← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§381.2-381.36

运气与偶发的包含关系及原因的生成次序

菲洛波诺斯结束了对运气与偶发的讨论,确立了偶发比运气更为普遍,随后转向亚里士多德的文本(94b23),解释了生成的反向时间次序:在动力因中中项先生成,而在目的因中则是极项先生成,中项(目的)在后发生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.96#2

εἰ δὲ πυρέττων τις καὶ διψήσας ὑπερβολικῶς προσήγαγεν ἑαυτῷ ὕδωρ ψυχρὸν διὰ τὴν τῆς δίψης ἴασιν, ἐντεῦθεν δὲ συνέβη αὐτῷ ἀπαλλαγῆναι τῆς νόσου καὶ ὑγείαν λαβεῖν, οὐ τεχνητὸν λέγεται τότε ἡ ὑγεία ἀλλὰ τυχηρὸν καὶ τύχη. ὡσαύτως καὶ ὁ κυβερνήτης εἰ μὲν ἀπὸ τῆς κυβερνητικῆς τέχνης σωτηρίαν ἐπάξει τῇ κλυδωνιζομένῃ νηΐ, τότε ἡ σωτηρία τῆς νηὸς ὡς κατὰ τὸν σκοπὸν τῆς τέχνης προβᾶσα λέγεται τεχνητὸν τέλος. εἰ δὲ πολλάκις ὁ κυβερνήτης ἀπέκαμε πρὸς τὰ ἐγειρόμενα κύματα καὶ τὸ μὲν ἱστίον ἐσχίσθη παρὰ τῆς σφοδρότητος τοῦ ἀνέμου καὶ τὸ πηδάλιον διερράγη, τὸ δὲ πλοῖον φερόμενον ἄτερ κυβερνήσεως παρὰ τῶν κυμάτων εἰς λιμένα κατήντησε καὶ διεσώθη, τότε ἡ τῆς νεὼς σωτηρία τυχηρὰ λέγεται καὶ οὐκ ἀπὸ τέχνης. λέγεται δὲ καὶ ἡ τύχη αὐτόματον ὡς καὶ αὐτὴ μάτην τὴν σύστασιν ἔχουσα1 καὶ οὐ κατὰ τὸν σκοπὸν τῆς προαιρέσεως ἢ τῆς τέχνης. ὥστε πᾶν μὲν τυχηρόν ἐστι καὶ αὐτόματον, οὐ πᾶν δὲ αὐτόματόν ἐστι καὶ τυχηρόν. καθολικώτερον ἄρα τὸ αὐτόματον τῆς τύχης. ἀλλ’ ἀρκτέον τῆς ἐξηγήσεως τοῦ κειμένου. Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα. διὰ μὲν τοῦ ἐνταῦθα ἐδήλωσε τὰ τελικὰ αἴτια, διὰ δὲ τοῦ ἐπὶ τῶν κατὰ κίνησιν αἰτίων ἐδήλωσε τὰ ποιητικά. γένεσιν δὲ λέγει τὴν τάξιν τὴν κατὰ τὸν χρόνον τοῦ αἰτίου τε καὶ τοῦ αἰτιατοῦ· ὠνόμασε δὲ τὴν τάξιν ταύτην γένεσιν, διότι περὶ τάξεως γινομένων πραγμάτων θεωρεῖ. καὶ διὰ τοῦτο τὴν τάξιν γένεσιν εἴρηκεν. εἰπὼν γάρ, πόσα τὰ αἴτια καὶ τίνα εἰσί, νῦν λέγει καὶ κατὰ τί ἀλλήλων διαφέρουσι. φησὶ γοῦν ὡς αἱ γενέσεις, ἤγουν τὰ αἴτια τὰ τελικὰ καὶ ποιητικά, ἀνάπαλιν ἔχουσιν ἐν τῇ ἀκολουθήσει. ἐκεῖ μὲν γάρ, ἐπὶ τῶν ποιητικῶν, δεῖ προγενέσθαι τὸ μέσον, ἤγουν τὸ ποιητικὸν αἴτιον. ὁ μέσος ὅρος κεῖται ἐν τῇ ἀποδείξει,2 εἶθ’ οὕτως γενέσθαι τὸ Γ, ἤγουν τὸ ἔσχατον ἐν τῷ Γ κείμενον. ἐν γὰρ τῷ Γ κεῖται Ἀθηναῖοι, μέσον δὲ τὸ προτέρους εἰς Σάρδεις μετ’ Ἐρετριέων εἰσβαλεῖν, μείζων δὲ ὅρος ὁ Μηδικὸς πόλεμος. πρῶτον οὖν γέγονε τὸ μέσον, εἶθ’ οὕτως ἐπηκολούθησε τὸ Γ, ἤγουν τὸ τοὺς Ἀθηναίους πολεμεῖσθαι ὑπὸ τῶν Μήδων.3 ἐνταῦθα δέ, ἤγουν ἐπὶ τῶν τελικῶν αἰτίων, πρῶτον γέγονε τὸ κείμενον ἐν τῷ ἐσχάτῳ ὅρῳ, ἤγουν τὸ Γ· κεῖται δὲ τὸ ἀπὸ δείπνου περιπατῆσαι τὸν Σωκράτην· εἶθ’ ὕστερον γέγονε καὶ τὸ οὗ ἕνεκα, ἤγουν τὸ τελικὸν αἴτιον, ἡ ὑγεία· αὕτη γὰρ κεῖται μέσος ὅρος ἐν τῇ ἀποδείξει.

但是,如果有人发着高烧且极度口渴,为了治疗口渴而给自己服用了冷水,由此结果是他摆脱了疾病并获得了健康,那么此时健康就不能说是技艺的产物,而是巧合的以及运气。同样,舵手如果通过航海术给颠簸的船只带来了安全,那么船只的安全作为依照技艺的目的而实现的事物,就被称为技艺的目的。但是,如果舵手常常对着掀起的巨浪精疲力竭,风帆因狂风的猛烈而被撕裂,舵也被折断,而船只在无人掌舵的情况下被波浪载运着到达港口并获救,那么船只的安全就被称为是巧合的,而非出自技艺。运气也被称为偶发,因为连它本身也是徒劳地构成,且不合乎抉择或技艺的目的。因此,凡是巧合的事物也都是偶发的,但并非凡是偶发的事物都是巧合的。因此,偶发比运气更为普遍。但是,我们必须开始对文本进行解释了。“然而此处的生成是反过来的。”通过“此处”,他指明了目的因;而通过“在涉及运动的原因中”,他指明了动力因。他把原因与结果在时间上的次序称为“生成”;他之所以把这种次序命名为生成,是因为他所考察的是生成的事物的次序。正是为此,他才把次序说成是生成。因为在说明了原因有多少以及它们是什么之后,他现在又说明了它们在何种方面彼此不同。无论如何,他说各生成——即目的因与动力因——在相继顺承上是反向的。因为在那边,即在动力因的情形中,中项必须先生成,即动力因——中项在证明中被设定——然后以这种方式生成Γ,即设定在Γ中的极项。因为在Γ中设定的是雅典人,在中项中设定的是与厄瑞特里亚人一起首先侵入萨迪斯,而大项则是波斯战争。因此,首先发生的是中项,随后以这种方式紧接着发生的是Γ,即雅典人受到波斯人的攻打。而在此处,即在目的因的情形中,首先发生的是设定在最后项中的事物,即Γ;其中设定的是苏格拉底在饭后散步;随后在后发生的也是〔某物〕为了它而存在的事物,即目的因(健康);因为健康在证明中被设定为中项。

语法注3 条
  1. 2.96ὡς καὶ αὐτὴ μάτην τὴν σύστασιν ἔχουσα

    由 ὡς 引导的分词结构,用以说明理由,化用了 αὐτόματον 的假托词源(αὐτὸ μάτην,“其自身徒劳地/无目的地”)。καὶ αὐτή 意为“运气本身也(正如自然中的偶发那样)”。

  2. 2.96ὁ μέσος ὅρος κεῖται ἐν τῇ ἀποδείξει

    这是插入在由 δεῖ 统辖的两个不定词短语(δεῖ προγενέσθαι τὸ μέσον ... εἶθ' οὕτως γενέσθαι τὸ Γ)之间的独立说明性陈述句,起补充解释作用,指明中项即动力因且被设定在证明之中。

  3. 2.96τὸ τοὺς Ἀθηναίους πολεμεῖσθαι ὑπὸ τῶν Μήδων

    带冠词的“宾格加不定词”结构,其中 πολεμεῖσθαι 为被动态,意为“被波斯人发动战争(遭受攻击)”。它与前面的 τὸ Γ 同格,具体指明小项所代表的事件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:381.2-381.36