- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:382.1-383.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于同一事物既出于目的因又出于必然性(质料因)的论题(94b27–94b31),斐洛庞奴斯辨析了用语定义,并通过提灯、门牙以及并存实体与相继生成过程(如白昼、雷鸣)的对照,阐释了双重原因解释模式的适用范围。
" Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ ἀνάγκης." Ἐνταῦθα ὁ Ἀριστοτέλης ἄλλο τι θεώρημα λέγει. μὴ ἀκριβολογούμενος δὲ ἀντὶ τοῦ εἰπεῖν ‘οὗ ἕνεκα’ εἶπεν ἕνεκά τινος·1 ἕτερα γὰρ ἀλλήλων εἰσὶ τὸ οὗ ἕνεκα καὶ τὸ ἕνεκά τινος. ἕνεκα γάρ τινος λέγεται πάντα τὰ πρὸ τοῦ τέλους γινόμενα ἀφορῶντα δὲ πρὸς ἀπάρτισιν τοῦ τέλους, ὡς ὁ θεμέλιος, οἱ τοῖχοι καὶ ὁ ὄροφος ἕνεκα τοῦ τέλους εἰσὶ τῆς οἰκίας· οὗ δὲ ἕνεκα λέγεται τὸ τελικὸν αἴτιον, ἤγουν ἡ οἰκία· χάριν γὰρ τῆς οἰκίας προεγένοντο τοῖχοι καὶ θεμέλιοι. ἐξ ἀνάγκης δὲ νόει τὸ ὑλικὸν αἴτιον διὰ τὸ τὴν ὕλην ἀναγκαίαν λέγεσθαι· ἀναγκαῖα γὰρ οἱ λίθοι καὶ τὰ ξύλα καὶ οἱ πλίνθοι, ἃ ὕλη εἰσὶ τῆς οἰκίας, διὰ τὸ ἐν χρείᾳ τούτων γίνεσθαι τὸν οἰκοδομήσοντα οἰκίαν. φησὶ γοῦν ὡς ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν πρᾶγμα δείκνυσθαι καὶ διὰ τοῦ ἕνεκά τινος, ἤγουν τοῦ τελικοῦ αἰτίου, καὶ ἐξ ἀνάγκης, ἤγουν διὰ τοῦ ὑλικοῦ αἰτίου.
“同一事物既可能出于某种目的存在,也可能出于必然存在。” 在这里,亚里士多德提出了另一条定理。由于用语不够严谨,他说了“出于某种目的”,而不是说“为了目的本身”;因为“为了目的本身”与“出于某种目的”是彼此不同的。因为所谓“出于某种目的”,乃是一切在目的之前生成且着眼于目的之完构的事物,正如地基、墙壁和屋顶是为了房子的目的;而所谓“为了目的本身”,说的则是目的因,即房子本身;因为墙壁和地基正是为了房子而预先生成的。至于“出于必然”,你要理解为质料因,因为质料被称为必然的;事实上,作为房子的质料的石头、木料和砖块是必然的,乃是因为将要建造房子的人会需要这些东西。因此他说,同一件物事既可以通过“出于某种目的”(即目的因),也可以通过“出于必然”(即质料因)得到证明。
"Οἷον διὰ τί δίεισι διὰ τοῦ λαμπτῆρος τὸ φῶς;" Λαμπτῆρας νόει ἢ τὰ ὑέλια, ἃ διὰ τῆς γυψεμπλαστικῆς τέχνης ἐπιτίθενται ταῖς οἰκίαις χάριν τοῦ φωτίζεσθαι ταύτας, ἢ τὸ ἐκ δορᾶς λεπτῆς κατασκευασθὲν ἐξ ἐπινοίας τῶν ἀνθρώπων χάριν τοῦ μὴ τοῖς λίθοις προσκρούειν τοὺς νύκτωρ βαδίζοντας. ἡ γοῦν δορὰ καὶ τὰ ὑέλια φυσικά εἰσιν, ὧν τοὺς πόρους ἡ φύσις μεγάλους πεποίηκε· τεχνικὰ δέ εἰσι τὰ γυψεμπλαστικὰ οἷς ἐντίθενται τὰ ὑέλια· ὡσαύτως καὶ τὸ κατασκευασθὲν ἐκ τῆς δορᾶς. τὸ δὲ πῦρ λίαν ἐστὶ λεπτομερέστατον. εἴ τις γοῦν ἔροιτο διὰ τί διὰ τῶν λαμπτήρων τὸ φῶς διέρχεται, ἐροῦμεν ἐξ ἀνάγκης, ἤγουν ὑλικὴν αἰτίαν, τὸ τὸ πῦρ μικρομερέστερον ὂν διέρχεσθαι διὰ τῶν ἐν αὐτοῖς ἀδήλων πόρων μειζόνων ὄντων.2 εἶπε δὲ τὸ εἴπερ φῶς γίνεται τῷ διιέναι, διότι οὐ πρόκειται αὐτῷ διδάξαι πῶς διὰ τῶν λαμπτήρων τὸ φωτίζον πῦρ διέρχεται. καὶ διὰ τοῦτο οὐδ’ ἀκριβολογεῖται τίς ἐστιν ἡ αἰτία. ἕνεκά τινος δέ, ἤγουν τελικὴν αἰτίαν, ἐροῦμεν τὸ μὴ προσπταίειν νύκτωρ τοῖς λίθοις. καὶ ἐπὶ τούτων μὲν ἡ μὲν ὑλικὴ αἰτία ἀπεδόθη φυσική, ἡ δὲ τελικὴ τεχνητή. ἐπί τινων δὲ ἑτέρων καὶ τὰ δύο αἴτια ἀποδίδονται φυσικά. οἷον διὰ τί οἱ ἐμπρόσθιοι ὀδόντες ὀξεῖς εἰσι; καὶ ἐροῦμεν μὲν ὑλικὴν αἰτίαν φυσικὴν τὸ ἐκ λεπτομερεστέρας ὕλης γενέσθαι τὴν αὐτῶν σύστασιν ἢ διὰ τὸ ἐν τῇ φατνώσει καὶ τῇ ἄνω καὶ τῇ κάτω τῇ ἐμπροσθίᾳ λεπτομερὲς εἶναι τὸ ὀστοῦν, ἐξ οὗ οἱ ἐμπρόσθιοι ὀδόντες φύονται. τελικὴν δὲ αἰτίαν ἐροῦμεν φυσικὴν τὸ διαιρεῖν τὰ σιτία.
“例如,为什么光会穿过提灯?” 你要把提灯理解为:或是通过石膏工艺安装在房屋上以便使房屋被照亮的玻璃窗,或是人们出于让夜行者不至于撞到石头上的考虑用薄皮制成的东西。因此,皮和玻璃是自然物,自然把它们的孔隙造得很大;而镶嵌玻璃的石膏构件则是人工的;由皮制成的东西同样如此。而火则是极其细微之物。因此,如果有人问为什么光会穿过提灯,我们将作为出于必然(即质料因)提出:由较小微粒构成的火穿过其中不可见的、较大的孔隙。他说“如果光确实是通过穿透而产生的”,是因为他的目的不在于教授发光的火如何穿透提灯。正因如此,他对于究竟何为原因也没有作严谨的探讨。但作为“出于某种目的”(即目的因),我们将提出夜间不撞到石头上。在这些例子中,质料因被归为自然的,而目的因被归为人工的。但在另一些事物中,两种原因都被归为自然的。例如,为什么门牙是锋利的?我们将作为自然质料因提出:它们的构成是由较细微的质料生成的,或者是因为在上下前方的牙槽中,生长出门牙的骨质是细密的。而作为自然目的因,我们将提出切断食物。
"Ἆρα οὖν εἰ εἶναι ἐνδέχεται, καὶ γίνεσθαι ἐνδέχεται;" Τὰ πράγματα ἢ ὄντα εἰσὶν ἢ γινόμενα. ὄντα δὲ λέγεται τὰ καθ’ ὁλοκληρίαν συνεστῶτα, ἤγουν ὧν τὰ μόρια ὑφεστήκασιν ἅμα, οἷον ἄνθρωπος, λίθος, ξύλον. γινόμενα δὲ λέγεται τὰ μὴ καθ’ ὁλοκληρίαν συνεστῶτα ἀλλὰ κατὰ μέρος, ὧν ὅσον μὲν μέρος [αὐτοῦ] παρελήλυθε, διέφθαρται,3 ὅσον δὲ οὔπω γέγονεν, οὔπω ἔστι, μόνον δὲ ἔχει τὸ εἶναι κατὰ τὸ ἐνεστὼς καὶ τὸ νῦν. οἷόν ἐστιν ἡ ἡμέρα καὶ ὁ ἀγών· οὔτε γὰρ τὰ μόρια τῆς ἡμέρας πάντα ἅμα συνεστήκασιν, ἀλλ’ ὅσα γίνονται ὑπορρέουσιν, καὶ ἅμα τῇ συμπληρώσει τῆς ὅλης ἡμέρας οὐδὲν μέρος αὐτῆς ἀπομένει· ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ἀγῶνος γίνεται. ζητεῖ γοῦν, ἆρα ὥσπερ ἐπὶ τῶν ὄντων [τῶν] καὶ καθ’ ὁλοκληρίαν συνεστώτων πραγμάτων ἀποδίδοται καὶ ὑλικὰ καὶ τελικὰ αἴτια, οὕτως ἐνδέχεται καὶ ἐπὶ τῶν γινομένων καὶ μὴ καθ’ ὁλοκληρίαν ὑφεστώτων πραγμάτων ἀποδίδοσθαι καὶ ὑλικὰ αἴτια καὶ τελικά. γινόμενον δὲ πρᾶγμά ἐστι καὶ ἡ βροντὴ διὰ τὸ κατὰ μέρος συνίστασθαι. καὶ δείκνυσιν ὡς ἀπὸ τοῦ παραδείγματος ὅτι καὶ ἐπ’ αὐτῶν ἀποδίδονται καὶ ὑλικὰ αἴτια καὶ τελικά. οἷον πρὸς τὸν ζητοῦντα εἰ βροντᾷ, ἤγουν διὰ τί βροντᾷ, ἐρεῖς ὑλικὸν αἴτιον τὸ ἀποσβέννυσθαι τὸ πῦρ καὶ οὕτως ἐξ ἀνάγκης σίζειν ἐν τῇ ἀποσβέσει, ἤγουν ψόφον γίνεσθαι. οἱ δὲ Πυθαγόρειοι τελικὸν αἴτιον ἀπεδίδουν τῆς βροντῆς τὸ διὰ τοῦ ψόφου τὸν Δία ἐπαπειλεῖν καὶ ἐκφοβεῖν τοὺς ἐν τῷ ταρτάρῳ Τιτᾶνας. πλεῖστα δὲ τοιαῦτα εὑρήσεις ἐν τοῖς φυσικοῖς πράγμασιν, ἐφ’ ὧν ἀποδίδονται καὶ ὑλικὰ καὶ τελικὰ αἴτια. εἶπε δὲ φυσικὰ διὰ τὰ τεχνητά, ἐξ ὧν καὶ παραδείγματα προέθετο τοὺς λαμπτῆρας.
“那么,如果存在是可能的,生成也是可能的吗?” 事物要么是存在的,要么是生成的。所谓存在的事物,乃是作为完整整体而构成的事物,即其各部分同时并存的事物,例如人、石头、木头。所谓生成的事物,乃是不是作为完整整体而是逐部分构成的事物,其已经过去的部分俱已消逝,尚未生成的部分尚未存在,只在现在与当下具有存在。例如白昼和竞技活动;因为白昼的各部分绝非全部同时并存,而是随生随逝,在整日结束时,其任何部分都不复留存;在竞技活动中也是同样发生。因此他探问的是:正如在存在的事物即作为完整整体构成的事物上,质料因与目的因都被指明,在生成的事物即并非作为整体存立的事物上,是否同样可以同时指明质料因与目的因。雷也是生成的事物,因为它乃是逐部分构成的。他如同依据范例一般证明,在它们身上同样可以指明质料因与目的因。例如,对探问是否打雷(即为何打雷)的人,你将作为质料因提出:火被熄灭,因而在熄灭中必然发出咝咝声,即发出声响。而毕达哥拉斯派则把雷的目的因归为:宙斯通过声响威胁并恐吓在塔耳塔洛斯中的提坦神。你会在自然事物中发现极多这样的情形,在这些事物上质料因与目的因都被指明。他说“自然事物”,乃是相对于人工事物而言的,他此前曾把提灯作为后者的例子提出来。
- 2.97ἀντὶ τοῦ εἰπεῖν ‘οὗ ἕνεκα’ εἶπεν ἕνεκά τινος
介词短语 ἀντὶ τοῦ εἰπεῖν 由介词 ἀντί 支配属格冠词加不定式构成,意为“代替说/而不是说”。斐洛庞奴斯在句法上指出,亚里士多德在此处未作严格区分,将目的本身(οὗ ἕνεκα)与朝向目的的前行动作/手段(ἕνεκά τινος)混为一谈。
- 2.98τὸ τὸ πῦρ μικρομερέστερον ὂν διέρχεσθαι διὰ τῶν ἐν αὐτοῖς ἀδήλων πόρων μειζόνων ὄντων
整个结构为冠词引导的宾格不定式从句(τὸ ... διέρχεσθαι),充当动词 ἐροῦμεν 的直接宾语。不定式 διέρχεσθαι 的逻辑主语为主格对应的宾格 τὸ πῦρ,分词 ὂν 与之保持一致;分词 μειζόνων ὄντων 则与受 διά 支配的属格 πόρων 一致,充当状语说明情况或原因。
- 2.99ὧν ὅσον μὲν μέρος [αὐτοῦ] παρελήλυθε, διέφθαρται
属格 ὧν 为表示整体的部分属格(先行词为 τὰ γινόμενα),后接由关联词 ὅσον μέρος 引导的关系分句作为主语;关系分句内动词为 παρελήλυθε,对应的主节动词为 διέφθαρται。后半句 ὅσον δὲ οὔπω γέγονεν, οὔπω ἔστι 与之形成对照,描绘了相继生成之物的生灭存在状态。
