← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§385.3-386.19

技艺中的目的因与中项随时间的变化

斐洛庞奴阐明了在人工制品中起支配作用的是目的因而非必然(质料),并在医术和航海术等推测性技艺中区分了运气与目的因;随后他探讨了中项即原因随时间(现在、过去、将来)相应改变,但在形式上保持同一的定理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.101

" Οὐδ’ ἐξ ἀνάγκης." Ἀνάγκην, ὡς εἴπομεν, λέγει τὴν ὕλην. ὕλη δὲ τοῦ ἀνδριαντοποιοῦ ὁ χαλκός, τῆς δὲ οἰκίας οἱ λίθοι καὶ τὰ ξύλα. φησὶ γοῦν ὅτι οἱ λίθοι καὶ τὰ ξύλα οὐ κατὰ τὴν φυσικὴν αὐτῶν δύναμιν δύνανται κινηθῆναι καὶ ἀποτελέσαι οἰκίαν, εἰ μὴ παρὰ τοῦ οἰκοδόμου κινηθεῖεν καὶ εὐάρμοστον σύνθεσιν σχοῖεν.1

“也不是出于必然。” 如我们所言,他所说的必然是指质料。雕像制造者的质料是青铜,而房屋的质料则是石块与木料。总之他说,石块与木料绝不能依照其自身的自然能力被运动并造就房屋,除非它们被建筑工匠所推动并获得协调的组合。

§2.102

"Ἀλλ’ ἕνεκά του." Ἤγουν ἀλλὰ κινοῦνται ταῦτα παρὰ τοῦ τεχνίτου ἕνεκα τοῦ γενέσθαι οἰκίαν ἢ ἀνδριάντα ἢ ἕτερόν τι, ὃ σκοπιμώτατον τέλος ἔθετο. ἐπὶ μὲν οὖν τῶν τεχνητῶν καὶ τῶν προαιρετῶν τὸ αὐτόματον χώραν οὐκ ἔχει, ἀλλ’ ἐπὶ τῶν φυσικῶν μόνων. τὰ δὲ τῶν ἀπὸ διανοίας, ἤγουν ἐπί τινων δὲ καὶ τεχνητῶν καὶ προαιρετῶν πραγμάτων ἔχει χώραν τὸ ἀπὸ τύχης, ἤγουν ἡ τύχη· εἰσὶ γάρ τινες τέχναι στοχαστικαί, ὡς ἡ ἰατρικὴ καὶ ἡ κυβερνητική. ἐκ γὰρ τῶν οὔρων καὶ τῶν διαχωρημάτων καὶ τῆς σφυγμικῆς κινήσεως καὶ τῆς τοῦ προσώπου χρόας καὶ τῆς εὐπνοίας καὶ τῆς δυσπνοίας στοχάζεται τὸν νοσοῦντα, εἴτε ὑγείαν ἕξει εἴτε καὶ μή.2 καὶ διὰ τοῦτο πολλάκις ἐπιτυγχάνει τοῦ σκοποῦ ποιῶν τὰ ἐκ τῆς τέχνης πάντα διαταττόμενα· πολλάκις δὲ καὶ ἀποτυγχάνει διὰ τὸ εὐανάτρεπτον τῶν σωμάτων καὶ τὴν ποικίλην μεταβολὴν καὶ ἀλλοίωσιν αὐτῶν. αὐτὴ γοῦν ἡ ὑγεία οὐ μόνον γενήσεται ἐκ τέχνης ἰατρικῆς ἀλλὰ καὶ ἐκ τύχης. ὡσαύτως δὲ καὶ ἡ κυβερνητικὴ στοχαστικὴ λέγεται, διότι ἐκ τῆς καταστοχάσεως τῆς ἀνατολῆς τῶν ἄστρων καὶ τῶν ἀνέμων σωτηρίαν ἐμποιεῖ τῇ νηί· διὸ καὶ ἀποτυγχάνει. ἐν ὅσοις γοῦν τῶν τεχνῶν ἢ καὶ τῶν τεχνητῶν πραγμάτων ἐνδέχεται καὶ ὧδε εἶναι, ἤγουν ἐπιτυχίαν τοῦ τέλους γίνεσθαι, καὶ ἄλλως, ἤγουν ἀποτυχίαν, ὅταν ἡ γένεσις ᾖ μὴ ἀπὸ τύχης, ἤγουν ὅταν τὸ τέλος μὴ ἀπὸ τύχης γένηται ἀλλ’ ἀπὸ τέχνης, τότε ἐστὶ τὸ τέλος ἀγαθὸν καὶ ἕνεκά του γινόμενον, ἤγουν τελικὸν αἴτιον· ἡ γὰρ ἀπὸ τύχης γινομένη ὑγεία ἢ σωτηρία τελικὸν αἴτιον οὐ λέγεται. καὶ ἢ ὑπὸ τῆς φύσεως γίνεται τὸ τέλος τὸ ἀγαθόν, ὡς ἐπὶ τῶν φυσικῶν πραγμάτων, ἢ ἐκ τῆς τέχνης, ὡς ἐπὶ τῶν τεχναστῶν. ἀπὸ τύχης δὲ οὐδὲν γίνεται ἕνεκά του· οἷον ἡ ὑγεία ἡ ἀπὸ τύχης γινομένη ἢ ἡ σωτηρία τῆς νηὸς τελικὸν αἴτιον οὐ λέγεται.

“而是为了某种目的。” 也就是说,这些质料被工匠推动,是为了生成一座房屋、一尊雕像或别的什么,工匠已将此设定为最明确的目的。因此在人工的事物与出于选择的事物中,自发事物没有容身之地,而仅在自然事物中[才有容身之地]。另一方面,在源于思考的事物中,即在某些人工的事物与出于选择的事物中,出于运气之物即运气则占有一席之地;因为存在某些推测性的技艺,例如医术与航海术。因为[医生]依据尿液、排泄物、脉搏运动、面色以及呼吸之顺逆,来推测病患是否将获得健康。正因如此,他在施行技艺所规定的一切时,常常达到目的,但也因肉体的易损性及其多样的变化与变质而常常错失目的。总之,健康本身不仅会出于医术而产生,也会出于运气而产生。同样,航海术也被称为推测性的,因为它通过对星辰升起与风向的推测来为船只带来平安;因此它也会错失目的。总之,在各种技艺或人工事物中,凡是既可能如此(即实现目的)又可能相反(即错失目的)的领域,只要其生成并非出于运气——即只要目的不是出于运气而是出于技艺而产生——那时目的便是善的且是为目的而生成的,也就是目的因;因为出于运气而产生的健康或平安并不被称为目的因。并且,善的目的要么如在自然事物中那样由自然产生,要么如在人造物中那样出于技艺产生。但出于运气绝无任何事物是为目的而产生的;例如,出于运气而产生的健康或船只的平安并不被称为目的因。

§2.103

"Τὸ αὐτὸ δ’ αἴτιόν ἐστι τοῖς γινομένοις." Δείξας, ὡς ἔστι τὸ αὐτὸ πρᾶγμα δεῖξαι διὰ διαφόρων αἰτίων, νῦν μεταβαίνει εἰς ἕτερόν τι θεώρημα, ὅτι τὸ αἴτιον ἀνάγκη συνεξαλλάττεσθαι τῷ προκειμένῳ ζητήματι καὶ ποικίλλεσθαι μὲν κατὰ τὸν χρόνον, μὴ μέντοι γε δὲ καὶ κατὰ τὸ εἶδος,3 ἀλλὰ μένειν μὲν τῷ εἴδει ἀμετάβλητον ὥσπερ καὶ τὸ προκείμενον ζήτημα, τοῦ δὲ ζητήματος συνεξαλλαττομένου κατὰ τὸν χρόνον συνεξαλλάττεται καὶ τὸ αἴτιον. οἷον αἰτία ἐστὶ τοῦ κρυστάλλου ἡ τοῦ ὕδατος πῆξις διὰ παντελῆ στέρησιν τοῦ θερμοῦ. εἰ μὲν οὖν προτεθῇ τὸ ζήτημα κατὰ τὸν ἐνεστῶτα χρόνον, ἀποδοθήσεται καὶ τὸ αἴτιον αὐτοῦ κατὰ τὸν ἐνεστῶτα· εἰ δὲ γινόμενόν ἐστι τὸ πρᾶγμα, καὶ τὸ αἴτιον γινόμενον ἀποδοθήσεται· καὶ εἰ γεγενημένον τὸ προκείμενον ἢ ἐσόμενον, καὶ τὸ αἴτιον τοιοῦτον ἀποδοθήσεται. οἷον διὰ τί κρύσταλλός ἐστι; διότι πήγνυται τὸ ὕδωρ διὰ παντελῆ ἔκλειψιν τοῦ θερμοῦ. διὰ τί ἐγένετο; διότι ἐπήχθη τὸ ὕδωρ διὰ παντελῆ ἔκλειψιν τοῦ θερμοῦ. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

“对于正在生成的事物而言,原因是相同的。” 在表明了可以通过不同的原因来说明同一事物之后,他现在过渡到另一条定理:原因必然随所提出的探究课题一同变化,并且就时间而言发生改变,但绝非就形式而言改变,而是如同所提出的探究课题一样在形式上保持不变;但随着探究课题就时间一同改变,原因也随之一同改变。例如,冰的原因是由于热的完全匮乏而导致的水的凝固。因此,如果探究课题是按照现在时态提出的,它的原因也将按照现在时态被给出;如果事物是正在生成的,原因也将作为正在生成的被给出;如果所提出的是已经生成的或将要生成的,原因也将被如此给出。例如:“为什么有冰?”“因为由于热的完全消失,水正在凝固。”“为什么[冰]生成了?”“因为由于热的完全消失,水凝固了。”其他情形亦是如此。

§2.104

"Τὸ γὰρ μέσον αἴτιον." Καὶ γὰρ τὸ μέσον, ἤγουν τὸ αἴτιον, καὶ τῶν ὄντων καὶ τῶν γεγονότων καὶ τῶν λοιπῶν τὸ αὐτό ἐστι κατὰ τὸ εἶδος, εἰ καὶ τῷ χρόνῳ διαλλάττεται.

“因为中项即是原因。” 因为确实,中项即原因,对于存在的事物、已经生成的事物以及其余的事物而言,在形式上都是相同的,即使在时间上有所不同。

语法注3 条
  1. 2.101εἰ μὴ παρὰ τοῦ οἰκοδόμου κινηθεῖεν καὶ εὐάρμοστον σύνθεσιν σχοῖεν

    条件从句中 εἰ μή 接不定过去时祈愿语气(κινηθεῖεν, σχοῖεν),主句使用现在时直陈语气(δύνανται)。此搭配构成一般可能性否定条件句,表达必不可少的前提条件(“除非被推动……否则不能”)。

  2. 2.102στοχάζεται τὸν νοσοῦντα, εἴτε ὑγείαν ἕξει εἴτε καὶ μή

    动词 στοχάζεται 通常支配属格,此处直接带宾格人称(τὸν νοσοῦντα,即考察对象),并由间接疑问从句 εἴτε... εἴτε...(“是否将获得健康”)补足推测的具体内容。

  3. 2.103τὸ αἴτιον ἀνάγκη συνεξαλλάττεσθαι τῷ προκειμένῳ ζητήματι καὶ ποικίλλεσθαι μὲν κατὰ τὸν χρόνον, μὴ μέντοι γε δὲ καὶ κατὰ τὸ εἶδος

    由非人称表达 ἀνάγκη [ἐστί] 引出的宾格不定式结构,τὸ αἴτιον 为不定式 συνεξαλλάττεσθαι 与 ποικίλλεσθαι 的逻辑主语。通过 μέν 与 μὴ μέντοι γε δέ 的对照,明确了变化仅限于时间层面,而形式上则绝不改变。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:385.3-386.19