← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§376.15-377.31

作为证明中项的质料因与动力因

斐洛波诺斯阐释了质料因(以“两直角的一半”作为证明半圆内的角是直角的中项)以及动力因(作为波斯战争原因的先发侵略)如何在证明中充当中项。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.90

" Τό τε γὰρ οὗ ὄντος τοδὶ ἀνάγκη εἶναι." Ἀπαριθμησάμενος τὰ τέσσαρα αἴτια καὶ εἰπὼν ἕκαστον τούτων μέσον ὅρον ἐν τῇ ἀποδείξει λαμβάνεσθαι καὶ δείξας τοῦτο ἐπὶ τοῦ εἰδικοῦ, νῦν δείκνυσι καὶ τὰ λοιπὰ μέσα γίνεσθαι ἐν ταῖς ἀποδείξεσι διὰ παραδειγμάτων. καὶ προτίθεται τὸ ὑλικὸν αἴτιον, ὃ ἐδήλωσεν ἀπὸ τοῦ εἰπεῖν οὗ ὄντος τοδὶ ἀνάγκη εἶναι· εἴπομεν γὰρ ὅτι ἡ ὕλη τὸ ἀναγκαῖον ἔχει διὰ τὴν τοῦ εἴδους ὕπαρξιν· ἀναγκαῖοι γὰρ οἱ λίθοι καὶ τὰ ξύλα διὰ τὸ εἶδος τῆς οἰκίας. ἐφερμηνεύων δὲ οἷον ἑαυτόν φησιν ‘ὅταν μου ἀκούσῃς λέγοντος ὅτι οὗ ὄντος ἀνάγκη τοδὶ εἶναι, ἤγουν τὸ συμπέρασμα, μὴ νόει τὸ οὗ ὄντος μίαν πρότασιν· ἀδύνατον γὰρ ἐκ μιᾶς προτάσεως συμπέρασμα γενέσθαι, ἀλλ’ ἐκ δύο τοὐλάχιστον’. καὶ λοιπὸν τὸ οὗ ὄντος δηλοῖ τὸ μέσον· ἑνὸς γὰρ μέσου ληφθέντος ἀνάγκη συμπέρασμα γίνεσθαι· τὸ γὰρ μέσον ἐστὶ τὸ συνδέον τὰς προτάσεις καὶ αἴτιον τοῦ συμπεράσματος. πᾶς γὰρ μέσος καὶ ὑλικὸν αἴτιον ὡς ἐν συλλογισμῷ λέγεται· εἰ γὰρ αἱ προτάσεις ὕλης λόγον ἐπέχουσιν ἐν τῷ συλλογισμῷ, ὥσπερ καὶ τὸ συμπέρασμα εἴδους, ὁ δὲ μέσος αἴτιός ἐστι τῆς συμπλοκῆς τῶν προτάσεων, λοιπὸν καὶ αὐτὸς ὕλης λόγον ἐπέχει, ἀλλ’ ἐν συλλογισμῷ. τοῦ δὲ πράγματος ἢ εἰδικὸν αἴτιον ἔσται τὸ μέσον ἢ ὑλικὸν ἢ ἕτερόν τι. τέως γοῦν ἐνταῦθα λαμβάνει τὸν μέσον ὑλικὸν αἴτιον τοῦ πράγματος, ὅ ἐστιν ἡμίσεια τῶν δύο ὀρθῶν· αἱ γὰρ δύο ὀρθαὶ γωνίαι ὡς ὅλον τί ἐστι διαιρούμενον εἰς δύο μέρη, ἤγουν ἡμισεύματα, ὧν ἕκαστόν ἐστιν ὀρθὴ γωνία· τὰ δὲ μέρη ὡς ὕλη εἰσὶ τοῦ ὅλου. ὥστε τὸ ἡμίσεια δύο ὀρθῶν μέρος ὂν ὡς ὑλικὸν αἴτιον λαμβάνεται. καὶ ὁ μὲν Εὐκλείδης ἐν τῷ τρίτῳ τῆς γεωμετρίας δείκνυσι, πῶς ἡ ἐν ἡμικυκλίῳ γωνία ὀρθή ἐστι. καὶ ἐπεὶ δυσχερές ἐστι παραστῆσαι τοῦτο τοῖς ἀγεωμετρήτοις ἐξ ὧν ἐκεῖνος εἴρηκε, φέρε ἡμεῖς ἐκλαβώμεθα τοῦτο ὅσον ἀνήκει τῇ προκειμένῃ πραγματείᾳ. καταγράφει κύκλον τὸ ΒΓΔΕ, καὶ μέσον ἄγει διάμετρον εἰς δύο ἡμικύκλια τὸν κύκλον διαιροῦσαν τὴν ΒΔ. ἄγει δὲ κατὰ κάθετον εὐθεῖαν τὴν ΓΑ ἐπὶ τῆς ΒΔ. ἐπεὶ δὲ εὐθεῖα ἐπ’ εὐθείας σταθεῖσα δύο ὀρθὰς γωνίας ποιεῖ, λοιπὸν ἡ ἐν ἡμικυκλίῳ γωνία, ἢ ἡ ΒΑΓ ἢ ἡ ΓΑΔ, ἡμίσειά ἐστι τῶν δύο ὀρθῶν· τὸ γὰρ ἓν τῶν δύο ἥμισυ. δέδεικται γοῦν ὡς ἡ ἐν ἡμικυκλίῳ γωνία ὀρθή ἐστι διὰ μέσου τοῦ ἡμίσεια δύο ὀρθῶν. Τίνος ὄντος αἰτίου ἡ ἐν ἡμικυκλίῳ γωνία ἐστὶν ὀρθή; τοῦ Β δηλονότι· τὸ γὰρ Β, ἤγουν ἡ ἡμίσεια τῶν δύο ὀρθῶν, αἴτιόν ἐστι τοῦ τὸ Α, ἤγουν τὴν ὀρθήν, τῷ Γ εἶναι,1 ἤγουν τῇ ἐν ἡμικυκλίῳ γωνίᾳ.

“因为在什么存在时这必然存在……” 在列举了四种原因,并说明了其中每一种都在证明中被作为中项选取,且在形式因上展示了这一点之后,现在他通过范例展示其余的原因在证明中也成为中项。他首先提出了质料因,即他通过说“在什么存在时这必然存在”所表明的;因为我们说过,由于形式的存在,质料具有必然性;正如石头和木材因房屋的形式而是必然的一样。他似乎是在自我解释地说道:“当你听我说‘在什么存在时这必然存在’——即结论必然存在——时,不要把‘在什么存在时’理解为单个前提;因为从单个前提不可能产生结论,而是至少要从两个前提产生”。因此,“在什么存在时”表明了中项;因为一旦选取了一个中项,必然产生结论;因为中项乃是将诸前提联结起来并成为结论之原因的东西。事实上,每一个中项在三段论中也被称为质料因;因为如果在三段论中诸前提充当质料的地位,正如结论充当形式的地位一样,而中项是诸前提结合的原因,那么它自身也充当质料的地位,不过是在三段论中。但作为事物的原因,中项要么是形式因,要么是质料因,要么是其他某种原因。无论如何,在此处他把中项取为事物的质料因,即“两直角的一半”;因为两直角就像是一个被分割为两个部分——即两个半部分——的整体,其中每一个部分都是直角;而部分就像是整体的质料。因此,“两直角的一半”由于是部分,便被作为质料因选取。欧几里得一方面在《几何原本》第三卷中展示了半圆内的角如何是直角;但由于根据他所说的向不懂几何的人阐明这一点是困难的,那么就让我们在切合当前论述的范围内来领会这一点。他画了一个圆ΒΓΔΕ,并在中间引了一条将圆分为两个半圆的直径ΒΔ。他在ΒΔ上作了一条垂线ΓΑ。既然一条直线立在另一条直线上做成两直角,因此半圆内的角,无论是ΒΑΓ还是ΓΑΔ,都是两直角的一半;因为一乃是二的一半。于是,通过“两直角的一半”这一中项,展示了半圆内的角是直角。在什么作为原因存在时,半圆内的角是直角呢?显然是Β;因为Β,即两直角的一半,乃是Α(即直角)属于Γ(即半圆内的角)的原因。

§2.91

"Τοῦτο δ’ ἦν." Ἤγουν ἡ ἐν ἡμικυκλίῳ ὀρθή, τοῦτο ἦν ἡ ἡμίσεια τῶν δύο ὀρθῶν. τοῦτο δέ, ἤγουν ἡ ὀρθή, ταὐτόν ἐστι τῷ τί ἦν εἶναι, ἤγουν τῷ ὁρισμῷ αὐτῆς· ὁ γὰρ λόγος καὶ ὁ ὁρισμὸς αὐτῆς τοῦτο σημαίνει, τὴν ὀρθήν. ταὐτὸν γάρ ἐστιν ὁ ὁρισμὸς ὁ κυρίως καὶ τὸ ὁριστόν· τὸ γὰρ ὄνομα ὁρισμός ἐστι συνεπτυγμένος, ὁ δὲ ὁρισμὸς ὄνομα ἐξηπλωμένον.

“而这就是……” 即半圆内的直角,这就是“两直角的一半”。而这个,即直角,与正是其所是相同,即与它的定义相同;因为它的说明式和定义指明的正是这个,即直角。因为严格意义上的定义与被定义项是同一的;因为名称是浓缩的定义,而定义是展开的名称。

§2.92

"Ἀλλὰ μὴν καὶ τὸ τί ἦν εἶναι αἴτιον." Ἤγουν ἀλλὰ μὴν καὶ ὁ ὑλικὸς ὁρισμὸς δέδεικται μέσος λαμβανόμενος ἐν τῇ ἀποδείξει. Τὸ μέσον. ἐνταῦθα τὸ ‘τό’ ὡς παρέλκον ληπτέον.2 Τὸ διὰ τί οἱ Μῆδοι τοῖς Ἀθηναίοις ἐπολέμησαν, τοῦτο ζητεῖ τίς ἐστιν ἡ ποιητικὴ αἰτία τοῦ πολεμεῖσθαι τοὺς Ἀθηναίους παρὰ τῶν Μήδων. καὶ ἐνταῦθα μέλλει δεῖξαι ὅτι τὸ ποιητικὸν αἴτιον μέσον ἐν τῇ ἀποδείξει λαμβάνεται· ποιητικὸν δὲ αἴτιον τοῦ πολέμου ἐστὶ τὸ τοὺς Ἀθηναίους μετ’ Ἐρετριέων πρώτους εἰσβαλεῖν εἰς Σάρδεις. ἔστι δὲ ἡ ἱστορία τοιαύτη· αἱ Σάρδεις ἡ πόλις ὑποτελὴς ἦν τοῖς Μήδοις· οἱ δ’ Ἀθηναῖοι μετὰ τῶν Ἐρετριέων ταύτην ἐπολιόρκησαν, καὶ διὰ τοῦτο οἱ Μῆδοι κατὰ τῶν Ἀθηναίων πόλεμον ἐκίνησαν.

“但正是其所是确实也是原因。” 也就是说,质料定义在证明中被作为中项选取,这一点也已被展示。“中项”。在此处冠词“这个(τό)”应被视为冗余。“为什么米底人向雅典人发动战争?”这探究的是雅典人遭受米底人攻打的动力因是什么。在这里他将要展示,动力因在证明中被作为中项选取;而战争的动力因乃是雅典人与埃雷特里亚人最先入侵萨狄斯。历史事实是这样的:萨狄斯城原本是臣服于米底人的;而雅典人与埃雷特里亚人围攻了它,因此米底人向雅典人挑起了战争。

语法注2 条
  1. 2.90αἴτιόν ἐστι τοῦ τὸ Α, ἤγουν τὴν ὀρθήν, τῷ Γ εἶναι

    由属格冠词 τοῦ 引导的带冠词不定式结构,作名词 αἴτιον 的补足语。宾格 τὸ Α(与 τὴν ὀρθήν 同位)是不定式 εἶναι 的主语,与格 τῷ Γ(与 τῇ ἐν ἡμικυκλίῳ γωνίᾳ 同位)作其归属对象(即“Α属于Γ”)。

  2. 2.92ἐνταῦθα τὸ ‘τό’ ὡς παρέλκον ληπτέον

    关于亚里士多德文本短语中冠词的语文学评注。παρέλκον 是语法学和注疏学中的专门术语,意为“冗余的/多余的”(pleonastic),与动形容词 ληπτέον(“应当理解为/视为”)连用作表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:376.15-377.31