← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§374.25-376.14

定义的分类与作为证明中项的四因

菲洛波诺斯注解了亚里士多德《后分析篇》94a3–94a20,阐明了证明、种的定义、复合定义与质料定义之间的相互关系以及定义的诸种分类,并指出四种原因(形式因、质料因、动力因、目的因)均在证明中充当中项。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.86

" Διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾷ καὶ τί ἐστι βροντή." Διὰ μὲν τοῦ διὰ τί ἐδήλωσε τὴν ἀπόδειξιν, διὰ δὲ τοῦ τί ἐστι τὸν ὁρισμόν, λέγων διαφέρειν ταύτην τοῦ ὁρισμοῦ διὰ τὴν θέσιν τοῦ αἰτίου καὶ αἰτιατοῦ. Ἔτι ἐστὶ καὶ ὁρισμὸς τῆς βροντῆς ὑλικὸς ὁ λέγων ψόφος ἐν νέφεσι· τοῦτο δὲ γίνεται συμπέρασμα ἀποδείξεως, καὶ ἔστιν ὁ τοιοῦτος ὁρισμὸς ἀποδεικτὸς διὰ μέσου τοῦ εἰδικοῦ ὁρισμοῦ. ὁ δὲ ὁρισμὸς ὁ εἰδικός, ὃς καὶ ἀμέσως ὑπάρχει τῷ ὁριστῷ, θέσις ἐστὶ δηλωτικὴ τοῦ τί ἐστὶ τὸ πρᾶγμα, ἤγουν τῆς οὐσίας τοῦ πράγματος, ἀναπόδεικτος. ἡ γὰρ ἄμεσος πρότασις διαιρεῖται εἰς τὰ ἀξιώματα καὶ εἰς τὴν θέσιν· ἡ δὲ θέσις, ὡς φθάσαντες εἴπομεν, διαιρεῖται εἰς τὴν ὑπόθεσιν καὶ θέσιν.1

“因为说为何打雷与雷是什么是不同的。” 他用“为何”指明了证明,用“是什么”指明了定义,说明前者因原因与结果的排列位置而与定义不同。此外,雷还有一个质料定义,即“云中的响声”;这成为证明的结论,而这样的定义通过种的定义这一中项是可以被证明的。另一方面,种的定义既直接属于被定义项,又是不可证明的、指明事物是什么即事物实体的定立。因为直接命题被区分为公理与定立;而定立如我们此前所言,又被区分为假设与定立[定义]。

§2.87

"Ἔστιν ἄρα ὁρισμός." Νῦν ἀπαριθμεῖται τὰ σημαινόμενα τοῦ ὁρισμοῦ. καὶ φησὶν εἷς μὲν ἐστιν ὁρισμὸς λόγος δηλωτικὸς τοῦ τί ἐστι τὸ πρᾶγμα ἀναπόδεικτος, οἷός ἐστιν ὁ εἰδικός. εἷς δέ ἐστιν, ἤγουν ἕτερος, συλλογισμὸς τοῦ τί ἐστι, διαφέρων τῆς ἀποδείξεως τῇ πτώσει, ἤγουν τῇ θέσει,2 οἷός ἐστιν ὁ σύνθετος. τρίτος δέ ἐστιν ὁρισμὸς ὁ ὑλικός, ὃς καὶ ἀποδείκνυται καὶ συμπέρασμα τῆς ἀποδείξεως γίνεται τοῦ τί ἐστιν, ἤγουν ὅστις ἐστὶ καὶ ἀποδεικτός· ἀποδείκνυται γὰρ διὰ μέσου τοῦ εἰδικοῦ.

“因此,定义是……” 现在他列举定义的诸种含义。他说:一种定义是不可证明的、指明事物是什么的说明,例如种的定义就是如此。另一种,即第二种定义,是对“是什么”的三段论,它在格变上——即在位置上——与证明不同,例如复合定义就是如此。第三种定义则是质料定义,它既被证明,又成为对“是什么”的证明的结论,即它也是可被证明的;因为它是通过种的定义这一中项而被证明的。

§2.88

"Φανερὸν οὖν ἐκ τῶν εἰρημένων." Νῦν ἀνακεφαλαίωσιν ποιεῖται ὧν εἴρηκε. φανερὸν οὖν ἐστι πῶς ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ καὶ πῶς οὐκ ἔστιν, ἤγουν ἀποδεικτὸς μέν ἐστιν ὁ εἰδικὸς ὁρισμὸς ὡς διὰ τῆς ἀποδείξεως ἐμφαινόμενος· μέσος γὰρ κεῖται ὁρισμὸς ὢν τοῦ μείζονος ὅρου· ἀπόδειξις δὲ οὐκ ἔστιν αὐτοῦ, καθὸ συμπέρασμα οὐ γίνεται. καὶ πῶς τὸ τί ἐστι δείκνυσιν, ἤγουν ὁ [μὲν] ὁρισμὸς δείκνυσι μὲν φύσιν πράγματος, καὶ πῶς οὐ δείκνυσιν, ἤγουν οὐ δείκνυσι δὲ πάθος ὑπάρχον τινὶ ὑποκειμένῳ. καὶ τίνων ἐστὶν ὁρισμός, τῶν ἁπλῶν, νοῦ καὶ ψυχῆς, τίνων δὲ οὔ, τῶν συνθέτων.3 ἔτι δὲ πῶς ὁ σύνθετος ὁρισμὸς ἔχει πρὸς τὴν ἀπόδειξιν, ἤγουν κατὰ τί διαφέρει αὐτοῦ. καὶ πῶς τοῦ αὐτοῦ καὶ ἑνὸς ἐνδέχεται εἶναι ὁρισμόν, καὶ πῶς οὐκ ἐνδέχεται εἶναι ὁρισμὸν ἀλλ’ ἀπόδειξιν. οἷον τῆς ἐκλείψεως ἔστι καὶ ὁρισμὸς καὶ ἀπόδειξις ἄλλως καὶ ἄλλως· εἰ μὲν γὰρ χωρίσεις τὴν ἔκλειψιν τῆς σελήνης τῇ ἐπινοίᾳ, δηλώσεις ταύτην δι’ ὁρισμοῦ· εἰ δὲ ἐν τῇ σελήνῃ θεωρεῖς ταύτην, δι’ ἀποδείξεως δηλώσεις ὅτι ἔστιν ἐν αὐτῇ.

“因此,从所说的话中显而易见。” 现在他对所说过的内容进行总结。因此,关于定义的证明如何存在又如何不存在是显而易见的:也就是说,种的定义作为通过证明显现出来的东西而言是可证明的(因为它是大项的定义,被置为中项);但就它不成其为结论而言,关于它并没有证明。并且定义如何指明“是什么” ——即定义一方面指明事物的本性——又如何不指明“是什么”——即它并不指明属于某个主体的被动状态——也是显而易见的。以及关于哪些事物有定义——关于单纯的事物,即智性和灵魂——关于哪些事物没有定义——关于复合的事物——也是显而易见的。此外,复合定义如何与证明相关联,即在何种方面与证明不同,也是显而易见的。以及对于同一事物如何可能有定义,又如何可能有证明而非定义,也是显而易见的。例如对于月食,以不同的方式既有定义又有证明;因为如果你在思想中把月食与月亮分离开来,你就会通过定义来表明它;但如果你在月亮中考察它,你就会通过证明来表明它存在于月亮之中。

§2.89

"Ἐπεὶ δὲ ἐπίστασθαι οἰόμεθα." Αἴτιά εἰσι τέσσαρα, εἰδικόν, ὑλικόν, ποιητικὸν καὶ τελικόν. τότε γοῦν λεγόμεθα ἐπίστασθαι τὸ πρᾶγμα, ὅταν γινώσκωμεν τὴν αἰτίαν δι’ ἣν ἔστιν, εἴτε τὴν ὑλικὴν αὐτοῦ αἰτίαν εἴτε τὴν εἰδικὴν εἴτε τινὰ τῶν ἄλλων. ἀντὶ δὲ τοῦ εἰπεῖν εἰδικὸν αἴτιον’ εἶπε τὸ τί ἦν εἶναι· τὸ γὰρ τί ἦν εἶναι ὁρισμός ἐστιν οὐσιώδης· ὁ δὲ ὁρισμὸς ὁ οὐσιώδης εἰδικὸν αἴτιόν ἐστιν ὡς τὸ εἶδος καὶ τὴν οὐσίαν παριστῶν τοῦ πράγματος· τὸ τί ἦν ἄρα εἶναι εἰδικὸν αἴτιόν ἐστιν. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ὑλικόν’ εἶπε τὸ τίνων ὄντων ἀνάγκη τοῦτο εἶναι,4 ἤγουν τὸ εἶδος· τὸ γὰρ τίνων ὄντων παριστᾷ τὴν ὕλην. ἐν χρείᾳ γοῦν γινόμεθα τῆς ὕλης διὰ τὴν ὑπόστασιν τοῦ εἴδους· αὐτὴ γὰρ καθ’ αὑτὴν ἡ ὕλη τὸ ἀναγκαῖον οὐκ ἔχει, ἀλλὰ διὰ τὸ εἶδος. ἐν χρείᾳ γοῦν γινόμεθά τινων ὑλικῶν, ἤγουν λίθων καὶ ξύλων, ὡς ἂν ὑποστῇ τὸ τῆς οἰκίας εἶδος· καὶ πάλιν ἐν χρείᾳ γινόμεθα τῆς συμμετρίας τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ὑγρῶν καὶ τῶν ξηρῶν, ὡς ἂν τὸ τῆς ὑγείας εἶδος ὑποστῇ ἐν ἡμῖν. ἕτερον δὲ αἴτιόν ἐστιν ὃ πρῶτον ἐκίνησεν, ἤγουν τὸ ποιητικὸν αἴτιον, ὡς ὁ πατὴρ ποιητικὸν αἴτιόν ἐστι τοῦ παιδὸς ὡς πρῶτος τὸ σπέρμα καταβαλὼν ἐν τῇ μήτρᾳ. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘τελικὸν αἴτιον’ εἶπε τὸ τίνος ἕνεκα, ὃ ὕστερον ἐπιγίνεται· ὁ γὰρ θεμέλιος καὶ οἱ τοῖχοι χάριν τῆς οἰκίας γεγόνασι· τελικὸν γὰρ τούτων αἴτιον τὸ εἶδος τῆς οἰκίας. πᾶσαι γοῦν αἱ τέσσαρες αὗται αἰτίαι διὰ τοῦ μέσου δείκνυνται, ἤγουν ὡς μέσοι ὅροι λαμβάνονται ἐν ταῖς ἀποδείξεσι καὶ εὑρίσκονται καὶ συντηρῶνται διὰ τῆς ἀποδείξεως.

“既然我们认为我们知道了……” 原因有四种:形式因、质料因、动力因与目的因。因此,当我们认识到事物因之而存在的原因时,无论是其质料因、形式因还是其他原因之一,我们就被称为知道了该事物。他没有说“形式因”,而是说了“正是其所是”;因为正是其所是乃是实质定义,而实质定义作为呈现事物的形式与实体的定义即是形式因;因此,正是其所是就是形式因。他没有说“质料因”,而是说了“在什么存在时这必然存在”,即形式必然存在;因为“在什么存在时”呈现了质料。因此,我们为了形式的成立而需要质料;因为质料自身并不具有必然性,而是为了形式才具有必然性。因此,我们需要某些质料性的东西,即石头和木材,以便房屋的形式得以成立;同样,我们需要冷与热、湿与燥的均称,以便健康的形式在我们身上得以成立。另一种原因则是“最先使之运动者”,即动力因,正如父亲是孩子的动力因,因为他是最先将种子投入子宫的人。他没有说“目的因”,而是说了“为了什么”,这是后来出现的;因为地基与墙壁是为了房屋而生成的;这些东西的目的因乃是房屋的形式。因此,这四种原因全都是通过中项而被展示的,即它们在证明中被作为中项选取,并通过证明被发现并得以维持。

语法注4 条
  1. 2.86διαιρεῖται εἰς τὴν ὑπόθεσιν καὶ θέσιν

    在亚里士多德《后分析篇》第1卷第2章(72a20)的标准划分中,定立(thesis)被区分为假设(hypothesis)与定义(horismos);而此处的文本写成了“区分为假设与定立”,出现了词语重复。句法上按字面直译,义理上第二个“定立”指代定义。

  2. 2.87τῇ πτώσει, ἤγουν τῇ θέσει

    菲洛波诺斯用“即在位置上”(ἤγουν τῇ θέσει)来注释亚里士多德正文(94a12)的“在格变上”(ptōsei),表明复合定义与证明的差异并非语法的变格,而是原因与结果排列位置的颠倒。

  3. 2.88καὶ τίνων ἐστὶν ὁρισμός, τῶν ἁπλῶν, νοῦ καὶ ψυχῆς, τίνων δὲ οὔ, τῶν συνθέτων

    间接疑问代词属格 τίνων 是支配动词 ἐστὶν ὁρισμός 的话题/涉及属格(“关于哪些事物有定义”),紧随其后的属格短语 τῶν ἁπλῶν, νοῦ καὶ ψυχῆς 以及 τῶν συνθέτων 分别对其作具体的同位说明。

  4. 2.89τὸ τίνων ὄντων ἀνάγκη τοῦτο εἶναι

    τίνων ὄντων 为表示条件或先行事由的属格绝对结构,由中性定冠词 τὸ 实词化,作为亚里士多德指称质料因的程式性表达。其后的 ἤγουν τὸ εἶδος 则以同位语形式说明指示代词 τοῦτο 的指代对象正是“形式”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:374.25-376.14