← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§368.16-369.28

通过本质原因中项同时认知事实与理由

针对亚里士多德《后分析篇》93a29–36,斐洛庞诺斯借助月食和三角形的例子阐明:当把握了本质原因(中项)时,“是否存在(事实)”与“是什么(为何)”是同时被认知的;而若中项并非本质原因,则它仅作为结论的原因而使人只认知“事实”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.73

" Ὧν δ’ ἔχομέν τι τοῦ τί ἐστιν." Εἰπὼν ὅτι ὡς ἔχομεν γνώσεως περὶ τὸ εἰ ἔστιν καὶ τὸ ὅτι ἔστιν, οὕτως ἔχομεν καὶ τὴν τοῦ τί ἐστιν ἢ τοῦ διότι γνῶσιν, καὶ ὅτι, εἰ μὲν ἀπὸ συμβεβηκότων γινώσκομεν τὸ εἰ ἔστιν ἢ τὸ ὅτι ἔστιν, ἀμυδρὰν καὶ τὴν περὶ τούτων γνῶσιν ἔχομεν, ὅτι ἀγνοοῦντες τὸ 〈εἰ ἔστιν ἢ τὸ ὅτι ἔστι τὸ〉 τί ἐστι καὶ τὸ διὰ τί ζητοῦμεν, εἰ δὲ ἀπὸ οὐσιωδῶν αἰτίων γινώσκεις ταῦτα, ἅμα τούτοις συναναφαίνεται καὶ ἡ τοῦ τί ἐστι καὶ ἡ 〈τοῦ〉 διὰ τί γνῶσις, καὶ παραδείγματα τούτων τίθησι, πρῶτον μέν, ὅταν τὸ αἴτιον ᾖ οὐσιῶδες, εἶθ’ οὕτω καὶ ὅτε συμβεβηκός. καὶ φησίν, ἐφ’ ὧν πραγμάτων αἰτιατῶν1 λαμβάνομεν τὸ προσεχὲς τούτων αἴτιον καὶ οὐσιῶδες, ὅτε καθαρὰν τὴν τοῦ εἰ ἔστι γνῶσιν ἔχομεν ἢ τοῦ ὅτι ἔστιν, ἔχομέν τι καὶ τοῦ τί ἐστιν, ἤγουν ἔχομεν συναναφαινομένην καὶ τὴν γνῶσιν τοῦ τί ἐστι τῇ τοῦ εἰ ἔστι γνώσει. τὸ μὲν οὖν ζητεῖν, ἆρα ἐκλείπει ἡ σελήνη ἢ οὔ, οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ἢ εἰ τὸ Β, ἤγουν ὁ μέσος ὅρος, αἴτιός ἐστι τῆς ἐκλείψεως τῆς σελήνης, ἤγουν ἡ ἀντίφραξις. τὸ δὲ ζητεῖν, εἰ τὸ Β ἐστὶν αἴτιον τῆς ἐκλείψεως, οὐδὲν διαφέρει τοῦ ζητεῖν εἰ τὸ Β ἐστὶ λόγος καὶ ὁρισμὸς αὐτοῦ, τοῦ μείζονος ὅρου, ἤγουν τῆς ἐκλείψεως. καὶ ἐὰν τοῦτο, ἤγουν ἡ ἀντίφραξίς ἐστιν ὁρισμὸς τοῦ Α, κἀκεῖνό φαμεν εἶναι, ἤγουν ἔγνωμεν διὰ τούτου τοῦ Β ὅτι ἔστιν ἔκλειψις. ὁρᾷς ὅπως ἅμα ἔγνως καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι, πλὴν εἰ καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐπὶ τῶν οὐσιῶν θεωρεῖται,2 οἷον εἰ ἔστι νοῦς, καὶ τί ἐστι νοῦς. τὸ δὲ ὅτι καὶ διὰ τί ἐπὶ παθῶν τῶν ἐν ἑτέροις θεωρουμένων ζητεῖται, ὡς εἰ ἡ ἔκλειψις ὑπάρχει τῇ σελήνῃ. ἀλλ’ ἐπεὶ σκοπός ἐστι τῷ Ἀριστοτέλει πῶς ἔστιν ἀπόδειξις τοῦ τί ἐστιν, ἡ δ’ ἀπόδειξις ἐπὶ παθῶν θεωρεῖται τῶν ἐν ἄλλοις θεωρουμένων καὶ ὑφεστώτων, οὐ μέντοι ἐπὶ τῶν οὐσιῶν, ἀδιάφορον ἡγεῖται τὸ εἰ ἔστι λαμβάνειν ἐπὶ τοῦ ὅτι ἔστι καὶ τὸ τί ἐστιν ἐπὶ τοῦ διὰ τί διὰ τὸ ἐπὶ τῶν αὐτῶν καὶ τὰ τέσσαρα θεωρεῖσθαι. παραδειγματίζονται γὰρ ἐπὶ τῆς ἐκλείψεως, ἥτις ἐν μὲν τῇ σελήνῃ θεωρουμένη ζητεῖται ἐπ’ αὐτῆς τὸ ὅτι ἔστι καὶ τὸ διὰ τί· εἰ δὲ χωρίσαις ταύτην τῆς σελήνης, θεωρήσεις ἐπ’ αὐτῆς τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν.

“但在我们拥有关于‘是什么’的某物的情形中,”他在说明了我们在关于“是否存在”以及“事实”的认知上处于何种状态,我们在关于“是什么”或“为何”的认知上也同样处于何种状态,并且如果我们从偶性中认知“是否存在”或“事实”,我们关于这些的认知也就是微弱的(因为在不知道“是否存在”或“事实”的情况下,我们在探求“是什么”和“为何”),但如果你从本质原因中认知这些,伴随这些,“是什么”的认知与“为何”的认知便同时显现之后,他也为这些举出了例子:首先是当原因是本质性的时候,然后同样当原因是偶性的时候。他说,在那些我们把握其近邻且本质的原因的受原因支配的事物上,当我们拥有关于“是否存在”或“事实”的明晰认知时,我们也拥有关于“是什么”的某物,也就是说,我们拥有伴随着“是否存在”的认知而同时显现的关于“是什么”的认知。因此,探求月亮是否发生食,无非就是探求中项B即遮蔽是否是月食的原因。而探求B是否是食的原因,与探求B是否是它即大项(也就是食)的说明和定义毫无区别。如果这(即遮蔽)是A的定义,我们就说那事物也是存在的,也就是说,我们通过这个B认识到食存在。你看,你是如何同时认识到“是否存在”与“是什么”的——尽管“是否存在”与“是什么”是在实体上被考察的(例如知性是否存在,以及知性是什么),而“事实”与“为何”则是在于其他事物中被观察到的属性上被探求的(正如食是否属于月亮)。然而,既然亚里士多德的目标在于“是什么”的证明如何存在,而证明是在于其他事物中被观察和存立的属性上被考察的,绝不是在实体上被考察的,所以他认为把“是否存在”当作“事实”,把“是什么”当作“为何”是无所谓的,因为这四者可以在相同的事物上被考察。因为它们是在食的事例上被说明的:食如果在月亮中被观察,关于它被探求的就是“事实”与“为何”;但如果你将它从月亮中分离出来,你关于它所考察的就是“是否存在”与“是什么”。

§2.74

"Ἢ ποτέρας τῆς ἀντιφάσεως." Ἀντίφασιν εἰπὼν ἐδήλωσεν ἢ κατάφασιν ἢ ἀπόφασιν· μέρη γὰρ ταῦτα τῆς ἀντιφάσεως. καὶ πάλιν εἰ ζητοῦμεν εἰ ἔστι τις αἰτία τῆς ἀντιφάσεως, τοῦτο ζητοῦμεν, ἆρα ἔστιν αἰτία τοῦ τὸ τρίγωνον ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἢ τοῦ μὴ ἔχειν ταύτας οὕτως. πάντως δὲ τῆς καταφάσεως ἔσται ἡ αἰτία, οὐ τῆς ἀποφάσεως· τοῦ γὰρ μὴ ὄντος αἰτία οὐκ ἔστιν. αἰτία δέ ἐστι τῆς καταφάσεως τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας. ἐὰν δὲ εὕρωμεν τὴν αἰτίαν, ἅμα ἔγνωμεν καὶ τὸ ὅτι καὶ τὸ διότι. γίνεται δὲ τούτων ἡ γνῶσις ἅμα, ἐὰν ᾖ ἀποδεδομένον, ὅτι τῇ σελήνῃ ὑπάρχει τὸ ἐκλείπειν καὶ τῷ τριγώνῳ αἱ δύο ὀρθαί, διὰ μέσων αἰτίων ὄντων οὐ μόνον τοῦ συμπεράσματος ἀλλὰ καὶ τοῦ πράγματος, ἤγουν οὐσιωδῶν αἰτίων.

“或是矛盾的任一部分。” 他说“矛盾”,表明是指肯定或者否定;因为这些是矛盾的部分。再者,如果我们探求是否存在矛盾的某种原因,我们探求的就是:是否存在三角形拥有内角和等于两直角的原因,或者是不如此拥有的原因。而在任何情况下,原因都将属于肯定,而不是属于否定;因为对于不存在之物是没有原因的。肯定的原因在于:三个角等于两个邻角。如果我们找到了原因,我们就同时认识到了“事实”与“为何”。而当月亮具有食以及三角形具有两直角这一事实,是通过不仅作为结论的原因而且作为事物本身的原因的中项(也就是本质原因)被揭示出来时,关于这两者的认知就是同时发生的。

§2.75

"Εἰ δὲ μή." Εἰ δὲ τὸ μέσον οὐκ ἔστιν αἴτιον οὐσιῶδες καὶ διὰ τοῦτο τοῦ μὲν συμπεράσματός ἐστιν αἴτιον, τοῦ δὲ πράγματος οὔ, τὸ ὅτι μόνον γινώσκομεν, τὸ δὲ διότι ἀγνοοῦμεν.

“否则,”但如果中项不是本质原因,并且因此它是结论的原因,却不是事物的原因,那么我们就仅仅认知“事实”,而对“为何”处于无知之中。

语法注2 条
  1. 2.73ἐφ’ ὧν πραγμάτων αἰτιατῶν

    这是先行词(πραγμάτων αἰτιατῶν)被吸引并入由 ἐφ' ὧν 引导的关系从句中的结构。它与主句中的 τούτων(λαμβάνομεν τὸ προσεχὲς τούτων αἴτιον)相呼应,结构意为“在那些受原因支配的事物中,即我们把握它们近邻原因的事物上”。

  2. 2.73πλὴν εἰ καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐπὶ τῶν οὐσιῶν θεωρεῖται

    πλὴν εἰ 用作表示让步或限定的连词性短语(“不过即使……”、“尽管……”)。针对前文“同时认知是否存在与是什么”的论断,它预先引出关于这两个问题对分别适用于实体与属性的潜在疑问,并以此引出下文 ἀλλ’ ἐπεὶ σκοπός ἐστι... ἀδιάφορον ἡγεῖται(但因为目的在于证明,亚里士多德认为二者无甚分别)的解决。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:368.16-369.28