- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:35.12-37.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯详述了定义界定事物本质而假设述谓属性的区别,并结合几何学等具体例证探讨了假设、要求以及公理的分类。他还解释了定义为何虽为设定却不同于预设存在的假设。
οὐκ ἄρα τῶν ὁριστῶν οἱ ὁρισμοὶ κατηγοροῦνται ἀλλὰ τί ἐστι τὸ ὁριστὸν ἀφορίζουσι. τὰ δὲ γένη καὶ αἱ διαφοραὶ κατηγοροῦνται, διότι ἕτερά ἐστι τῶν εἰδῶν· οὐ ταὐτὸν γὰρ ζῷον εἰπεῖν καὶ ἄνθρωπον ἢ ἄνθρωπον καὶ λογικόν· ὅταν γὰρ εἴπωμεν ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστιν ἢ λογικόν, τότε ὡς ἕτερα ὄντα τοῦ ἀνθρώπου κατηγοροῦμεν αὐτὰ τοῦ ἀνθρώπου. αἱ μέντοι ὑποθέσεις καὶ καθόλου πᾶσα κατάφασις καὶ ἀπόφασις τὰ ὑπάρχοντα ἢ μὴ ὑπάρχοντα τῇ οὐσίᾳ λέγουσι καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. ἡ δὲ ὑπόθεσις πάλιν διαιρεῖται εἰς δύο εἴδη, ὧν τὸ μὲν ἕτερον ὁμωνύμως τῷ γένει καλεῖται ὑπόθεσις, τὸ δὲ αἴτημα. κοινὸν μὲν οὖν πάσης ὑποθέσεως τὸ μὴ ἐκ φυσικῆς ἐννοίας ἠρτῆσθαι ἀλλ’ ἐκ τοῦ διδασκάλου τίθεσθαι· οἷον τὸ εἶναι κίνησιν ἐν τοῖς πράγμασι, τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, τὸ ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν, τὸ παντὶ κέντρῳ καὶ διαστήματι κύκλον γράφεσθαι. ὅσαι δὲ οὐ σαφεῖς οὐδὲ γνώριμοι ἀλλὰ δεόμεναι μὲν κατασκευῆς ἀναποδείκτως δὲ παρὰ τοῦ διδασκάλου λαμβανόμεναι, ταῦτα αἰτήματα καλεῖται,1 οἷον τὸ τὰς ἀπ’ ἐλαττόνων δύο ὀρθῶν ἐκβαλλομένας συμπίπτειν,2 ὅπερ λαμβάνεται μὲν παρὰ τοῦ γεωμέτρου χωρὶς ἀποδείξεως, πλείονος μέντοι δεῖται κατασκευῆς εἰς ἀπόδειξιν· ὁ γοῦν Πτολεμαῖος μονόβιβλον ὅλον εἰς τὴν τούτου δεῖξιν κατεβάλετο. καὶ ἐνταῦθα μὲν μέχρι ταύτης τῆς διαιρέσεως ἵσταται· παρακατιὼν δὲ καὶ τὸ αἴτημα διαιρεῖ εἴς τε τὸ μηδετέρως γινωσκόμενον καὶ εἰς τὸ ἐναντίως. οἷον τί λέγω; τοῦ γεωμέτρου λέγοντος τὰς ὀρθὰς γωνίας ἴσας ἀλλήλαις εἶναι οὐδετέρως ὁ ἀκροατὴς ἀγεωμέτρητος ὢν δοξάζει, οὔτε ὅτι ἴσαι εἰσὶν αἱ ὀρθαὶ οὔτε ὅτι ἄνισοι· λαμβάνει μέντοι τοῦτο ὁ γεωμέτρης ὁμολογούμενον. πάλιν τοῦ γεωμέτρου λέγοντος ‘δύο εὐθεῖαι χωρίον οὐ περιέχουσιν’ ὁ ἀκροατὴς τοὐναντίον οἰήσεται, ὅτι περιέξουσι στενόν τι χωρίον· καὶ περὶ τοῦ σημείου πείθεται ὅτι οὐκ ἀμέγεθες, καὶ περὶ τῆς γραμμῆς δοξάζει ὅτι ἔχει πλάτος. τινὲς δὲ καὶ τὸ ἀξίωμα θέλουσι διαιρεῖν εἴς τε τὸ ἴδιον καὶ τὸ κοινόν· εἰσὶ γὰρ καὶ ἰδικά τινων ἐπιστημῶν ἀξιώματα, ὡς τὸ τὰ ἐφαρμόζοντα τῷ αὐτῷ καὶ ἀλλήλοις ἴσα εἶναι μόνης γεωμετρίας, καὶ τὸ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα μόνης ἰατρικῆς· εἰσὶ δὲ καὶ κοιναὶ πασῶν, ὡς ἡ ἀντίφασις. Ἀμέσου δὲ ἀρχῆς συλλογιστικῆς ἔφη ἀντὶ τοῦ ‘ἀποδεικτικῆς’· οὐδενὸς γάρ ἐστι συλλογισμοῦ ἡ ἄμεσος πρότασις εἰ μὴ τοῦ ἀποδεικτικοῦ. καλῶς δὲ τὸ ἣν μὴ ἔστι δεῖξαι· οὐ γὰρ δείκνυται ἡ θέσις ἀλλὰ λαμβάνεται, κἂν ὑφ’ ἑτέρου ἀποδειχθῇ.
因此,定义并不是关于被定义者进行述谓,而是界定被定义者是什么。然而属和种差是被述谓的,因为它们不同于种;毕竟说“动物”和说“人”,或者说“人”和说“理性的”,并不是同一回事。因为每当我们说人是动物或人是理性的时,我们那时就是把这些作为不同于人的东西关于人进行述谓。然而假设,以及普遍而言的一切肯定与否定,所陈述的是在本质上或偶性上属于或不属于实体的属性。假设又被划分为两个种,其中之一与属同名称为“假设”,另一则称为“要求”。因此,一切假设所共有的特征,就是不依赖于自然的知解,而是由教师来设定的:例如事物之中存在运动,任何事物都绝不能从绝不存在者中产生,从任意一点到任意一点可以引一条直线,以及以任意中心和距离可以作一个圆。至于那些既不显明也不熟知、虽需要论证确立却从教师那里不加证明地接受过来的命题,则被称为要求:例如从小于两直角处引出的直线必相交;这被几何学家不加证明地接受,然而为了证明它却需要更多的论证确立。无论如何,托勒密曾为了证明这一点撰写了整整一部专门的书。在此处他固然停留于这一划分;但往后推展时,他也将要求划分为不以两方中任一方式被认知者和被相反认知者。例如我所指为何?当几何学家说“直角彼此相等”时,不懂几何的听众并不会作任何一种判断,既不认为直角相等,也不认为不相等;然而几何学家把这当作公认的来接受。又如当几何学家说“两条直线不包围一个区域”时,听众反而会认为它们将包围某个狭窄的区域;关于点,他确信它并非没有大小;关于线,他则认为它具有宽度。还有些人主张把公理也划分为特有的与共同的;因为确实存在某些学科所特有的公理,例如“与同一事物重合的事物彼此也相等”仅属于几何学,而“相反之物是相反之物的解药”仅属于医学;但也存在对所有学科共同的公理,例如矛盾律。他说“推论的无中介原理”是用来代替“证明的”;因为无中介前提不属于任何推论,唯独属于证明的推论。而说“不能被证明的”是恰当的;因为设定不是被证明的,而是被接受的,即便它被其他人所论证也是如此。
"Ἣν δ’ ἀνάγκη ἔχειν τὸν ὁτιοῦν μαθησόμενον, ἀξίωμα." Οὐ τοῦτό φησιν, ὡς ἄν τις ὑπονοήσειεν, ὅτι τὰ ἀξιώματα δεῖ ἐπὶ πάσης ἐπιστήμης τὰ αὐτὰ εἶναι, ἀλλ’ ὅτι κατὰ πᾶσαν ἐπιστήμην, ἃ δεῖ τὸν μαθησόμενον οἴκοθεν ἔχειν, ταῦτα ἀξιώματα καλεῖται.
“而想要学习任何事物的人所必须具备的原理,[则是]公理。” 他的意思并不像某些人可能猜测的那样,是说公理在一切学科中必须是相同的,而是说在每门学科中,凡是想要学习的人必须自身具备的那些原理,都被称为公理。
"Ἔστι γὰρ ἔνια τοιαῦτα." Τοιαῦτά φησιν ἃ οἴκοθεν ὁ μανθάνων προβάλλεται καθ’ ἑκάστην ἐπιστήμην· οἷς, φησί, καὶ τὸ τοῦ ἀξιώματος ὄνομα ἐπιφημίζειν εἰώθαμεν.
“因为确实有某些这样的事物。” 他是说,存在着学习者在每门学科中自身提出来的这类事物;他说,对于这些事物,我们也习惯冠以公理之名。
"Ὁ γὰρ ὁρισμὸς θέσις μέν ἐστι· τίθεται γὰρ ὁ ἀριθμητικὸς μονάδα τὸ ἀδιαίρετον εἶναι κατὰ τὸ ποσόν· ὑπόθεσις δ’ οὐκ ἔστι· τὸ γὰρ τί ἐστι μονὰς καὶ τὸ εἶναι μονάδα οὐ ταὐτόν." Ὅτι ὁ ὁρισμὸς θέσις μέν ἐστιν, οὐκέτι δὲ ὑπόθεσις, δείκνυσι διὰ τούτων. ὅτι μὲν οὖν θέσις ἐστί, δῆλον, εἴ γε τιθέμεθα ἄνθρωπον μέν, εἰ τύχοι, ζῷον λογικὸν θνητόν, μονάδα δὲ τὸ ἀδιαίρετον εἶναι κατὰ τὸ ποσόν. ὑπόθεσις δὲ οὐκ ἔστιν· ἐὰν γὰρ φῶμεν ‘ἔστω τόδε μονάς’, ὑπόθεσιν τότε φαμέν· ἐν μέντοι τοῖς ὁρισμοῖς ἀποφαινόμεθα μόνον τὸ τί ἐστι τὸ πρᾶγμα· ἕτερον δέ ἐστι τὸ ὑποκεῖσθαι εἶναι μονάδα καὶ τῆς μονάδος ὑποτεθείσης τὴν οὐσίαν αὐτῆς, ἥτις ποτέ ἐστι, λέγειν.3
“因为定义确实是一种设定——算术家设定单子是按数量不可分割的——但并不是假设;因为单子是什么与单子存在并不是同一回事。” 定义固然是设定,但不再是假设,这一点他通过这些话指明。因此,它是设定是显然的,只要我们设定——比方说——人是理性的会死的动物,设定单子是按数量不可分割的。但它不是假设;因为如果我们说“假设这是单子”,我们那时陈述的是假设;然而在定义中,我们仅仅断言事物是什么。假定单子存在,与在单子已被假定存在之后说明其无论为何的实体,乃是两回事。
- 1.37ὅσαι δὲ οὐ σαφεῖς οὐδὲ γνώριμοι ἀλλὰ δεόμεναι μὲν κατασκευῆς ἀναποδείκτως δὲ παρὰ τοῦ διδασκάλου λαμβανόμεναι, ταῦτα αἰτήματα καλεῖται
关系代词 ὅσαι 为阴性复数,承前指代隐含的 προτάσεις 或 ὑποθέσεις,但主句中的指示代词采用了中性复数 ταῦτα,这是受到中性表语名词 αἰτήματα 吸引而产生的涵义一致(constructio ad sensum)。
- 1.37τὸ τὰς ἀπ’ ἐλαττόνων δύο ὀρθῶν ἐκβαλλομένας συμπίπτειν
这是欧几里得平行公设(《几何原本》卷一第5公设)的惯用表述。中性定冠词 τὸ 使整个带不定词的宾格结构(τὰς ... ἐκβαλλομένας συμπίπτειν)名词化。按惯例省略了部分名词:ἐκβαλλομένας 修饰省略的 εὐθείας(直线),ἐλαττόνων 之后省略了 γωνιῶν(角)。
- 1.40ἕτερον δέ ἐστι τὸ ὑποκεῖσθαι εἶναι μονάδα καὶ τῆς μονάδος ὑποτεθείσης τὴν οὐσίαν αὐτῆς, ἥτις ποτέ ἐστι, λέγειν
句子的核心骨架为 ἕτερον δέ ἐστι τὸ [A] καὶ [B],意为“A与B是不同的两回事”。A为名词化不定词短语 τὸ ὑποκεῖσθαι εἶναι μονάδα(假定单子存在),B为通过 καί 并列的不定词短语[τὸ]... λέγειν(陈述其本质)。τῆς μονάδος ὑποτεθείσης 是独立属格结构,表前提条件(“在单子已被假定之后”)。
