事物开始;因为绝不是既然索弗罗尼斯科斯生成了,苏格拉底就出于必然将要存在;相反,必须从后继者即将来存在者开始;因为唯有如此,预先生成者才会出于必然随之而来;例如,如果伊利昂被夷平了,海伦就必然被劫夺了。因为中项即原因必须与结果同类,即同时;因为对于过去生成的事物,原因也必然是过去生成的,依此类推。但在已经生成与将要存在之间,不可能有任何同类的东西;因为如果一个属于过去的时间而另一个属于未来的时间,已经生成者又怎能与将要存在者同类呢?

语法注4 条
  1. 2.108Ταῦτα ἐπαπορήσας φησίν, εἰ καὶ τὸ προγενέστερον ἀνάγκη πρῶτον ὑπάρχειν τοῦ αἰτιατοῦ

    在主要动词 φησίν 之后的句式为一个破格长句:由 εἰ καὶ ...(“即使……”)引导的让步从句在插入具体的括号式例证后,被 εἰ γοῦν καὶ ... 重新提起,最终由主句(后承)ἀλλ’ οὖν ἐν τῷ συλλογισμῷ δεῖ ...(“然而在推论中必须……”)承接收束。

  2. 2.111διὰ τὸ [μὴ] ἐπακολουθεῖν τὸ ὕστερον τοῦ προτέρου τεθέντος

    底本用方括号标出删除的 μὴ 在语境中是不必要的,因为此处正在解释为何人们“看似”说了真话(因为历史上后继者确实发生了)。τοῦ προτέρου τεθέντος 是独立属格结构,在冠词带不定词结构 τὸ ἐπακολουθεῖν τὸ ὕστερον 中充当时间或条件状语(“一旦先在者被设定,后继者便随之而来”)。

  3. 2.111ἠλήθευεν ἂν τοῦτο λέγων καὶ ἐν τῷ μεταξὺ χρόνῳ τοῦ ὡρισμένου χρόνου

    直陈式过去未完成时 ἠλήθευεν 与 ἄν 连用,构成过去与事实相反的条件句后承。承接前面的假设 εἰ καθ’ αὑτὸ ἠλήθευεν,表示“若是就自身而言为真,那么即使在中间时间里这样说也本该是真的”,以此揭示该推论并非就自身必然成立。

  4. 2.112ὁμόγονον δεῖ εἶναι τῷ αἰτιατῷ, ἤγουν ὁμόχρονον

    斐洛庞努斯随即用 ἤγουν ὁμόχρονον(“即同时的”)对 ὁμόγονον(字面意为“同族的/同类的”)作出解释,表明在此亚里士多德是指中项(原因)与结果在时间维度上的并存与对等性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:388.3-389.29