← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§369.29-371.27

原因的探究与由中项推导定义的规则

斐洛波诺斯注解了亚里士多德对食和雷的多种可能原因(如遮蔽与旋转)的考察,说明中项如何构成定义。他进而解释了当前提为媒介性时如何通过补充中项来寻找定义的规则,并区分了原因与结果相异或同一的情形,阐明作为无媒介第一原理的定义不能成为证明的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.76

" Πότερον ἀντίφραξις ἢ στροφὴ τῆς σελήνης." Ταῦτα παραδείγματά εἰσι τῆς ἐκλείψεως. ἡ δ’ ἀπόσβεσις τοῦ πυρὸς ἢ βροντή. ἔτι γὰρ ἐξερχόμενος τοῦ βεβαιῶσαι1 〈ὅτι〉, εἰ ὁ μέσος ὅρος αἴτιόν ἐστιν οὐσιῶδες, ἅμα γινώσκομεν καὶ τὸ ὅτι ἔστι καὶ τὸ διότι, οἷς συναναφαίνεται καὶ ἡ τοῦ τί ἐστι γνῶσις, ἔλαβε ταῦτα τὰ παραδείγματα. εἰ δὲ καὶ πλείω αἴτια ἔλαβε τῆς ἐκλείψεως, μὴ θαυμάσῃς· οὔπω γὰρ φανεροῦ ὄντος ὅπως ἡ ἔκλειψις γίνεται, λαμβάνει πολλὰ τὰ αἴτια, ἵν’ ἐκ τῶν πολλῶν τὸ κρεῖττον ἐκλέξηται. εἰώθασι γὰρ οἱ ζητοῦντες περί τινος αἰτιατοῦ λαμβάνειν ὅσα εἰκός ἐστιν ὑποπτεῦσαι εἶναι αἴτια τούτου, εἶτα ἐκλέγεσθαι τὸ κρεῖττον αὐτῶν. ἔλεγόν τινες τὴν ἔκλειψιν κατὰ στροφὴν γίνεσθαι τῆς σελήνης· τὸ γὰρ μέρος αὐτῆς τὸ πρὸς ἡμᾶς ἔλεγον εἶναι πεφωτισμένον ὑπὸ τῶν ἀκτίνων τοῦ ἡλίου ὑπὸ γῆν ὄντος, τὸ δὲ μέρος αὐτῆς τὸ πρὸς οὐρανὸν εἶναι ἀφώτιστον, ὅπερ στρεφόμενον πρὸς ἡμᾶς ποιεῖ τὴν ἔκλειψιν. πρότερον δὲ ἐκτίθεται τὸν ὁρισμὸν τῆς βροντῆς καὶ τῆς ἐκλείψεως. εἶτα ποιεῖται τὴν ἀπόδειξιν, ὅτι ἡ σελήνη ἐκλείπει ἢ ὅτι ἐν νέφει ἐστὶν ἡ βροντή, ἤγουν ὁ ψόφος, ἵν’ ἔχων τοὺς ὁρισμοὺς ἑκατέρους ῥᾷον νοήσῃς, πῶς τὸ τί ἐστι θηρᾶται καὶ εὑρίσκεται διὰ τῆς ἀποδείξεως. Τοῦτο δέ, ἤγουν ὁ μέσος ὅρος, ἐστὶν ὁ λόγος καὶ ὁρισμὸς τοῦ ἑτέρου ἄκρου τοῦ μείζονος, τοῦ Α.

“无论是遮蔽还是月亮的旋转。” 这些是月食的例子。还有火的熄灭还是雷。因为为了进一步确证如果中项是本质原因,我们就同时认识“事实”与“为何”,伴随这些,“是什么”的认知也同时显现,他便举了这些例子。即使他举了食的多个原因,你也不必惊异;因为在食如何发生尚未明晰的时候,他提出多个原因,以便从诸多原因中挑选出更好的。因为那些就某个受原因支配的事物进行探求的人,习惯于列出所有可能被怀疑是其原因的事物,然后从中挑选出较好的。有些人曾说月食是按照月亮的旋转发生的;因为他们说它朝向我们的部分被地下的太阳光线照亮,而它朝向天空的部分则是未受照亮的,正是这部分旋转朝向我们而造成了月食。但他首先陈述雷和食的定义。然后进行关于月亮发生食或者雷(即声音)存在于云中的证明,以便使你在掌握了两者的定义之后,能更容易地理解“是什么”是如何通过证明被探求和发现的。而这个东西,即中项,正是另一个端项大项A的说明和定义。

§2.77

"Ἄν δὲ πάλιν τούτου ἄλλο μέσον ᾖ." Τοῦτο λέγει ὅτι, εἰ πολλάκις ὁ μέσος ὅρος ἐν τῇ ἀποδείξει οὐ ληφθῇ ὁρισμός, πῶς εὑρεθήσεται ὁ ὁρισμὸς τοῦ μείζονος· οἷον εἴ τις ἀποδεικνύων ὅτι ὁ ἄνθρωπος οὐσία διὰ μέσου τοῦ ζῴου ὁρισμὸν οὐκ ἔλαβε. καὶ παραδίδωσι κανόνα, πῶς ἐν τῇ τοιαύτῃ ἀποδείξει εὑρήσεις τοὺς ὁρισμούς, καὶ φησίν· ἐπειδὴ καὶ αἱ δύο προτάσεις ἔμμεσοί εἰσι, πρὸς ἀπόδειξιν μὲν τῆς ἐλάττονος λάβε τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’,2 ὅ ἐστιν ὁρισμὸς τοῦ ζῴου· ἐν δὲ τῇ ἀποδείξει τῆς μείζονος λάβε μέσον ὅρον τὸ ἀνὰ μέρος δεκτικὸν εἶναι τῶν ἐναντίων, ὃ ἴδιόν ἐστι τῆς οὐσίας.

“但如果关于这事物反过来又有另一个中项。” 他说这话是指,如果在证明中常常中项未被作为定义来选取,大项的定义将如何被找到;例如有人通过动物这一中项证明人是实体,却没有选取定义。于是他给出了在这样的证明中你将如何找到诸定义的一条法则,并且说:既然两个前提都是媒介性的,那么为了证明小前提,请选取“有灵魂的、有感觉的实体”,这是动物的定义;而在大前提的证明中,则选取“轮流接纳相反者”作为中项,这是实体的固有属性。

§2.78

"Ὡς μὲν τοίνυν λαμβάνεται τὸ τί ἐστι." Ἤγουν πῶς τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς δι’ ἀποδείξεως γινώσκεται, εἴρηται· δεικνύων γάρ, ὅτι ἡ ἔκλειψις ὑπάρχει τῇ σελήνῃ, ἐν τῇ ἀποδείξει ταύτῃ ὁ μέσος εὑρίσκεται ὁρισμὸς τῆς ἐκλείψεως. συλλογισμὸς δὲ καὶ ἀπόδειξις οὐ γίνεται τοῦ τί ἐστιν, ἤγουν συμπέρασμα δὲ ἀποδείξεως ὁ ὁρισμὸς οὐ γίνεται. ὥστε καὶ ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ καὶ οὐκ ἔστιν· ἀπόδειξις μὲν ἔστιν αὐτοῦ ὡς εὑρισκομένου δι’ ἀποδείξεως· ὁ γὰρ μέσος ὅρος ὁρισμὸς τοῦ μείζονός ἐστιν· ἀπόδειξις δὲ οὐκ ἔστιν αὐτοῦ, διότι συμπέρασμα οὐ γίνεται δι’ ἀποδείξεως.

“那么,‘是什么’是如何被把握的,”也就是说,“是什么”和定义如何通过证明被认识,已经被说明了;因为在展示食属于月亮时,在这个证明中中项被发现为食的定义。但并没有产生关于“是什么”的三段论和证明;也就是说,定义并没有成为证明的结论。因此,既可以说存在关于定义的证明,也可以说不存在:作为通过证明被发现之物,存在关于它的证明——因为中项是大项的定义;但关于它又不存在证明,因为通过证明它并没有成为结论。

§2.79

"Ἔστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον." Ἐπί τινων πραγμάτων αἰτιατῶν τὸ αἴτιον ἕτερόν ἐστι τοῦ αἰτιατοῦ· εἰσὶ γάρ τινα αἴτια, ἃ ὕστερον ἕπονται ἡγουμένων προτέρων αἰτίων τινῶν προσεχῶς ὑπαρχόντων τῷ αἰτιατῷ. οἷον τὸ ἀφώτιστον γίνεσθαι τὴν σελήνην αἴτιόν ἐστι τῆς ἐκλείψεως τῆς σελήνης, ἀλλ’ ὕστερον ἐπακολουθοῦν· προηγεῖται γὰρ τούτου ἡ ἀντίφραξις· πρῶτον γὰρ ἡ σελήνη ἀντιφράττεται ὑπὸ τῆς γῆς καὶ ἐκλείπει, εἶθ’ οὕτως ἐπακολουθεῖ τὸ ἀφώτιστον εἶναι ταύτην. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς βροντῆς ὕστερον ἐπακολουθεῖ ὁ ψόφος πρότερον ἀποσβέσεως πυρὸς γενομένης ἐν νέφει. ἡ γοῦν ἀντίφραξις, ἥτις ἐστὶν αἰτία, ἑτέρα ἐστὶ παρὰ τὸ αἰτιατόν, τὴν ἔκλειψιν τῆς σελήνης, καὶ ἡ ἀπόσβεσις τοῦ πυρὸς ἑτέρα ἐστὶ παρὰ τὴν βροντήν, καὶ ἡ ζέσις τοῦ περικαρδίου αἵματος ἑτέρα τοῦ θυμοῦ. τινὰ δὲ αἴτια οὐκ εἰσὶν ἕτερα τοῦ αἰτιατοῦ ἀλλὰ ταὐτά, ὡς τὸ ζῷον λογικὸν θνητὸν καὶ ὁ ἄνθρωπος. ὥστε ἑτέρων μὲν αἰτιατῶν ἐστι τὸ αἴτιον ἕτερον παρ’ αὐτά, ἐπὶ τινῶν δὲ αἰτιατῶν τὸ αἴτιον οὐκ ἔστιν ἕτερον ἀλλὰ ταὐτὸν ἐκείνοις. ταῦτα δὲ λέγει, ἵνα δείξῃ ὡς οὐ πᾶς ὁρισμός, ἤγουν οὐ πᾶν αἴτιον, δι’ ἀποδείξεως εὑρίσκεται οὐδὲ πᾶς ὁρισμὸς γίνεται συμπέρασμα. ἀλλ’ ὅσοι μὲν τῶν ὁρισμῶν ἀμέσως ὑπάρχουσι τοῖς ὁριστοῖς καὶ αἰτιατοῖς, ὡς ἡ ἀντίφραξις τῆς γῆς ἀμέσως ὑπάρχει τῇ ἐκλείψει καὶ ἡ ἀπόσβεσις τοῦ πυρὸς τῇ βροντῇ καὶ ἡ ὄρεξις ἀντιλυπήσεως τῷ θυμῷ, οὗτοι ἀρχαί εἰσιν,3 αἵτινες ἀναπόδεικτοι, καὶ ὑποτιθέμεθα καὶ ὡς ὁμολογουμένας λαμβάνομεν ταύτας, καὶ 〈οὐ〉 ζητοῦμεν ἐπ’ αὐτῶν τὸ εἰ ἔστιν ἢ τί ἐστιν. οἱ τοιοῦτοι ὁρισμοὶ ἀναπόδεικτοί εἰσι· συμπεράσματα γὰρ οὐ γίνονται ἀποδείξεως. γινώσκονται δὲ κατὰ ἄλλον τρόπον, ἤγουν ἢ δι’ ἐπαγωγῆς ἢ δι’ ἀποδείξεως· ἐν γὰρ ταῖς ἀποδείξεσιν εὑρίσκεται ὁ μέσος ὅρος ὁρισμὸς τοῦ μείζονος.

“但在某些事物中原因是另一个事物,”在某些受原因支配的事物上,原因与受原因支配之物是不同的;因为有些原因是在直接属于该结果的先在诸原因引导之后才随之而来的。例如,月亮变为未受照亮的状态是月食的原因,但却是后随的;因为遮蔽先于此发生;因为月亮首先被地球遮蔽而发生食,然后才随之呈现为未受照亮的状态。同样在雷的事例中,在云中预先发生火的熄灭之后,声音才后随发生。因此,作为原因的遮蔽与作为受原因支配之物的月食是不同的,火的熄灭与雷是不同的,心脏周围血液的沸腾与愤怒也是不同的。但某些原因与受原因支配之物并不是不同的,而是同一的,正如具有理性、必死的动物与人一样。因此,对于某些受原因支配之物而言,原因与它们自身是不同的,而在某些受原因支配之物上,原因不是不同的,而是与它们同一。他说这些是为了表明:并不是所有的定义,或者说并不是所有的原因,都是通过证明被发现的,也不是所有的定义都成为结论。相反,那些直接属于被定义项和受原因支配之物的定义(正如地球的遮蔽直接属于食,火的熄灭直接属于雷,报复的欲望直接属于愤怒),这些乃是原理,它们是不可证明的,我们将它们设定并作为已被承认之物来把握,而不去探求它们“是否存在”或“是什么”。这样的定义是不可证明的;因为它们不会成为证明的结论。但它们以另一种方式被认知,也就是说,要么通过归纳,要么通过证明;因为在诸证明中,中项被发现为大项的定义。

语法注3 条
  1. 2.76ἔτι γὰρ ἐξερχόμενος τοῦ βεβαιῶσαι

    分词 ἐξερχόμενος(现在分词中动态阳性单数主格)以亚里士多德为主语,支配属格冠词不定式短语 τοῦ βεβαιῶσαι(“进一步确证”),表示论述的推进与意图。补入的连词 〈ὅτι〉 引导后面的条件句整体(εἰ... οὐσιῶδες 与 ἅμα γινώσκομεν...),充当 βεβαιῶσαι 的宾语从句。

  2. 2.77πρὸς ἀπόδειξιν μὲν τῆς ἐλάττονος λάβε τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’

    短语 πρὸς ἀπόδειξιν 是表示目的的介词短语(“为了证明小前提”),宾格短语 τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’ 作为祈使动词 λάβε 的直接宾语。关系从句 ὅ ἐστιν ὁρισμὸς τοῦ ζῴου 中的中性关系代词 ὅ 指代前面被引用的整个定义陈述短语。

  3. 2.79ἀλλ’ ὅσοι μὲν τῶν ὁρισμῶν ἀμέσως ὑπάρχουσι τοῖς ὁριστοῖς καὶ αἰτιατοῖς... οὗτοι ἀρχαί εἰσιν

    长句由相关构词 ὅσοι... οὗτοι(“凡是……的这些……”)所统领。关系代词 ὅσοι 支配部分属格 τῶν ὁρισμῶν,在穿插了例示短语(ὡς ἡ ἀντίφραξις... τῷ θυμῷ)之后,主句的指示代词 οὗτοι 将其复指并与表语名词 ἀρχαί 结合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:369.29-371.27