← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§386.20-388.2

与结果并存的形式因与非并存原因的推论

斐洛庞诺解释了与结果并存且可换位的形式因,辨析了本义证明与基于证据的证明(95a22),随后探讨了在时间上先行于结果的非并存原因(质料因与动力因)及其缺乏必然随从关系的特性,以及在连续时间中对生成原因的考察(95a24–25)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.105

" Τὸ μὲν οὖν οὕτως αἴτιον." Περὶ αἰτίου λέγει ἐνταῦθα εἰδικοῦ, ὅπερ ἅμα ἐστὶ τῷ αἰτιατῷ. καὶ ἐξ ἀνάγκης γίνεται ἡ ἀκολούθησις τοῦ τε αἰτίου καὶ τοῦ αἰτιατοῦ, ὅθεν ἄν τις ἄρξηται, ἤγουν εἴτε ἀπὸ τοῦ αἰτίου εἴτε ἀπὸ τοῦ αἰτιατοῦ· ἀντιστρέφουσι γὰρ πρὸς ἄλληλα. εἰ γὰρ τὸ ὕδωρ πέπηγε δι’ ἔκλειψιν τοῦ θερμοῦ, ἀνάγκη καὶ κρύσταλλον γενέσθαι, καὶ εἰ κρύσταλλος γέγονεν, ἀνάγκη καὶ ἔκλειψιν θερμοῦ γενέσθαι πηχθέντος τοῦ ὕδατος. πλὴν εἰ καὶ ἐξ ἀνάγκης ἡ ἀκολούθησις τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ γίνεται, ὅθεν ἄν τις ἄρξηται, εἴτε ἀπὸ τοῦ αἰτίου εἴτε ἀπὸ τοῦ αἰτιατοῦ, ἀλλ’ οὖν διαφορά ἐστιν ἐν αὐτοῖς αὕτη· εἰ μὲν γὰρ τοῦ αἰτίου τεθέντος ἕψεται τὸ αἰτιατόν, ἔστι κυρίως ἀπόδειξις, διότι καὶ ἡ ἀπόδειξις ἐκ προτέρων καὶ αἰτίων γίνεται· εἰ δὲ τοῦ αἰτιατοῦ τεθέντος ἕψεται τὸ αἴτιον, γίνεται τεκμηριώδης ἀπόδειξις. ἐκ γὰρ τῶν ὑστέρων ὁ συλλογισμὸς προέβη· ἡ δὲ τοιαύτη ἀπόδειξις ἡ ἐκ τῶν ὑστέρων δεύτερα μέτρα φέρει ἀποδείξεως1 ὡς ταύτης ἐκπίπτουσα. ἐδίδαξε δὲ πρότερον περὶ τοῦ εἰδικοῦ αἰτίου, διότι καὶ ἀρχὴ ἐρρέθη εἶναι ἄμεσος, ἤγουν πρότασις, ἢ διότι ἐν τῷ παρόντι βιβλίῳ περὶ τοῦ εἰδικοῦ αἰτίου ζητοῦμεν, εἴτε δυνατόν ἐστιν ἀπόδειξιν αὐτοῦ γενέσθαι εἴτε καὶ μή.

“因此,这样[存在]的原因。” 在此他谈论的是形式因,它是与结果并存的。无论人们从何处开始,即无论从原因还是从结果开始,原因与结果的随从关系都是出于必然地产生的;因为它们彼此可以换位。因为如果水因热的消失而凝固,那么也必然产生冰;如果冰产生了,那么水凝固后也必然产生了热的消失。然而,即使无论人们从何处开始(无论从原因还是从结果),原因与结果的随从关系都是出于必然地产生的,但它们之间仍然存在如下差异:如果设定了原因之后结果随之而来,这便是本义上的证明,因为证明也是从更先者与原因出发产生的;但如果设定了结果之后原因随之而来,这就成了基于证据的证明。因为推论是从后继者出发前进的;而这种从后继者出发的证明由于偏离了本义的证明,因而只占据证明的第二位。他之所以先讲授形式因,要么是因为形式因也被说成是直接的本原(即前提),要么是因为在本书中我们正在探究形式因,探究对它的证明是否可能产生。

§2.106

"Ἐπὶ δὲ τῶν μὴ ἅμα." Αἴτια λέγει μὴ ἅμα ὄντα τοῖς αἰτιατοῖς ἀλλὰ προηγούμενα αὐτῶν κατὰ τὸν χρόνον τὸ ὑλικὸν καὶ ποιητικόν· καὶ γὰρ καὶ οἱ λίθοι καὶ τὰ ξύλα ὑλικὰ αἴτιά εἰσι προϋπάρχοντα τῆς οἰκίας καὶ τὰ τέσσαρα στοιχεῖα τῶν σωμάτων· ὁ δὲ Σωφρονίσκος ποιητικὸν αἴτιον προϋπάρχον τοῦ Σωκράτους, καὶ ἡ τῆς Ἑλένης ἁρπαγὴ ποιητικὸν αἴτιόν ἐστι προηγούμενον τοῦ αἰτιατοῦ, τῆς τοῦ Ἰλίου δηλονότι κατασκαφῆς. ἐπὶ γοῦν τῶν τοιούτων αἰτίων τῶν μὴ ἅμα ὑπαρχόντων τοῖς αἰτιατοῖς οὐ γίνεται ἀναγκαία ἡ ἀκολούθησις, ὅθεν ἄν τις ἄρξηται. εἰ μὲν γὰρ ἀπὸ τοῦ προτέρου, τοῦ αἰτίου, ἄρξεταί τις, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει καὶ τὸ αἰτιατόν, ὅ ἐστιν ὕστερον· οὐ γὰρ εἰ λίθοι καὶ ξύλα εἰσίν, ἀνάγκη καὶ οἰκίαν εἶναι, οὐδὲ εἰ Σωφρονίσκος ἐστίν, ἀνάγκη καὶ τὸν Σωκράτην εἶναι. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον. ἐπὶ δὲ τῶν αἰτίων τῶν μὴ ἅμα θεωρουμένων τοῖς αἰτιατοῖς, ἤγουν τοῦ ποιητικοῦ καὶ τοῦ ὑλικοῦ.

“但在非并存的事物中。” 他所说的不与结果并存而在时间上先于结果的原因,是指质料因与动力因;因为石块与木料确实是先于房屋而存在的质料因,四大元素是物体的质料因;而索弗罗尼斯科斯是先于苏格拉底而存在的动力因,劫夺海伦是先于结果(显即伊利昂的夷平)的动力因。总之,在这些不与结果并存的原因中,并非无论人们从何处开始,随从关系都是必然的。因为如果有人从先在者即原因开始,作为后继者的结果并不必然随之而来;因为绝不是如果有了石块与木料,就必然也有房屋,也不是如果有了索弗罗尼斯科斯,就必然也有苏格拉底。但文本本身也须加以考察:“但在不与结果一同被考察的原因中,即动力因与质料因中”。

§2.107

"Ὥσπερ δοκεῖ ἡμῖν." Ἤγουν ὥσπερ καὶ ἡμεῖς δοξάζομεν ταῦτα μὴ ἅμα τοῖς αἰτιατοῖς θεωρεῖσθαι, ζητοῦμεν ἆρα ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ τοῦ τόδε γενέσθαι, ἤγουν οἰκίαν, ἕτερον ἀποδοῦναι αἴτιον γενόμενον,2 ἤγουν τὸ εἶναι λίθους καὶ ξύλα, καὶ τῆς ἐσομένης οἰκίας ἕτερον ἐσόμενον αἴτιον, ἤγουν ἐσόμενα ξύλα καὶ λίθους, καὶ τοῦ γίνεσθαι οἰκίαν αἴτιον, εἴ τι ἔμπροσθεν ἐγένετο, ἤγουν [ἢ] τὰ προγεγονότα, εἴτε τοῖχον εἴτε θεμέλια εἴτε λίθους εἴτε ξύλα εἴποι τις. πᾶσα δὲ γένεσις καὶ κίνησις ἐν χρόνῳ ἐστίν. ὁ δὲ χρόνος ἐστὶ συνεχὴς οὕτως, διότι μέτρον ἐστὶ κινήσεως οὗτος, ἤγουν μετρούμενος ὑπὸ τῆς κινήσεως τοῦ ἡλίου, ἥτις κύκλῳ γίνεται· ἡ δὲ κύκλῳ κίνησις συνεχής ἐστι καὶ ἀδιάκοπος. ἡ δὲ κατ’ εὐθεῖαν κίνησις διακόπτεται· τὸ γὰρ κινούμενον κατ’ εὐθεῖαν κινεῖται, ἔστ’ ἂν καταλάβῃ τὸν οἰκεῖον τόπον, εἶθ’ οὕτως ἠρεμεῖ. κατ’ εὐθεῖαν δὲ κινήσεις εἰσὶν ἥ τε ἄνω καὶ κάτω· κινεῖται γὰρ τὸ πῦρ, ἔστ’ ἂν καταλάβῃ τὸν αἰθέρα, εἶτα ἠρεμεῖ· καὶ ὁ λίθος κινεῖται κάτω, ἔστ’ ἂν καταντήσῃ εἰς τὴν γῆν.

“正如我们所认为的。” 也就是说,正如我们也认为这些原因并不与结果一同被考察一样,我们探究:在连续的时间中,对于此物的已经生成(即房屋),是否能够给出另一个已经生成的原因(即石块与木料的存在);对于将要生成的房屋,是否能够给出另一个将要生成的原因(即将来会有的木料与石块);以及对于房屋的正在生成,是否能够给出先前生成的某种东西作为原因(即先前发生的事物,无论人们说的是墙垣、地基、石块还是木料)。而一切生成与运动都在时间之中。时间之所以是如此连续的,是因为时间是运动的量度,即被太阳那圆周式的运动所量度;而圆周运动是连续且不间断的。但直线运动则是中断的;因为沿直线运动的事物持续运动,直到占据其本有的处所,然后便如此静止下来。直线运动分为向上与向下两种:因为火持续运动直到占据以太,然后静止;而石块则向下运动,直到抵达大地。

语法注2 条
  1. 2.105δεύτερα μέτρα φέρει ἀποδείξεως

    熟语表达(δεύτερα φέρω),原意为“获得第二名”或“居于次位”。此处后接分词短语 ὡς ταύτης ἐκπίπτουσα(“因偏离本义证明”),表明从结果推知原因的推论相较于第一等的严格证明仅处于次要地位。

  2. 2.107τοῦ τόδε γενέσθαι, ἤγουν οἰκίαν, ἕτερον ἀποδοῦναι αἴτιον γενόμενον

    不定词 ἀποδοῦναι 的句法构造。冠词引导的属格 τοῦ τόδε γενέσθαι 起限定/说明作用(“对于此事物的已经生成”),而 ἕτερον... αἴτιον γενόμενον(“另一个已经生成的原因”)则是 ἀποδοῦναι 的直接宾格宾语。后文并列的 τῆς ἐσομένης οἰκίας 和 τοῦ γίνεσθαι οἰκίαν 亦以相同的方式作为限制性属格出现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:386.20-388.2