- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:373.12-374.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注解93b36,阐明第二种单一说明即种的定义,区分了仅包含原因的种的定义与兼具原因和结果的复合定义,并论述了复合定义与第一格连续证明在项的位置排列上的对应与差异。
" Ὁ δὲ τῷ ἓν καθ’ ἑνὸς δηλοῦν.1" Ἤγουν λέγεται εἷς λόγος καὶ ὁ εἰδικὸς ὁρισμὸς ὁ ἓν καθ’ ἑνὸς δηλῶν μὴ κατὰ συμβεβηκός, ὡς τὸ ‘θυμός ἐστιν ὄρεξις ἀντιλυπήσεως’· οὗτος γὰρ καὶ τὸν κατηγορούμενον ἕνα ἔχει (εἰ γὰρ καὶ δύο εἰσὶ τὰ ὀνόματα, τὸ ‘ὄρεξις ἀντιλυπήσεως’, ἐξ ὧν ὁ κατηγορούμενος, ἀλλ’ ἕν εἰσιν ὡς συμπληρωτικὰ ἑνὸς πράγματος) καὶ καθ’ ἑνὸς κατηγορεῖται, ἤγουν τοῦ θυμοῦ, καὶ οὐδὲ κατὰ συμβεβηκὸς κατηγορεῖται ἀλλὰ καθ’ αὑτό. εἷς γοῦν ἐστιν ὁ τοιοῦτος λόγος καθ’ αὑτὸ ὡς καὶ τὸν κατηγορούμενον ἔχων ἕνα καὶ τὸν ὑποκείμενον.2 ἡ δὲ πρότασις ἡ λέγουσα ‘Σωκράτης φιλόσοφός ἐστιν’ εἷς μὲν λόγος λέγεται καὶ αὕτη, ἀλλὰ κατὰ συμβεβηκός, διότι τὰ ἐξ ὧν σύγκειται ὁ κατηγορούμενος ἕτερά εἰσιν ὡς σημαντικὰ ἄλλων καὶ ἄλλων· τὸ μὲν γὰρ ‘ἐστίν’ ὕπαρξιν δηλοῖ, τὸ δὲ ‘φιλόσοφος’ συμβεβηκός. κατὰ συμβεβηκὸς δὲ λέγεται εἷς, καθὸ συνέβη ἐν τῷ Σωκράτει τὸ φιλόσοφον θεωρεῖσθαι. Εἷς μὲν δὴ ὁρισμός ἐστι τοῦ ὅρου κυρίως τὸ λόγος ἓν καθ’ ἑνὸς κατηγορῶν μὴ κατὰ συμβεβηκός. ἄλλος δὲ ὁρισμὸς τοῦ ὅρου ἐστὶ λόγος ὁ δηλῶν διὰ τί ἐστιν, ἤγουν ὁ ἔχων τὴν αἰτίαν τοῦ πράγματος ἅμα καὶ τὸ αἰτιατόν. οἷός ἐστιν ὁ σύνθετος ὁρισμός, ὃς καὶ κυρίως ὁρισμός ἐστι καὶ τέλειος ὡς καὶ ἀντιστρέφων πρὸς τὸ ὁριστὸν καὶ ταυτὸς ὢν ἐκείνῳ. οἷόν ἐστι τὸ ‘θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως’· ἐν τούτῳ γὰρ ἔνεστι καὶ τὸ αἰτιατόν, ἤγουν ἡ ζέσις τοῦ περὶ καρδίαν αἵματος, καὶ τὸ αἴτιον τῆς ζέσεως, οἷον τὸ ‘ὄρεξις ἀντιλυπήσεως’. Ὥστε ὁ μὲν πρότερος ὁ εἰδικὸς σημαίνει μὲν φύσιν πράγματος, δείκνυσι δ’ οὔ, ἤγουν ἀπόδειξις δ’ οὐκ ἔστιν, ἤγουν οὐχ ὡμοίωται τῇ ἀποδείξει· ἐν γὰρ τῇ ἀποδείξει καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν λαμβάνεται· ὁ δὲ ῥηθεὶς ὁρισμὸς τὸ αἴτιον μόνον ἔχει. ὁ δ’ ὕστερος ὁρισμὸς ὁ λέγων λόγος δηλῶν διὰ τί ἐστιν ἔστιν οἷον ἀπόδειξις τοῦ τί ἐστιν, ἤγουν ἐοικὼς τῇ ἀποδείξει καὶ οἷον τὸν ὁρισμὸν ἀποδεικνύων. διαφέρει δὲ τῆς ἀποδείξεως κατὰ τὴν θέσιν. ἐν μὲν γὰρ τῇ ἀποδείξει πρόκειται τὸ αἴτιον, εἶθ’ οὕτως ἐπάγεται ὡς συμπέρασμα τὸ αἰτιατόν· οἷον ὁ θυμούμενος ὀρέγεται ἀντιλυπήσεως, ὁ ὀρεγόμενος ἀντιλυπήσεως ζέει τὸ περὶ καρδίαν αἷμα, ὁ θυμούμενος ἄρα ζέει τὸ περὶ καρδίαν αἷμα· καὶ πάλιν ἐν νέφει πῦρ ἀποσβέννυται, ἀποσβεννυμένου τοῦ πυρὸς ψόφος γίνεται, ἐν τῷ νέφει ἄρα ψόφος γίνεται, ἤγουν βροντή. ἐν δὲ τῷ ὁρισμῷ τῷ συνθέτῳ ἀνάπαλιν κεῖνται, τὸ μὲν αἰτιατὸν πρῶτον, τὸ δ’ αἴτιον ὕστερον· οἷον τὸ ‘θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως καὶ ‘βροντή ἐστι ψόφος ἀποσβεννυμένου πυρὸς ἐν νέφει’. ὥστε ὁ αὐτὸς τρόπος κατὰ ἄλλον μὲν τρόπον λέγεται ὁρισμός, ἤγουν εἰ ἔχει τὸ αἰτιατὸν πρῶτον τὸ δ’ αἴτιον ὕστερον, ὡδὶ δέ, ἤγουν κατὰ ἄλλον δὲ τρόπον, λέγεται ἀπόδειξις συνεχής, εἴπερ τὸ μὲν αἴτιον κεῖται πρῶτον τὸ δ’ αἰτιατὸν ὕστερον. εἶπε δὲ τὸ συνεχής,3 διότι ἡ ἀπόδειξις τὸ παντὶ δείκνυσι, τοῦτο δὲ ἐν μόνῳ τῷ πρώτῳ σχήματι δείκνυται, ἐν δὲ τῷ πρώτῳ σχήματι συνεχῶς καὶ κατ’ εὐθεῖαν κεῖνται οἱ ὅροι καὶ οὐχ ὡς ἐν τῷ δευτέρῳ σχήματι ἢ ἐν τῷ τρίτῳ ὁ μέσος ἔξω κεῖται τῶν ἄκρων.
“或者因[非偶性地]指明一物属于一物。” 这就是说,非偶性地指明一物属于一物的种的定义,也被称为一个说明,如“愤怒是报复的欲求”;因为这个定义既具有单一的谓项(因为即便构成谓项的名称是两个,即“报复的欲求”,但作为充实单一事物的要素而言它们乃是一体),又被述说于单一事物,即愤怒,并且不是偶性地被述说,而是依自身被述说的。因此,这样的说明是依自身为一的,因为它既具有单一的谓项,又具有单一的主项。然而,说“苏格拉底是哲学家”这一命题虽然也被称为一个说明,却只是依偶性如此,因为构成谓项的成分作为意味不同事物者是各异的;因为“是”指事实上的存在,而“哲学家”则指偶性。之所以依偶性被称为一,乃是就哲学家这一属性恰好在苏格拉底身上被考察到而言。因此,严格意义上的关于定义的一个界说,就是非偶性地把一物述说于一物的说明。但关于定义的另一个界说,则是指明“为何存在”的说明,即兼具事物的原因与结果的说明。例如复合定义就是如此,它也是严格且完全意义上的定义,因为它既能与被定义项互换,又与被定义项同一。例如“愤怒是因报复的欲求而导致的围绕心脏的血液的沸腾”;因为在其中既有结果,即围绕心脏的血液的沸腾,又有沸腾的原因,即“报复的欲求”。所以,前一种即种的定义虽然意味事物的本性,却没有证明,即它不是证明,也就是说它不类似于证明;因为在证明中原因与结果均被把握,而前述定义则仅具有原因。然而,后一种称作指明为何存在的说明的定义,就如同对“是什么”的证明,即类似于证明并且如同证明着该定义。但它在位置上与证明不同。因为在证明中原因先被提出,然后结果作为结论被引出;例如:发怒者欲求报复,欲求报复者使围绕心脏的血液沸腾,因此发怒者使围绕心脏的血液沸腾;又如,在云中火被熄灭,火熄灭时发出响声,因此在云中产生响声,即雷鸣。但在复合定义中,它们的排列正好相反,结果在前,原因在后;例如“愤怒是因报复的欲求而导致的围绕心脏的血液的沸腾”以及“雷是火在云中被熄灭时的响声”。因此,同一种逻辑形态在一种方式下被称为定义,即如果它结果在前而原因在后;而这样,即在另一种方式下,如果原因在前而结果在后,则被称为连续的证明。他之所以说“连续的”,是因为证明所指明的是全称肯定命题,而这仅在第一格中才能被证明,在第一格中各项是连续且依直线排列的,并不像在第二格或第三格中那样中项位于两端项之外。
- 2.85Ὁ δὲ τῷ ἓν καθ’ ἑνὸς δηλοῦν.
此处承接前文(93b35)的 ἢ γὰρ τῷ συνδέσμῳ εἷς λέγεται(“要么是因连结而被说成是一”),为主句的第二种选择。阳性冠词 ὁ 指代 ὁ λόγος,需补充承前省略的谓语 λέγεται εἷς,由表示手段的带冠词不定词与格短语 τῷ ... δηλοῦν 修饰。
- 2.85τὸν κατηγορούμενον ... τὸν ὑποκείμενον
阳性单数宾格分词 τὸν κατηγορούμενον 与 τὸν ὑποκείμενον 在此作为逻辑学术语实质作名词用,指“谓项(ὅρος)”与“主项(ὅρος)”,需理解为补足省略的 ὅρον。
- 2.85εἶπε δὲ τὸ συνεχής
中性单数冠词 τὸ 置于形容词主格形式 συνεχής 之前,构成自指性引用,意为“他说出‘连续的’这个词/表述”。
