← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§367.3-368.15

认知存在的方式与通达本质的难易

斐洛庞诺斯注解亚里士多德《后分析篇》93a21,分析了对“是否存在”的认知方式(通过偶性还是本质属性)如何直接关系到通达“是什么”的难易程度,并以雷电、日/月食、人和灵魂的具体例子进行了对比阐述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.71

" Τὸ δὲ εἰ ἔστιν ὁτὲ μὲν κατὰ συμβεβηκός." Τοῦτό ἐστιν ὃ λέγει· ἐπεὶ πρῶτον τὸ εἰ ἔστι γινώσκομεν, εἶθ’ οὕτως τὸ τί ἐστιν, ὡς ἔχομεν γνώσεως τοῦ εἰ ἔστιν, οὕτως ἔχομεν γνώσεως καὶ τοῦ τί ἐστιν·1 εἰ μὲν καθαρὰν γνῶσιν ἔχομεν τοῦ εἰ ἔστι, ῥᾷον 〈ἂν〉 ἐντεῦθεν ποδηγηθῶμεν εἰς τὴν τοῦ τί ἐστι γνῶσιν· εἰ δὲ ἀμυδράν, ἀσυντελὴς ἡμῖν ἡ τοῦ εἰ ἔστι γνῶσις γίνεται πρὸς τὴν τοῦ τί ἐστιν. οὐ γὰρ τὰ λαμβανόμενα πάντα εἰς δήλωσιν τοῦ εἰ ἔστιν ὁμοτίμως παριστῶσι τὴν ὕπαρξιν τοῦ πράγματος, ἀλλὰ τὰ μὲν καθαρῶς παριστῶσι τὰ δὲ ἀμυδρῶς, ἤγουν τοῦ εἰ ἔστι γνῶσις ἢ ἀπό τινων συμβεβηκότων γίνεται ἢ ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων τῷ πράγματι. καὶ τὰ μὲν τῶν συμβεβηκότων γνωρίζουσι τὸ πρᾶγμα, ὅτι ἔστιν, ἀμυδρῶς ὡς αὐτοῦ ὄντα καὶ μὴ ἄλλου τινός, κἂν οὐσιώδη οὐκ εἰσίν, ὡς τὸ ὀρθοπεριπατητικόν, τὸ ἥμερον φύσει καὶ τὸ γελαστικόν. τὰ δὲ τῶν συμβεβηκότων οὐδ’ ὅλως παριστῶσι τὸ πρᾶγμα ὡς μὴ ἐν αὐτῷ θεωρούμενα ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς, ὡς τὸ λευκόν, τὸ μέλαν, τὸ βαδίζειν. ὁ γὰρ ἀπὸ συμβεβηκότων ἐπιχειρῶν γνῶναι τὸ εἰ ἔστιν ἢ οὐδ’ ὅλως τοῦτο γινώσκει, καὶ λοιπὸν οὐδὲ τὸ τί ἐστι γινώσκει, ἢ ἀμυδρὰν τὴν τοῦ εἰ ἔστιν ἔχει γνῶσιν· καὶ εἰ τοῦτο, καὶ τὴν τοῦ τί ἐστι γνῶσιν ἀμυδρὰν ἕξει. εἰ δὲ ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων γνωρίζομεν τὸ εἰ ἔστιν, ἐπειδὴ τὰ μὲν αὐτῶν ἐν πλείοσι θεωρεῖται καὶ πορρωτέρω ἐστίν, ὡς τὸ οὐσία, τὸ ἔμψυχον, τὰ δὲ ἐν ἐλάττοσι θεωροῦνται καὶ ἐγγυτέρω εἰσίν, ὡς τὸ ζῷον, τὸ λογικόν, τὰ δὲ ἐν μόνοις αὐτοῖς θεωροῦνται, ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, εἰ μὲν ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων καὶ πόρρω ὄντων ὡς κοινοτέρων γνωρίζομεν τὸ εἰ ἔστιν, ἀμυδρὰν καὶ τὴν γνῶσιν ἐκ τούτων ἕξομεν, ὅθεν οὐδὲ ῥᾳδίαν τὴν τοῦ τί ἐστι γνῶσιν ἕξομεν· εἰ δὲ ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων τῶν ἐγγυτέρω καὶ αὐτῷ μόνῳ ὑπαρχόντων τὴν τοῦ εἶναι γνῶσιν ἕξομεν, ῥᾳδίως ἂν ὁδηγηθῶμεν καὶ εἰς καθαρὰν γνῶσιν τοῦ τί ἐστι.

“而‘是否存在’有时是附随地[被把握的],”这就是他所说的:既然我们首先认知“是否存在”,然后以这种方式认知“是什么”,那么我们在关于“是否存在”的认知上处于何种状态,我们在关于“是什么”的认知上也同样处于何种状态:如果我们对于“是否存在”具有明晰的认知,我们由此就能更容易地被引导至关于“是什么”的认知;但如果是一种微弱的认知,我们关于“是否存在”的认知对于关于“是什么”的[认知]就变得无济于事。因为并非所有用来表明“是否存在”的事物都同等地展现该事物的实存,而是一些清晰地展现,另一些则微弱地展现;也就是说,关于“是否存在”的认知要么产生于某些偶性,要么产生于本质地属于该事物的事物。而在偶性中,有些偶性即便不是本质性的,但因其属于该事物自身而不属于其他事物,微弱地使人认识到该事物存在,正如“直立行走”、“本性驯良”和“能笑”。但另一些偶性则根本不展现该事物,因为它们不仅在该事物中被观察到,而且在许多其他事物中也被观察到,正如“白”、“黑”、“行走”。因为试图从偶性认知“是否存在”的人,要么根本不知晓这一点(从而随后也就不知晓“是什么”),要么只具有关于“是否存在”的微弱认知;如果这样,他对“是什么”的认知也将是微弱的。但是,如果我们从本质地属于它的事物中认识到“是否存在”,既然它们当中有些在较多事物中被观察到且距离较远(例如“实体”、“有生命的”),有些在较少事物中被观察到且距离较近(例如“动物”、“理性的”),有些则仅在它们自身中被观察到(例如“能够接受理智和知识的”),那么,如果我们从本质地属于它的、作为更共通者而距离较远的事物中认知“是否存在”,我们从中获得的认知也将是微弱的,从而我们对“是什么”的认知也不会是容易的;但如果我们从更近且仅属于它自身的本质属性中获得关于“存在”的认知,我们就能够很容易地被引导至关于“是什么”的明晰认知。

§2.72

"Ὁτὲ δ’ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος." Ἤγουν ποτὲ δὲ ἔχομεν γνῶσιν τοῦ πράγματος ἀπό τινος τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτῷ. καὶ πρῶτον μὲν τίθησι παραδείγματα, πῶς ἐπιγίνεται ἡμῖν γνῶσις τοῦ εἰ ἔστιν ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτῷ. εἰ γὰρ γνῶσιν ἕξομεν τοῦ εἰ ἔστι βροντὴ ἐκ τοῦ γίνεσθαι ψόφον νεφῶν, καὶ πάλιν εἰ γινώσκομεν εἰ ἔστιν ἔκλειψις ἀπὸ τοῦ στέρησιν γίνεσθαι φωτὸς καὶ τὸν ἄνθρωπον γινώσκομεν εἰ ἔστιν2 ἀπὸ τοῦ εἶναι ζῷον καὶ τὴν ψυχὴν ἀπὸ τοῦ αὐτὴν εἶναι κινοῦσαν ἑαυτήν, ῥᾷον ἀπὸ τούτων ἕξομεν ὁδηγίαν εἰς τὸ γνῶναι καὶ τί ἐστιν ἕκαστον αὐτῶν. τοῦ δὲ γινώσκειν τὸ εἰ ἔστιν ἀπὸ συμβεβηκότων παραδείγματα ταῦτα. οἷον γνωρίζομεν βροντὴν εἶναι ἀπὸ τοῦ γίνεσθαι καὶ εἶναί τινας ἐμβροντήτους ὑπὸ τοῦ ψόφου· ἐμβρόντητοι δέ εἰσιν οἱ τὸν νοῦν ἀπολέσαντες ἐκ τοῦ ψόφου. καὶ ὅτι ἐστὶν ἔκλειψις γινώσκομεν, ὅτι ἀφανὴς ἄφνω γίνεται3 ἡ σελήνη πανσέληνος οὖσα καὶ μὴ ὑπὸ νέφους ἐπισκοτουμένη, καὶ ἄνθρωπός ἐστιν ἐκ τοῦ περιπατητικὸν εἶναι ἢ ὁμιλητικόν, καὶ ψυχὴν εἶναι γνωρίζομεν διὰ τὸ τὸ ἔμψυχον σῶμα μεταμείβειν ἐκ τόπου εἰς τόπον μὴ τινος ἔξωθεν κινοῦντος αὐτό. ἐπεὶ οὖν ἐκ τῶν τοιούτων ἔχομεν τὴν γνῶσιν τοῦ εἰ ἔστιν οὐδ’ ὅλως ἡμῖν παριστῶσαν αὐτό, διὰ τοῦτο οὐδὲ τὴν τοῦ τί ἐστι γνῶσιν ἕξομεν.

“有时则是因把握了该事物本身的某物[而被认知]。” 也就是说,有时我们从本质地属于该事物的某物中获得关于该事物的认知。他首先举出例子,说明关于“是否存在”的认知如何从本质地属于该事物的事物中发生于我们。因为,如果我们从云层发生响声中获得雷电是否存在的认知,又如果我们从发生光的丧失中认知日/月食是否存在,从是动物认知人是否存在,从自身运动认知灵魂[是否存在],我们就能从这些更容易地获得指引,去认知它们各自究竟是什么。而从偶性中认知“是否存在”的例子如下:例如,我们从有人因响声而受震击昏厥这一现象的发生和存在而认识到雷电存在(而遭雷震者就是因响声而丧失心智的人);又因为月亮处于满月且未被云层遮蔽却突然隐没不见,从而认知发生日/月食;并从能够行走或交谈[认识到]人存在;还由于有生命的肉体在没有任何外物推动它的情况下从一处迁移至另一处,从而认知灵魂存在。因此,既然我们从这类事物中获得的关于“是否存在”的认知根本没有向我们展现该事物本身,由于这一原因,我们也就不会具有关于“是什么”的认知。

语法注3 条
  1. 2.71ὡς ἔχομεν γνώσεως τοῦ εἰ ἔστιν, οὕτως ἔχομεν γνώσεως καὶ τοῦ τί ἐστιν

    动词 ἔχω 与副词 ὡς / οὕτως 以及表示范围或关涉的属格 γνώσεως 结合的句式,意为“在关于……的认知上处于某种状态”。该结构依据 ἔχω + 副词 + 属格的惯用结构(如 εὖ ἔχειν τινός),用以表示认知主体在把握程度上的对应状态。

  2. 2.72τὸν ἄνθρωπον γινώσκομεν εἰ ἔστιν

    先取结构(prolepsis)。本应作为间接疑问从句 εἰ ἔστι 的逻辑主语的 ἄνθρωπος,被提前置于主句动词 γινώσκομεν 的宾格直接宾语位置(τὸν ἄνθρωπον)。紧随其后的 καὶ τὴν ψυχὴν [sc. γινώσκομεν εἰ ἔστιν] 亦承袭了同样的结构。

  3. 2.72καὶ ὅτι ἐστὶν ἔκλειψις γινώσκομεν, ὅτι ἀφανὴς ἄφνω γίνεται

    此处的两个 ὅτι 承担不同的句法功能。前一个 ὅτι 引导隶属于 γινώσκομεν 的名词性宾语从句(“日/月食存在”),表示认知的对象;后一个 ὅτι 则引导原因从句(“因为突然隐没不见”),说明得知日/月食存在的观察依据与理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:367.3-368.15