- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:379.21-381.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了同等外延诸项之间的相互证明及其证明等级,解释了亚里士多德分别提取诸三段论的指示,并在注释下一条文本之前,通过事例阐明了自然中的偶发与人类抉择及技艺中的运气之间的哲学区分。
" Διὰ τί δὲ τὸ Β τῷ Γ ἐστίν;" Ὥσπερ ἔδειξε τὸ ὑγιεινὸν ὑπάρχειν τῷ Γ, ἤγουν τῷ ἀπὸ δείπνου περιπατεῖν, διὰ μέσου τοῦ Β, τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία, οὕτως πειρᾶται δεῖξαι ὡς τὸ Β, τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, ὑπάρχει τῷ Γ, ἤγουν τῷ ἀπὸ δείπνου περιπατεῖν, διὰ μέσου τοῦ Α, ἤγουν τοῦ ὑγιεινοῦ. τὰ γὰρ ταυτιζόμενα δι’ ἀλλήλων δείκνυται· ταυτίζονται δέ, ὡς εἴπομεν, τὸ ἀπὸ δείπνου περιπατεῖν καὶ τὸ ὑγιαίνειν. ὥσπερ καὶ τὸ ἐκλείπειν τὴν σελήνην δείξει τις διὰ τῆς ἀντιφράξεως, καὶ ὅτι ἡ σελήνη ἀντιφράττεται, διὰ τῆς ἐκλείψεως. πλὴν ὅταν ἡ ἀπόδειξις γένηται διὰ τοῦ πρώτου αἰτίου, ἔστιν ἡ κυρίως ἀπόδειξις· ὅταν δὲ διὰ τοῦ αἰτιατοῦ δειχθῇ τὸ αἴτιον, ἀπόδειξις μὲν γίνεται, οὐ κυρίως δὲ· δεύτερον γὰρ μέτρον καὶ ἔκπτωσιν ἔχει ἀποδείξεως.1
“那么为什么Β属于Γ?” 正如他通过中项Β(即食物不浮存)展示了健康的事物属于Γ(即饭后散步)一样,他也试图通过中项Α(即健康的事物)展示Β(食物不浮存)属于Γ(即饭后散步)。因为同等外延的事物可以通过彼此被证明;并且如我们所说,饭后散步与处于健康状态是同等外延的。正如有人将通过遮蔽来证明月亮发生月食,又通过月食来证明月亮受到遮蔽一样。只不过,当证明通过第一原因进行时,才是严格意义上的证明;而当通过结果证明原因时,证明固然成立,却不是严格意义上的证明;因为这具有证明的第二等级与退化。
"Δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους.2" Ἤγουν τοὺς συλλογισμούς. ἐπεὶ γὰρ συγκεχυμένως ἐξέθετο τοὺς συλλογισμοὺς καὶ οὐκ ἰδίᾳ ἔθετο τὸν συλλογισμὸν ἰδίᾳ δὲ τὸν προσσυλλογισμὸν τῆς μείζονος προτάσεως, φησὶ ‘λάβε τούτους ἰδίᾳ, καὶ οὕτως ἕκαστα σαφῆ σοι γενήσεται’.
“但必须转换这些论述。” 即转换这些三段论。因为既然他混乱地陈述了这些三段论,没有将三段论本身单独放置,也没有将大前提的补充论证单独放置,所以他说:“将这些分别提取出来,这样每一件事对你而言都会变得清楚。”
"Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα." Φέρε πρὸ τῆς τοῦ κειμένου ἐξηγήσεως περὶ αὐτομάτου καὶ τύχης μικρόν τι φιλοσοφήσωμεν, ἵνα μὴ ἡ ἀκολουθία τῆς τοῦ κειμένου ἐξηγήσεως ἐκκρούηται. τὸ αὐτόματον θεωρεῖται ἐν τοῖς ὑπὸ τῆς φύσεως γινομένοις οὕτως. ὃ γὰρ κατὰ τὸν σκοπὸν τῆς φύσεως ἀποβαίη, καθ’ ὃν τοῦτο κεκίνηκε, τοῦτο λέγεται φυσικὸν καὶ κατὰ φύσιν. τὸ δὲ παρὰ τὸν σκοπὸν τῆς φύσεως γενόμενον λέγεται αὐτόματον ὡς αὐτομάτην καὶ παρὰ τὸν σκοπὸν τῆς φύσεως γενόμενον. οἷον λίθος ἀπὸ τοῦ ὄρους ἀποκοπεὶς ὑπὸ τῆς ἐνούσης αὐτῷ φυσικῆς δυνάμεως τοῦ κινεῖσθαι, ἣν ἔσχηκεν ἐκ τῆς ὕλης, ἤγουν τῆς ἐν αὐτῇ βαρύτητος, κεκίνηται κατὰ φύσιν καταλαβεῖν τὸν οἰκεῖον τόπον· οἰκεῖος δὲ τόπος ἐστὶ τῶν βαρέων ὁ κάτω, ὥσπερ καὶ τῶν κούφων ὁ ἄνω. καταλαβὼν οὖν τὸν κάτω τόπον ἔστη τῆς κινήσεως· τὸ γὰρ σκοπιμώτατον τέλος τῆς ἐν τῷ λίθῳ φύσεως, οὗ χάριν αὕτη τοῦτον ἐκίνησεν, ἐστὶ τὸ τὸν οἰκεῖον τόπον καταλαβεῖν, καὶ λέγεται τοῦτο φυσικόν. εἰ δέ που ὁ λίθος καταλαβὼν τὸν κάτω χῶρον ἐπιτήδειος εἰς καθέδραν γέγονεν ἐν τῷ περιαιρεθῆναι τῷ κατέρχεσθαι ἃς εἶχεν ἐξοχὰς καὶ τετραγωνισθῆναι,3 τοῦτο αὐτὸ τὸ εἰς καθέδραν ἐπιτήδειον γεγονέναι λέγεται αὐτόματον ὡς αὐτομάτην γενόμενον καὶ οὐ κατὰ τὸν σκοπὸν τῆς φύσεως. ἡ δὲ τύχη θεωρεῖται ἐν τοῖς κατὰ προαίρεσιν γινομένοις καὶ ἐν τοῖς κατὰ διάνοιαν, ἤγουν τοῖς κατὰ τέχνην γινομένοις· τὰ γὰρ τεχνητὰ πάντα, οἷον ὅλη οἰκία, ἐκ τέχνης ἔσχον τὴν γένεσιν· αἱ δὲ τέχναι ἐξ ἐπινοίας τῶν ἀνθρώπων ἐφεύρηνται. κατὰ προαίρεσιν δὲ λέγεται γίνεσθαι τὸ λούσασθαι, τὸ εἰς ἀγορὰν κατελθεῖν καὶ ἁπλῶς ὅσα ἐκ τῆς προαιρέσεως τὴν γένεσιν ἔσχηκεν. εἰ γοῦν τις ᾑρετίσατο λούσασθαι καὶ τούτου χάριν ἐβάδιζε, τοῦτό ἔστι τέλος προαιρετόν· ὃ γὰρ προῄρηται, καὶ εἰς τέλος ἐκβέβηκεν. εἰ δὲ κατερχόμενος εἰς τὸ βαλανεῖον ἐνέτυχε χρεωφειλέτῃ τινὶ καὶ ἔλαβεν ὃ δέδωκεν αὐτῷ χάριν δάνους, τοῦτο τὸ λαβεῖν τὸ δάνειον λέγεται τυχηρὸν καὶ τύχη ὡς παρὰ τὸν σκοπὸν τῆς προαιρέσεως γενόμενον· ἄλλο γὰρ προθεμένης τῆς προαιρέσεως, ἤγουν τὸ λούσασθαι, τοῦτο ἀπέβη. ὁμοίως δὲ καὶ ἐν τοῖς ἀπὸ τέχνης γινομένοις ἡ τύχη θεωρεῖται. οἷον ἡ ὑγεία ἀπὸ τῆς ἰατρικῆς τέχνης γίνεται καὶ τέλος αὐτῆς ἐστιν· ὡσαύτως καὶ ἡ σωτηρία τῆς νηὸς τέλος τῆς κυβερνητικῆς. εἰ μὲν οὖν ἡ ὑγεία ἐπιγένηται τῷ νοσοῦντι ἐκ τῶν προσφερομένων φαρμάκων παρὰ τοῦ ἰατροῦ, τέλος λέγεται τεχνητόν· τῆς γὰρ ὑγείας ἡ τέχνη ἐστοχάζετο.
“然而此处的生成是反过来的。” 来吧,在解释文本之前,让我们稍加哲学思考一下偶发与运气,以免文本解释的连贯性受到干扰。偶发在由自然生成的事物中是这样被考察的:凡是依照自然推动它的目的而实现的事物,就被称为是自然的且合乎自然的。而违背自然的目的而生成的事物,则被称为偶发的,因为它是自发生成的且违背了自然的目的。例如,一块从山上断裂下来的石头,凭借其内在的运动之自然潜能——这是它从质料(即其内在的重力)中获得的——按照自然运动以占据其本有的处所;而重物的本有处所是下方,正如轻物的本有处所是上方一样。因此,在占据了下方的处所之后,它停止了运动;因为石头中自然的最主要追求的目的(自然为了此目的推动了它)就是占据其本有处所,而这被称为是自然的。但是,如果这块石头在占据下方处所时,由于在下落中其所具有的凸起被削去并变成方形,在某处变得适合充当座位,那么变得适合充当座位这件事本身就被称为偶发的,因为它是自发生成的且不合乎自然的目的。另一方面,运气则在依照抉择而生成的事物中,以及在依照思考(即依照技艺)生成的事物中被考察。因为一切人工制品,例如整座房屋,都是由技艺生成而来的;而各种技艺是由于人类的构想被发明的。依照抉择而生成的,据称包括沐浴、下到集市去,以及简言之凡是从抉择中获得生成的一切事物。如果有人决定去沐浴并为此而行走,这就是一个抉择的目的;因为他所抉择的,也作为目的而实现了。但是,如果他在下到浴室的路上遇到了一位债务人,并收回了他作为贷款借给对方的钱,那么收回贷款这件事就被称为巧合的以及运气,因为它是违背抉择的目的而生成的;因为抉择预先设定了另一目标(即沐浴),却最终出现了这一结果。类似地,在由技艺产生的事物中也可以考察到运气。例如,健康是由医术产生的,并且是医术的目的;同样,船只的安全也是航海术的目的。因此,如果病人的健康是从医生所开的药物中产生的,这就被称为技艺的目的;因为医术所追求的正是健康。
- 2.94δεύτερον γὰρ μέτρον καὶ ἔκπτωσιν ἔχει ἀποδείξεως
名词并列结构。属格 ἀποδείξεως 同时修饰 μέτρον 与 ἔκπτωσιν(“证明的第二等级与退化/跌落”)。这一惯用表达表明,由结果推导原因的证明相对于由第一原因作出的本真证明而言属于降格的次等证明。
- 2.95Δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους.
亚里士多德原文中的动词 μεταλαμβάνειν(“转换”、“改换”)被斐洛波诺斯训读为 τοὺς συλλογισμούς(“各个三段论”),并在后文中解释为 λάβε τούτους ἰδίᾳ(“将这些分别提取”)。他将其理解为把混在一起的两个论证(主三段论与补充论证)分别独立析出的逻辑操作,而非单纯的语词置换。
- 2.96ἐν τῷ περιαιρεθῆναι τῷ κατέρχεσθαι ἃς εἶχεν ἐξοχὰς καὶ τετραγωνισθῆναι
嵌套介词短语与定冠词不定式结构。基本骨架是 ἐν τῷ [περιαιρεθῆναι ... καὶ τετραγωνισθῆναι](“在……被削去并变成方形之中”),其间嵌入了表示手段的与格不定式 τῷ κατέρχεσθαι(“由于下落”)以及作为被动不定式 περιαιρεθῆναι 语义主语的关系分句 ἃς εἶχεν ἐξοχάς(“它所具有的凸起”)。
