- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:383.24-385.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德“一种自然出于某种目的而造作,另一种自然出于必然”(94b36)的说法,菲洛波庞论述了因自然事物由形式(目的)和质料构成故需指明两种原因,并将与质料对应的“必然”区分为顺应自然的运动与受强力的运动来进行阐释。
" Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δὲ ἐξ ἀνάγκης." Τὴν αἰτίαν ἐνταῦθα ἀποδίδωσι δι’ ἣν ἐν τοῖς φυσικοῖς πράγμασι δύο αἰτίας ἀποδιδόαμεν φυσικάς, ὑλικὴν καὶ τελικήν. καὶ φησίν· ἐπειδὴ ἕκαστον τῶν φυσικῶν πραγμάτων ἐξ ὕλης καὶ εἴδους σύγκειται (λέγεται γὰρ καὶ τὸ ἕνεκά του, ἤγουν τὸ οὗ ἕνεκα, φύσις, λέγεται καὶ τὸ ἐξ ἀνάγκης, ἤγουν ἡ ὕλη, φύσις), ἐπὶ δὲ τῶν φυσικῶν πραγμάτων τὸ εἶδος καὶ τὸ τέλος ταὐτά· ὁ γὰρ ἄνθρωπος εἶδος μὲν λέγεται, καθ’ ὅσον τὸ εἶδος αὐτοῦ, ἤγουν ὁ ὁρισμός, ἐπιτεθὲν παρὰ τῆς φύσεως τῇ ὕλῃ, ἤγουν τοῖς καταμηνίοις μὴ ἔχουσι μηδέν τι εἶδος εἴτε ἀνθρώπου εἴτε ἵππου εἴτ’ ἄλλου τινὸς ἀλλ’ ἀμόρφοις οὖσι, διεμόρφωσε ταύτην καὶ ἄνθρωπον εἰργάσατο·1 τὸ αὐτὸ δὲ τοῦτο, ἤγουν τὸ εἶδος τοῦ ἀνθρώπου, λέγεται καὶ τέλος· οὐ γὰρ μάτην ἡ φύσις ἐκίνει τὰ καταμήνια καὶ ἐνεργὰ ταῦτα ἐποίει, ἀλλ’ ἵνα γίνοιντο ἐπιτήδεια εἰς ὑποδοχὴν τοῦ ἀνθρωπείου εἴδους. ἀλλ’ ἐπανιτέον εἰς τὴν τοῦ λόγου συνέχειαν. ἐπεὶ πᾶν πρᾶγμα φυσικὸν καὶ εἶδος ἔχει, ὃ καὶ τέλος ἐστὶ καὶ λέγεται, συνίσταται δὲ καὶ ἐξ ὕλης, τούτου χάριν ἀποδίδομεν ἐν τῷ εἰς ζήτησιν προκεῖσθαί τι τῶν φυσικῶν πραγμάτων καὶ ὑλικὸν αἴτιον καὶ τελικόν, ἵνα δι’ ἀμφοτέρων τῶν αἰτίων παραστήσωμεν τὰ μέρη ἐξ ὧν συνέστηκεν, ἤγουν τὴν ὕλην καὶ τὸ εἶδος. ἐπεὶ δὲ ἐκάλεσε τὴν ὕλην ἀνάγκην, διαιρεῖ τὸ ἀναγκαῖον εἰς τὴν κατὰ φύσιν καὶ ὁρμὴν κίνησιν καὶ εἰς τὴν βίᾳ τὴν παρὰ τὴν ὁρμὴν καὶ [εἰς τὴν παρὰ] φύσιν κίνησιν. ἐν δὲ ἑτέραις πραγματείαις αὐτοῦ διαιρεῖ τὸ ἀναγκαῖον εἰς τὸ ἁπλῶς καὶ κυρίως ἀναγκαῖον καὶ εἰς τὸ καθ’ ὑπόθεσιν ἀναγκαῖον, ἃ ἐνταῦθα παρέλειψε. καὶ κυρίως μὲν ἀναγκαῖον λέγεται τὸ ἀπολύτως λεγόμενον καὶ ἄνευ προσδιορισμοῦ· οἷόν ἐστι τὸ ‘ἀνάγκη τὸν ἥλιον κινεῖσθαι’ καὶ τὸ ‘ἀνάγκη ἡμέραν γίνεσθαι ὑπὲρ γῆν ὄντος τοῦ ἡλίου’· καὶ ἁπλῶς τὸ κυρίως ἀναγκαῖον ἐπὶ τῶν ἀιδίων λέγεται. ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ πραγμάτων λέγεται τὸ ἀναγκαῖον ἐξ ὑποθέσεως καὶ μετὰ προσδιορισμοῦ καὶ προσθήκης τινός, ὡς τὸ ‘ἀνάγκη τὸν ἄνθρωπον ἀναπνεῖν, ἔστ’ ἂν ζῇ’· ἀπολύτως γὰρ οὐ δύνασαι τοῦτο εἰπεῖν διὰ τὸ μὴ ἀεὶ εἶναι τὸν ἄνθρωπον. Ὡς ὁ λίθος ἐξ ἀνάγκης κινεῖται καὶ ἄνω καὶ κάτω,2 ἀλλ’ οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἤγουν ἀλλ’ οὐχὶ καθ’ ἓν σημαινόμενον τοῦ ἀναγκαίου. οὐ γὰρ ἄνω καὶ κάτω κινεῖται κατὰ φύσιν ἢ παρὰ φύσιν, ἀλλὰ κάτω μὲν κινεῖται κατὰ φύσιν, ἤγουν κατὰ τὴν προσοῦσαν αὐτῷ ὕλην φυσικήν, τουτέστι τὴν βαρύτητα· κατὰ φύσιν γὰρ λέγεται, ὅταν ἐξ ἑαυτοῦ τι κινῆται κατὰ τὴν προσοῦσαν αὐτῷ ὕλην· ἡ γὰρ βαρύτης ἐστὶν αἰτία τῆς εἰς τὸ κάτω αὐτοῦ κινήσεως, ὥσπερ καὶ τοῦ πυρὸς ἡ κουφότης αἰτία ἐστὶ τῆς εἰς τὸ ἄνω αὐτοῦ κινήσεως. παρὰ φύσιν δὲ καὶ βιαία κίνησίς ἐστιν ἡ μὴ ἀπὸ τῆς ἐνούσης φυσικῆς δυνάμεως καὶ ὕλης ἐνδιδομένη ἀλλ’ ἐκ τῶν ἔξωθεν· ὅταν γὰρ ὁ λίθος ἄνω φέρηται, παρά τινος ἑτέρου κεκίνηται καὶ οὐκ ἐκ τῆς ἰδίας φύσεως. Ἐν δὲ τοῖς ἀπὸ διανοίας, ἤγουν τοῖς τεχνητοῖς πράγμασι καὶ προαιρετοῖς, οὐδέποτε τὸ αὐτόματον θεωρεῖται· οὐ γάρ ἐστι δυνατὸν τὸν ἀνδριαντοποιὸν καταμαλάττοντα τὸν χαλκὸν καὶ σπουδάζοντα ἀνδριάντα ποιῆσαι ἀποτυχεῖν τοῦ σκοποῦ καὶ ποιῆσαι ἄλλο τι. ὡσαύτως οὐδὲ ὁ οἰκοδόμος σκοπὸν θέμενος οἰκίαν ποιῆσαι ἀποτύχοι ποτὲ τοῦ σκοποῦ.
“因为一种自然出于某种目的而造作,另一种自然出于必然。” 在此,他指明了我们在自然事物中给出两种自然原因即质料因与目的因的缘由。他说:既然每一种自然事物都是由质料与形式构成的(因为出于某种目的之物即“所为了的东西”被称为自然,而出于必然之物即质料也被称为自然),而在自然事物中形式与目的又是同一的;因为人之所以被称为形式,乃是在于其形式即定义由自然赋予质料——即赋予并不具有无论是人还是马或任何其他事物的任何形式、而是处于无定形状态的经血——塑造了经血并造就了人;而这完全同一之物即人的形式,也被称为目的;因为自然绝非徒劳地运动经血并使其产生活性,而是为了使它们变得适宜于接受人的形式。但必须回到论述的连续性上。既然一切自然事物都既具有形式(形式既是目的也被称为目的),又由质料构成,因此,当某种自然事物被提出来加以探讨时,我们既给出质料因,也给出目的因,以便通过这两种原因呈现出构成它的各部分,即质料与形式。而既然他把质料称为必然,他就把必然之物区分为顺应自然与冲动的运动,以及违背冲动与违背自然的强力运动。但在他的其他著作中,他把必然区分为绝对且本义上的必然,以及基于假设的必然,这些在当前被他略去了。本义上的必然是指绝对且无需限制规定而述说的情形,例如“太阳必然运动”以及“太阳在地表之上时必然产生白昼”;简而言之,本义上的必然乃是就永恒事物而言的。而在处于生成与消灭的事物中,必然则是基于假设且带有某种限制规定与附加条件的,正如“只要人活着,人就必然呼吸”;因为由于人并非永恒存在,你不能绝对地这样说。正如石头出于必然既向上也向下运动,但并不是出于同一原因,即并不是依于必然的同一种涵义。因为并不是向上向下都顺应自然或都违背自然,而是向下运动顺应自然,即顺应其内在固有的自然质料,也就是重性;因为当某物依照其内在固有的质料由其自身运动时,便被称为“顺应自然”;重性确实是其向下运动的原因,正如火的轻性是其向上运动的原因一样。而违背自然的强力运动,则是非由内在的自然能力与质料赋予、而是来自外部的运动;因为当石头被带向高处时,它是被某种别的东西推动的,而非出自自身的自然。在源于思考的事物中,即在人工的与出于选择的事物中,自发事物绝不可见;因为软化青铜并致力制作雕像的雕像制造者,绝不可能错失目标而制成别的什么。同样,设定了建造房屋这一目标的建筑工匠,也绝不会错失目标。
- 2.100ὁ γὰρ ἄνθρωπος εἶδος μὲν λέγεται, καθ’ ὅσον τὸ εἶδος αὐτοῦ, ἤγουν ὁ ὁρισμός, ἐπιτεθὲν παρὰ τῆς φύσεως τῇ ὕλῃ, ἤγουν τοῖς καταμηνίοις μὴ ἔχουσι μηδέν τι εἶδος εἴτε ἀνθρώπου εἴτε ἵππου εἴτ’ ἄλλου τινὸς ἀλλ’ ἀμόρφοις οὖσι, διεμόρφωσε ταύτην καὶ ἄνθρωπον εἰργάσατο
该句核心结构为 ὁ ἄνθρωπος εἶδος μὲν λέγεται, καθ’ ὅσον τὸ εἶδος αὐτοῦ ... διεμόρφωσε ταύτην καὶ ἄνθρωπον εἰργάσατο。中性主语 τὸ εἶδος αὐτοῦ 统辖分词 ἐπιτεθέν,其与格补足语 τῇ ὕλῃ 被同位语及分词短语 ἤγουν τοῖς καταμηνίοις ... ἀμόρφοις οὖσι 展开,与主要动词 διεμόρφωσε 之间形成了长距离的分隔。
- 2.100Ὡς ὁ λίθος ἐξ ἀνάγκης κινεῖται καὶ ἄνω καὶ κάτω
虽然该句由连词 ὡς 引导呈独立从句形式,但实际上是用来例证前文所述必然之划分(顺应自然与受强力的运动)的省略结构(即“[正如]石头出于必然……运动[一样]”)。随后的 ἀλλ’ οὐ διὰ τὴν αὐτὴν αἰτίαν 承接此句展开对比。
