← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§378.1-379.20

作为证明中项的目的因与补充论证结构

斐洛庞努斯探讨了以饭后散步与健康为例说明目的因如何在证明中充当中项,补充了胃部消化的生理学解释,并阐明亚里士多德所给出的三段论实际上是对原推论大前提的补充论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.93

" Ὅσων δὲ αἴτιον τὸ ἕνεκά τινος.1" Ὅσων δὲ πραγμάτων ἐστὶ τὸ ἕνεκά τινος αἴτιον, ἤγουν τὸ τελικὸν αἴτιον. τοιαῦτά εἰσιν οἷα μέλλει εἰπεῖν· δεῖ γὰρ προσθεῖναι τὸ ‘τοιαῦτά εἰσι’ πρὸς ἀπόδοσιν τοῦ λόγου. οἷον διὰ τί περιπατεῖ ἀπὸ δείπνου ὁ Σωκράτης; ἵνα ὑγιαίνῃ· τοῦτό ἐστι τὸ τελικὸν αἴτιον. καὶ διὰ τί οἰκία ἐστίν; ὅπως συντηρῶνται τὰ σκεύη, καὶ αὐτὸ τελικὸν αἴτιον. τὸ γὰρ ἐρωτᾶν διὰ τί δεῖ περιπατεῖν ταὐτόν ἐστι τῷ λέγειν τίνος ἕνεκα δεῖ περιπατεῖν, ἤγουν ζήτησίς ἐστιν ἐνταῦθα τοῦ τελικοῦ αἰτίου· καθόλου γὰρ ὁ ἐρωτῶν τὸ διὰ τί ζητεῖ αἰτίαν ἢ ποιητικὴν ἢ ὑλικὴν ἢ ἄλλην τινά. ἐνταῦθα δὲ ζητεῖ τελικήν. τὰ βρώματα πρῶτον ἐν τῷ στόματι κεῖνται τῆς γαστρός, ἤγουν ἐν τῷ στομάχῳ, καὶ διὰ τοῦτο ἀναγκαῖον περιπατεῖν μετὰ δεῖπνον, ἵνα ὑπὸ τὴν γαστέρα ὑποχαλασθῶσιν· ἐν ταύτῃ γὰρ ἀξιολογώτερον πέττονται καὶ οὕτως τρόφιμα γίνονται τοῦ ὅλου σώματος. εἰ δ’ ἐν τῷ στόματι τῆς γαστρὸς ἐμβραδύνουσιν, ἄπεπτα μένουσι καὶ συσσήπεται· ὅθεν καὶ αἱ δυσωδίαι γίνονται ἐν τοῖς στόμασι τῶν ἀνθρώπων καὶ ἐρυγαὶ ὀξώδεις καὶ κνισσώδεις, καὶ νοσεῖν ἐντεῦθεν συμβαίνει τὸν ἄνθρωπον. ἀλλ’ ἐπειδὴ συγκεχυμένως πως ὁ συλλογισμὸς παρὰ τῷ Ἀριστοτέλει ἐξετέθη, φέρε ἡμεῖς τοῦτον προσσαφηνίσωμεν, ἵνα μὴ δυσχερές τι καὶ πρόσαντες ἐν τῇ τοῦ κειμένου ἐξηγήσει ἐφεύρωμεν. τοῖς σκεύεσι δεῖ σωτηρίας· οἷς δὲ δεῖ σωτηρίας, χρεία σκέπης· τοῖς σκεύεσιν ἄρα δεῖ σκέπης, ἤγουν οἰκίας. ἐλάττων ὅρος τὰ σκεύη, μείζων τὸ χρεία σκέπης. καὶ πάλιν τῷ Σωκράτει δεῖ τοῦ ὑγιαίνειν· ᾧ δὲ δεῖ τοῦ ὑγιαίνειν, τὸ ἀπὸ δείπνου περιπατεῖν· τῷ Σωκράτει ἄρα ὑπάρχει τὸ ἀπὸ δείπνου περιπατεῖν. ὅρα πῶς καὶ ἐπὶ τούτου τοῦ συλλογισμοῦ ὁ μέσος ὅρος ἐστὶ τὸ τελικὸν αἴτιον, ἤγουν ἡ ὑγεία, καὶ ἐπὶ τοῦ προτέρου μέσος ὅρος ἡ σωτηρία. εἶτα προσσυλλογίζεται τὴν μείζονα πρότασιν μεταλλάξας τοὺς ὅρους τῆς μείζονος προτάσεως καὶ λαβὼν μείζονα ὅρον τὸ ὑγιαίνειν, τὸ δὲ ἀπὸ δείπνου περιπατεῖν ἐλάττονα, τὸ Γ. μετήλλαξε δὲ τοὺς ὅρους διὰ τὸ ταυτίζεσθαι· ταὐτὸν γάρ ἐστι τὸ ἀπὸ δείπνου περιπατεῖν καὶ τὸ ὑγιαίνειν, ὥσπερ καὶ ἐπὶ τοῦ γελαστικοῦ καὶ τοῦ ἀνθρώπου· ἐπεὶ δὲ ταυτίζονται, ἀδιάφορόν ἐστι τὸ θάτερον αὐτῶν λαβεῖν ἢ ὑποκείμενον ἢ κατηγορούμενον. μέσον δὲ ὅρον λαμβάνει τὸ Β, ἤγουν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς γαστρός. καὶ συλλογίζεται οὕτως· τῷ ἀπὸ δείπνου περιπατοῦντι χρεία τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία ἐν τῷ στόματι τῆς γαστρός· ᾧ δὲ χρεία τούτου, τούτῳ ὑπάρχει τὸ ὑγιαίνειν. ἔστι δὲ τὸ μὴ ἐπιπολάζειν τὰ σιτία ἐν τῷ στόματι τῆς γαστρὸς οὐχὶ τελικὸς ὁρισμὸς τῆς ὑγείας ἀλλὰ εἰδικός. ὑγείας δὲ λέγει οὐχὶ τῆς καθόλου ἀλλὰ τῆς ἐκ τροφῆς γινομένης. τῆς δὲ καθόλου ὑγείας ὁρισμός ἐστι συμμετρία τῶν τεσσάρων χυμῶν. Τὸ ὑγιαίνειν Α, ἤγουν μείζονα ὅρον. ἴσως τις ἀπορήσει, εἰ τὸ ὑγιαίνειν τελικὸν αἴτιόν ἐστι τοῦ ἀπὸ δείπνου περιπατεῖν, προέκειτο δὲ αὐτῷ δεῖξαι ὡς καὶ τὸ τελικὸν αἴτιον λαμβάνεται μέσος ὅρος ἐν τῇ ἀποδείξει, πῶς ἐνταῦθα μείζονα ὅρον ἔλαβε τὸ ὑγιαίνειν. καὶ φαμὲν ὡς τοῦτο προσσυλλογισμός ἐστι τῆς μείζονος προτάσεως τοῦ συλλογισμοῦ· ἐν γὰρ τῷ συλλογισμῷ μέσος ὅρος κεῖται τὸ ὑγιαίνειν. τὸ δὲ ἔστω δὴ ἀντὶ τοῦ ‘κατηγορείσθω’ ληπτέον. Καὶ τοῦτο, ἤγουν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, ὑπάρχει ὑγιεινόν· δοκεῖ γάρ, ἤγουν παρὰ πάντων ὁμολογεῖται, ὁρισμὸς εἶναι τῆς ὑγείας τὸ μὴ ἐπιπολάζειν τὰ σιτία. Τί οὖν τὸ αἴτιον τοῦ τὸ Α, ἤγουν τὸ οὗ ἕνεκα, τουτέστι τὸ ὑγιεινόν, ὃ ὡς τελικὸν αἴτιον ἔκειτο ἐν τῷ συλλογισμῷ, ὑπάρχειν τῷ Γ, ἤγουν τῷ περιπατεῖν;2 καὶ φησὶν ὡς τὸ Β, ἤγουν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία. τοῦτο δέ, ἤγουν τὸ μὴ ἐπιπολάζειν, ἐστὶν ὥσπερ ὁρισμὸς ἐκείνου, ἤγουν τῆς ὑγείας· καὶ γὰρ οὕτως ἀποδοθήσεται τὸ Α, ἤγουν εἴ τις μέλλει ἀποδοῦναι ὁρισμὸν τοῦ Α, ἤγουν τοῦ ὑγιεινοῦ, τοῦτο ἀποδώσει τὸ μὴ ἐπιπολάζειν.

“凡是原因是为了某种目的之事物……” 凡是以为了某种目的之事物(即目的因)为原因的事物,都是正如他将要说的那样;因为必须为了句子的完整补上“都是这样的”。例如:苏格拉底为什么在晚饭后散步?为了身体健康;这就是目的因。又如:为什么有房屋?为了器皿得以保全,这本身也是目的因。因为问“为什么应当散步”与说“为了什么应当散步”是同一的,即这里探究的是目的因。一般而言,问“为什么”的人是在探究某种原因,或是动力因,或是质料因,或是某种其他原因;但在此处他探究的是目的因。食物起初停留在腹部的口部,即贲门胃部,因此晚饭后散步是必然的,以便食物沉降到腹部下方;因为在腹部中食物消化得更充分,从而成为整个身体的营养。但如果食物在腹部的口部停留过久,就会保持未消化的状态并发酵腐败;人嘴里的恶臭以及酸涩油腻的饱嗝由此产生,人也因此染上疾病。然而,既然亚里士多德那里的三段论陈述得有些混乱,那么就让我们来进一步阐明它,以免我们在解释文本时遇到任何困难和阻碍。器皿需要保全;需要保全之物需要遮蔽;因此器皿需要遮蔽,即房屋。小项是器皿,大项是需要遮蔽。又如:苏格拉底需要健康;需要健康的人具有饭后散步这一属性;因此苏格拉底具有饭后散步这一属性。请看,在此三段论中,中项同样是目的因,即健康,而在前一个三段论中,中项是保全。随后,他通过调换大前提的诸项,将健康作为大项,将饭后散步作为小项Γ,从而对大前提进行了补充论证。他调换这些项是因为它们是同等外延的;因为饭后散步与健康是等同的,正如能笑与人一样;既然它们是等同的,无论将它们中的哪一个作为主项还是谓项都没有分别。他取Β为中项,即食物不在腹部口部浮存。他这样进行推论:饭后散步者需要食物不在腹部口部浮存;而需要此点者,则具有健康这一属性。食物不在腹部口部浮存并不是健康的目的论定义,而是形式定义。他所说的健康不是指普遍的健康,而是指从饮食中产生的健康;因为普遍健康的定义乃是四种体液的均衡。“健康为Α”,即作为大项。也许有人会提出疑问:如果健康是饭后散步的目的因,并且他的既定目标是展示目的因在证明中也被作为中项选取,为什么他在这里将健康作为大项选取呢?我们说,这是该三段论大前提的补充论证;因为在原来的三段论中,健康被作为中项放置。而“假定”应当被理解为代替“被谓述”。“并且这个”,即食物不浮存,“作为健康的事物而属于”;因为食物不浮存被认为(即被所有人一致同意)是健康的定义。“那么,Α(即目的,也就是说健康的事物——它在三段论中曾作为目的因被放置)属于Γ(即散步)的原因是什么呢?”他说,乃是Β,即食物不浮存。而这个(即不浮存)就像是那个(即健康)的定义;因为确实Α将这样被说明,也就是说,如果有人要给出Α(即健康的事物)的定义,他就会给出这一点:不浮存。

语法注2 条
  1. 2.93Ὅσων δὲ αἴτιον τὸ ἕνεκά τινος

    在由关系代词 ὅσων 引导的关系从句后,亚里士多德的原文字面上省略了主句(归结部)。注疏者指出语法上必须补出 τοιαῦτά εἰσι(“都是这样的”)作为归结部(ἀπόδοσις)。

  2. 2.93Τί οὖν τὸ αἴτιον τοῦ τὸ Α, ἤγουν τὸ οὗ ἕνεκα, τουτέστι τὸ ὑγιεινόν, ὃ ὡς τελικὸν αἴτιον ἔκειτο ἐν τῷ συλλογισμῷ, ὑπάρχειν τῷ Γ, ἤγουν τῷ περιπατεῖν;

    句子的核心骨架是由疑问代词 τί 作为谓语、省略的 ἐστί 和主语 τὸ αἴτιον 构成的疑问句(“……的原因是什么?”)。随后由冠词属格 τοῦ 引导的不定词短语(τὸ Α ... ὑπάρχειν τῷ Γ)作为 αἴτιον 的补充/宾格性属格,包含其对格主语 τὸ Α 与与格补足语 τῷ Γ,并插入了同格解释短语(ἤγουν...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:378.1-379.20