- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:371.28-373.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《后分析篇》卷二第8至10章(93b24–93b35),将算术家对单位的存在与定义的预设,与具有媒介性原因的事物通过证明把握定义相对比,并阐明了名目定义的性质以及说明通过连结实现单一性的方式。
" Ὅπερ ὁ ἀριθμητικὸς ποιεῖ." Ἐπεὶ γὰρ ἀρχὴν ἔχει τὴν μονάδα, ὡς ὁμολογούμενον ταύτην λαμβάνει καὶ ὅτι ἔστι καὶ τί ἐστιν. ἔστι δὲ μονὰς καθ’ ἣν ἕκαστον τῶν ὄντων ἓν λέγεται. ἐπὶ δὲ τῶν ὁριστῶν καὶ αἰτιατῶν τῶν ἐχόντων τὸ μέσον, ἤγουν τὸ αἴτιον, ἕτερον τῆς οὐσίας καὶ ἐμμέσως θεωρούμενον ἐν τῷ ὑποκειμένῳ ἔστι δηλῶσαι καὶ δεῖξαι τὸ τί ἐστι δι’ ἀποδείξεως, μὴ ἀποδεικνύντας δὲ τὸ τί ἐστι,1 ἤγουν μὴ ὡς συμπέρασμα τὸν ὁρισμὸν ποιοῦντας. οἷον ἡ στέρησις τοῦ φωτὸς αἰτία μέν ἐστι τῆς ἐκλείψεως, ἀλλ’ ἔμμεσος· καὶ διὰ τοῦτο λήψῃ μέσον ὅρον τῆς σελήνης καὶ τῆς στερήσεως τοῦ φωτὸς τὴν ἀντίφραξιν τῆς γῆς, καὶ λοιπὸν εὑρίσκεται ἡ ἀντίφραξις ὁρισμὸς εἶναι τῆς στερήσεως τοῦ φωτός, ἤγουν τῆς ἐκλείψεως.
“正如算术家所做的那样。” 因为算术家既然以单位为原理,便将它作为已被承认之物来把握,无论它是存在还是它是什么。而单位就是据此使得每个存在之物被称为“一”的东西。然而在那些具有中项(即原因)不同于其实质、且在基底中被媒介性地考察的被定义项和受原因支配之物上,是能够通过证明来表明并指明“是什么”的,但并不是证明“是什么”,即并非把定义当作结论。例如,光的缺失固然是食的原因,但却是媒介性的;为此,你将把地球的遮蔽作为月亮与光的缺失之间的中项,从而遮蔽便被发现为光的缺失(即食)的定义。
"Ὁρισμὸς δ’ ἐπειδὴ λέγεται εἶναι λόγος." Ὁρίζεται τὸν ὁρισμὸν ἐνταῦθα, καὶ φησὶν ὡς ὁρισμός ἐστι λόγος τοῦ τί ἐστιν. ἐν τούτῳ πάντα τὰ εἴδη τοῦ ὁρισμοῦ ἐμπεριείληπται καὶ αὐτὸς ὁ ὀνοματώδης ὁρισμός· καὶ οὗτος γάρ ἐστι λόγος τοῦ τί ἐστιν. ἀλλ’ ὅρα καὶ τὴν διαφοράν· τὰ μὲν ἄλλα εἴδη τοῦ ὁρισμοῦ λόγοι εἰσὶ τοῦ τί ἐστιν, ἤγουν δηλωτικοὶ τῆς φύσεως τοῦ πράγματος· ὁ δὲ ὀνοματώδης ὁρισμὸς λόγος ἐστὶ τοῦ τί 〈σημαίνει τί〉 ἐστιν, ἤγουν ἐφερμηνευτικὸς τοῦ ὀνόματος. μετὰ δὲ τὸ ὁρίσασθαι τὸν ὁρισμὸν λέγει καὶ τὰ σημαινόμενα τοῦ ὁρισμοῦ, καὶ φησίν· ἄλλος μὲν ὁρισμὸς λέγεται ὀνοματώδης, ὃς καὶ ἔστι λόγος τοῦ τί σημαίνει τὸ ὄνομα, ἢ εἰ βούλει, εἰπὲ τοῦτον λόγον ὀνοματώδη· ταὐτὰ γάρ εἰσιν. οἷον παριστᾷ τί σημαίνει τὸ ὄνομα τοῦ τριγώνου καθὸ τρίγωνον· ὁ γὰρ εἰπὼν ‘τρίγωνόν ἐστι σχῆμα ὑπὸ τριῶν γωνιῶν συνιστάμενον’ λόγον εἶπεν ὀνοματώδη.
“然而,既然定义被说成是说明,”他在这里给定义下了定义,说定义是关于“是什么”的说明。在这个定义中包含了定义的所有种类,连同名目定义本身在内;因为名目定义也是关于“是什么”的说明。但请注意其差异:定义的其他种类是关于“是什么”的说明,即揭示事物的本性;而名目定义则是关于“所意味的是什么”的说明,即阐明名称的。在给定义下定义之后,他还陈述了定义的诸义,并且说:有一种定义被称为名目定义,它是关于名称意味什么的说明;或者如果你愿意,也可以称之为名目说明,因为它们是同一的。例如,它展示三角形之名称就其为三角形而言意味什么;因为说“三角形是由三个角构成的图形”的人,所说出的就是一个名目说明。
"Ὅπερ ἔχοντες ὅτι ἔστι." Ἤγουν δι’ οὗ ὀνοματώδους ὁρισμοῦ μαθόντες ὡς ἔστι τρίγωνον, ζητοῦμεν καὶ διὰ ποίαν αἰτίαν τὸ τρίγωνον ἔχει τὰς τρεῖς γωνίας. χαλεπὸν δέ ἐστιν, ἃ μὴ γινώσκομεν ὅτι εἰσί, λαβεῖν καὶ μαθεῖν οὕτως, ἤγουν ἀπὸ τοῦ ὀνοματώδους. ἡ δ’ αἰτία δήλη καὶ προειρημένη· εἶπε γάρ, ὡς ὅταν τις γινώσκῃ ἀπὸ συμβεβηκότων τι ὅτι ἔστιν, οὐδὲ γινώσκει αὐτό· ὁ δὲ ὀνοματώδης ὁρισμὸς συμβεβηκότος ἐστὶν ὁρισμός. καὶ διὰ τοῦτο οὔτε εἰ ἔστι τρίγωνον γινώσκομεν οὔτε εἰ μὴ ἔστιν ἀπὸ τούτου.
“拥有了这个,〔得知〕它存在,”也就是说,通过这种名目定义得知三角形存在之后,我们还要探求三角形由于何种原因具有三个角。但是,把我们不知其存在的事物以这种方式、即从名目定义中把握和学习,是困难的。其原因很清楚并且前文已说;因为他说过,当有人从偶性中得知某物存在时,他甚至根本不知道它;而名目定义是关于偶性的定义。因此,从它出发,我们既不知三角形是否存在,也不知其是否不存在。
"Ἀλλ’ ἢ κατὰ συμβεβηκός.2" Τουτέστιν οὐκ ἔχομεν γνῶσιν τῆς φύσεως τοῦ τριγώνου ὡς τριγώνου, ἤγουν ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτῷ, ἀλλ’ ἢ κατὰ συμβεβηκὸς τοῦτο γινώσκομεν, ἤγουν ἀπὸ συμβεβηκότος, δηλονότι τοῦ ὀνόματος· τὰ γὰρ ὀνόματα θέσει, τουτέστιν ἐξ ἐπινοίας ἀνθρώπων ἐτέθησαν, οὐ παρὰ τῆς φύσεως δεδημιούργηται, καὶ διὰ τοῦτο παρὰ μὲν τῶν Ἑλλήνων ὁ ἄνθρωπος λέγεται, παρὰ δὲ τῶν Λατίνων ἄλλως καὶ παρὰ τῶν Περσῶν ἄλλως· τὰ δὲ θέσει συμβεβηκότα.
“除非是依偶性。” 这就是说,我们并未获得三角形作为三角形的本性知识,即从本质上属于它的事物中获得知识,而只是依偶性认知此物,即从偶性、显然是从名称出发认知的;因为名称是约定的,即由人类的构想设定的,并非由自然造成的;因此希腊人称之为“人”,拉丁人有另一种称呼,波斯人又有另一种称呼;而约定的事物是偶性。
"Λόγος δὲ εἷς λέγεται διχῶς." Ἤγουν κατὰ δύο τρόπους λέγεται εἷς ὁ λόγος· ἢ γὰρ τῷ συνδέσμῳ εἷς λέγεται, κἂν πολλοὶ ὦσι καὶ πολλὰ πράγματα σημαίνωσιν, οἷον ‘Σωκράτης περιπατεῖ καὶ Πλάτων διαλέγεται καὶ Ἀριστοτέλης φησί’. κατὰ τοῦτον τὸν τρόπον καὶ τὴν Ἰλιάδα, ἤγουν τὴν συγγραφὴν πᾶσαν τοῦ Ὁμήρου, εἴποι τις λόγον ἕνα τῷ συνδέσμῳ· ἐξέχονται γὰρ τῆς ἐννοίας ἀλλήλων3 καὶ εἷς λόγος τῷ συνδέσμῳ δοκοῦσι· διὰ γὰρ τοῦ εἰπεῖν ‘Ἰλιάς’ τὸ ὅλον βιβλίον ἐδήλωσεν ὡς διαλαμβάνον περὶ τῶν ἐν Ἰλίῳ γενομένων.
“一个说明是在两种意义上被说的。” 这就是说,说明被称为“一”是按照两种方式:要么是因连结而被说成是“一”,即使它们是多个且意味多个事物,例如“苏格拉底在散步,柏拉图在对话,亚里士多德在讲述”。按照这种方式,人们也可以将《伊利亚特》、即荷马的全部著作,称为因连结而成的一个说明;因为它们紧扣彼此的意旨,且因连结而被视为一个说明;因为通过说出“《伊利亚特》”,他就把整部著作指明为论述在伊利昂所发生之事。
- 2.80μὴ ἀποδεικνύντας δὲ τὸ τί ἐστι
宾格分词 ἀποδεικνύντας 与跟在无人称动词 ἔστι 之后的动词不定式 δηλῶσαι καὶ δεῖξαι 的逻辑主语(表示泛指主体的宾格)保持一致。其后的 ἤγουν μὴ ὡς συμπέρασμα τὸν ὁρισμὸν ποιοῦντας 亦延续了这一相同的句法关系。
- 2.83Ἀλλ’ ἢ κατὰ συμβεβηκός
ἀλλ’ ἤ 是紧接在否定句之后的惯用搭配,意为“除……之外”或“除非”,在此用于对前文(93b32–35)中“并不知道其是否存在”这一否定命题进行限定,即“除非是依照偶性”。
- 2.84ἐξέχονται γὰρ τῆς ἐννοίας ἀλλήλων
中被动态动词 ἐξέχομαι(此处作 ἔχομαι 之义使用)支配属格 τῆς ἐννοίας,表示“紧扣彼此的意旨/意义”;ἀλλήλων 则是修饰 ἐννοίας 的定语性属格。
