- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:37.14-38.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德在72a25关于前提必须比结论更为可信和周知的命题,考察了关于因果属性归属的反驳及传统解决方式,并批评该解决方式犯了论点先取的错误。
" Ἐπεὶ δὲ δεῖ πιστεύειν τε καὶ εἰδέναι τὸ πρᾶγμα τῷ τοιοῦτον ἔχειν συλλογισμὸν ὃν καλοῦμεν ἀπόδειξιν, ἔστι δ’ οὗτος τῷ τάδ’ εἶναι ἐξ ὧν ὁ συλλογισμὸς καὶ τὰ ἑξῆς." Ἐπειδὴ εἶπεν ὅτι δεῖ τὰ πρὸς τὴν ἀπόδειξιν παραλαμβανόμενα καὶ γνωριμώτερα εἶναι καὶ πιστότερα τοῦ συμπεράσματος, αὐτὸ τοῦτο προτίθεται νῦν κατασκευάσαι. φησὶν οὖν ὅτι, ὅταν δύο τινὰ ὦσι καὶ ὑπάρχῃ τι τῷ ἑτέρῳ διὰ τὸ λοιπόν, ἀνάγκη ἐκείνῳ μᾶλλον ὑπάρχειν δι’ ὃ καὶ τῷ ἑτέρῳ ὑπάρχειν λέγεται·1 οἷον εἰ φιλοῦμεν τὸν διδάσκαλον διὰ τὸν παῖδα, τὸν παῖδα μᾶλλον φιλοῦμεν. ὥστε εἰ τὸ συμπέρασμα διὰ τὰς προτάσεις πιστεύομεν, ἀνάγκη δήπου τὰς προτάσεις πολλῷ μᾶλλον τοῦ συμπεράσματος πιστοτέρας εἶναι· εἰ γάρ, πρὶν τῶν ἀρχῶν πίστιν λάβωμεν, πιστεύσομεν τῷ συμπεράσματι, οὐκ ἀπόδειξις ἂν τοῦτο εἴη μᾶλλον ἢ ἀπάτη. ὥστε εἴ τις τὸν δεῖνα λέγοι περὶ τοῦδε εἰρηκέναι ὅτι ἀγαθὸς εἴη, ἡμεῖς δὲ μὴ εἰδότες τὸν εἰπόντα, εἴτε ἀληθὴς εἴη εἴτε μή, πιστεύσομεν περὶ ἐκείνου ὅτι ἔστιν ἀγαθός, δῆλον ὅτι, εἰ μὴ ἐκεῖνος ἀξιόπιστος εἴη, οὐδ’ ἂν ὁ μαρτυρούμενος ἔχοι τὸ εἶναι ἀγαθός.2 διὸ ὁ Σωκράτης ἀσφαλέστερον πρὸς τὸν Πῶλον εὐδαίμονα εἶναι λέγοντα τὸν Ἀρχέλαον ἀπεκρίνατο εἰπὼν ‘οὐκ οἶδα· οὐ γάρ πω συγγέγονα τῷ ἀνδρὶ οὐδ’ οἶδα ὅπως ἔχει παιδείας τε καὶ δικαιοσύνης.’ ἀποροῦσι δέ τινες ἐν τούτοις λέγοντες ‘τί οὖν; ἐπειδὴ διὰ τὸν οἶνον ὑπάρχει τὸ μεθύειν τῷ ἀνθρώπῳ, ἆρα τὸ μεθύειν μᾶλλον ἐν τῷ οἴνῳ ἐστίν;’ ἢ ‘ἐπειδὴ διὰ τὸ ξίφος τέθνηκεν ὁ ἄνθρωπος, τὸ τεθνηκέναι μᾶλλον ὑπάρχει τῷ ξίφει;’ καὶ ‘εἰ τῷ κινουμένῳ ὑπάρχει τὸ θερμαίνεσθαι διὰ τὴν κίνησιν, μᾶλλον ἡ κίνησίς ἐστι θερμὴ ἢ ὁ κινούμενος;’ καὶ μυρία τοιαῦτα. φαμὲν οὖν ἐπιλυόμενοι τὴν ἀπορίαν ὅτι, ὅταν δύο τισὶ τὸ αὐτὸ ὑπάρχῃ, ὑπάρχῃ δὲ τῷ ἑτέρῳ τούτων τὸ αὐτὸ διὰ τὸ λοιπόν, πολλῷ δήπου πρότερον καὶ μᾶλλον ἐκείνῳ τοῦτο ὑπάρξει. οἷον εἰ τῷ ὕδατι τὸ θερμῷ εἶναι διὰ τὸ πῦρ ὑπάρχει, δῆλον ὅτι μᾶλλόν ἐστι θερμότερον τὸ πῦρ· ὁμοίως εἰ τῷ σώματι τὸ ψυχρὸν ὑπάρχοι διὰ τὴν χιόνα, πολλῷ δήπου μᾶλλον τῇ χιόνι τοῦτο ὑπάρξει. ὅθεν καὶ αὐτὸς τοῦτο αὐτὸ αἰνιττόμενος εἶπεν ὅτι ἐκείνῳ μᾶλλον ὑπάρχει, ὡς δι’ ὃ κἀκείνῳ, τῷ πρώτῳ φημί, τὸ τοιοῦτον ὑπάρχει· οὐχ ὑπάρχει δὲ ὅλως τῷ οἴνῳ τὸ μεθύειν, ἵνα εἴπωμεν ὅτι καὶ μᾶλλον ἔδει αὐτῷ ὑπάρχειν ἢ τῷ πιόντι, οὐδὲ τῷ ξίφει τὸ τεθνάναι οὐδὲ τῇ κινήσει ἡ θερμότης. οὐ δοκεῖ δέ μοι ὑγιῶς ἔχειν ἡ ἐπίλυσις τῆς ἀπορίας· οὐ γάρ ἐστιν ἐπίλυσις τοῦ ἀπόρου ἀλλ’ ἀνασκευὴ τοῦ προβλήματος καὶ αἴτησις τοῦ ζητουμένου. δεῖξαι γὰρ προέθετο, ὅτι ἀνάγκη τὰς προτάσεις τὰς πρὸς τὴν ἀπόδειξιν παραλαμβανομένας οὐ μόνον προεγνῶσθαι τοῦ δεικνυμένου ἀλλὰ καὶ μᾶλλον· ἀνάγκη γάρ, φησί, μὴ μόνον προγινώσκειν τὰ πρῶτα, ἢ πάντα ἢ ἔνια, ἀλλὰ καὶ μᾶλλον.
“既然由于拥有我们称为证明的这种推论,我们必须既确信又知晓事物,而这种[推论]又由于存在推论由之构成的那些前提而存在,等等。” 既然他说用于证明的前提必须比结论更加为人所知且更加可信,他现在正打算确立这同一件事。因此他说,当存在两个事物,而某种属性由于其余一个事物属于另一个事物时,在它借以被称为也属于另一个事物的那个事物中,必然更多地具有[这一属性];例如,如果我们由于孩子而爱老师,我们便更多地爱孩子。因此,如果我们由于前提而确信结论,前提自然必然远远比结论更加可信;因为如果在获得对原理的确信之前我们就确信结论,这与其说是证明,不如说是欺瞒。因此,如果有人说某人曾关于这个人说过他是善人,而我们并不了解说话者是真诚还是不真诚,就关于这个人确信他是善人,显然,如果说话者本身不可信,被作证者也不会具有是善人[这一属性]。因此苏格拉底对主张阿耳刻拉奥斯幸福的波罗斯给出了更稳妥的回答,说:“我不知道;因为我还未曾与这人结识,也不知道他在教养与正义方面究竟如何。” 然而有些人在此提出了疑难,说:“那么又如何呢?既然醉酒由于酒而属于人,难道醉酒更多地存在于酒中吗?”或者:“既然人由于剑而死亡,已死难道更多地属于剑吗?”以及:“如果被运动者由于运动而具有受热,难道运动比被运动者更热吗?”以及无数这类说法。因此我们在解决该疑难时说:当同一属性属于两个事物,且该同一属性由于其余一个事物属于其中的这一个事物时,这自然远更在先且更多地属于那个事物。例如,如果温热由于火而属于水,显然火更加温热;同样,如果寒冷由于雪而属于身体,这自然远远更多地属于雪。因此他自己也正是暗示这一点而说,凡因之使此种属性也属于另一个事物——我是说前者——者,此种属性便更多地属于它。然而醉酒根本不属于酒,以至于我们不能说它应当比饮酒者更多地属于酒;已死不属于剑,热也不属于运动。 然而在我看来,对这一疑难的解决并不健全;因为这不是疑难的解决,而是对所设论点的推翻以及对所探求者的论点先取。因为他打算指明,用于证明的前提不仅必然先于被证明者为人所知,而且必须更为人所知;他说:“不仅必须预先知晓原初的事物(或是全部或是某些),而且必须更知晓它们。”
- 1.41ἀνάγκη ἐκείνῳ μᾶλλον ὑπάρχειν δι’ ὃ καὶ τῷ ἑτέρῳ ὑπάρχειν λέγεται
关系代词 δι’ ὃ 的先行词是主句中的 ἐκείνῳ。尽管语序上存在倒置分离(hyperbaton),其骨架仍是:“[那因之也被说成属于另一方的]那个事物(ἐκείνῳ),必然更多地具有[该属性]”。τῷ ἑτέρῳ 指代前文两项中接受结果的一项。
- 1.41τὸ εἶναι ἀγαθός
带冠词不定式 τὸ εἶναι 的谓语形容词 ἀγαθός 与该句的主语 ὁ μαρτυρούμενος 保持格一致,采用了主格而非宾格(ἀγαθόν)。句意为“被作证者具有是善人这一属性”。
