← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§366.1-367.2

作为中项的定义与存在认知的在先性

关于《后分析篇》93a11–14,斐洛庞诺指出论证本质时的中项自身也必须是本质(定义),说明通过形相性定义推出质料性定义的推论并非严格的论证而只是逻辑性(辩证性)推论,并阐明探求中知晓“是否存在”必然先于知晓“是什么”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.68

" Τῶν γὰρ τί ἐστιν ἀνάγκη καὶ τὸ μέσον.1" Ἤγουν ἐπὶ τῶν συλλογισμῶν τῶν ἀποδεικνυόντων τὸ τί ἐστιν, ἤγουν τὸν ὁρισμόν, ἀνάγκη εἶναι τὸν μέσον ὁρισμόν, ὥσπερ καὶ ἐπὶ τῶν ἰδίων ἴδιον, ἤγουν ὥσπερ καὶ εἰ δείκνυσί τις ὅτι τὸ γελαστικόν ἐστι τῷ ἀνθρώπῳ, ἀνάγκη λαβεῖν μέσον ἴδιον, ἤγουν τὸ ὀρθοπεριπατητικὸν ἢ τὸ λόγῳ χρᾶσθαι.

“因为关于‘是什么’,中项也必然[属于‘是什么’]。” 也就是说,在论证“是什么”(即定义)的推论中,中项必然是定义,正如在固有属性的情况下[中项是]固有属性一样;也就是说,正如如果有人证明“能笑”属于人,就必然取一个固有属性(即“直立行走”或“运用理性”)作为中项一样。

§2.69

"Ὥστε τὸ μὲν δείξει." Ἤγουν ἐπειδὴ πολλοὶ ὁρισμοί εἰσι τοῦ αὐτοῦ πράγματος, ὁ μὲν ὑλικὸς ὁ δὲ εἰδικός, τὸ μὲν τῶν τί ἦν εἶναι, ἤγουν ἄλλον μὲν τῶν ὁρισμῶν τοῦ πράγματος, τὸν ὑλικόν, ἀποδείξει, τὸ δέ, τὸν εἰδικόν, οὐκ ἀποδείξει διὰ τὸ εἶναι ἄμεσον.

“以至于它将证明其一,”也就是说,既然同一事物有多个定义,一个是质料性的,另一个是形相性的,那么推论将证明本质中的其一,即该事物的定义中的其中一个,即质料性定义,但另一个(即形相性定义)由于是直接的,推论将不予以证明。

§2.70

"Οὗτος μὲν οὖν ὁ τρόπος, "Καθ’ ὃν ὁρισμοῦ γίνεσθαι ἀπόδειξιν ὑλικοῦ ἐδείξαμεν διὰ μέσου τοῦ εἰδικοῦ, ὅτι οὐκ ἔστι κυρίως ἀπόδειξις, δέδεικται πρότερον·2 αἰτεῖται γὰρ τὸ ἐν ἀρχῇ. ζητῶν γάρ, εἰ τὸ ‘ζέσις τοῦ περικαρδίου αἵματος’ ὁρισμός ἐστι τοῦ θυμοῦ, λαμβάνει εἰς ἀπόδειξιν αὐτοῦ ἕτερον ὁρισμόν, τὸν εἰδικόν, ζητούμενον καὶ αὐτὸν εἰ ὁρισμός ἐστι τοῦ θυμοῦ· τὸ δὲ δι’ ἀδήλων ἄδηλον δεικνύειν ἐν ἀρχῇ αἰτεῖσθαί ἐστι. λεγέσθω γοῦν ὁ συλλογισμὸς οὗτος λογικὸς ἀλλὰ μὴ ἀποδεικτικός· πολλὰ γὰρ ἔχει τὰ αἰτιάματα, ἓν μὲν τὸ ἐξ ἐνδόξων συλλογίζεσθαι, ἕτερον δὲ τὸ μὴ ἐξ ἀναγκαίων. οὐ γὰρ ἐξ ἀνάγκης ὁ ὀρεγόμενος ἀντιλυπῆσαι ζέει τὸ περικάρδιον αἷμα· ἡ δ’ ἀπόδειξις ἐξ ἀναγκαίων καὶ ἀληθῶν καὶ οὐκ ἐξ ἐνδόξων. ἄλλως τε οὐδὲ κυρίως ὁρισμὸν ἀπέδειξεν ἀλλὰ δοκοῦντα. ζητήσωμεν δέ, πῶς δυνατὸν ἀπόδειξιν γενέσθαι τοῦ ὁρισμοῦ ἐστιν, ἐπιόντες καὶ λαβόντες πάλιν ἃ ἐξ ἀρχῆς ἐζητήσαμεν, ἤγουν τὸ ὅτι ἔστι καὶ τὸ διότι καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι. φησὶ γοῦν ὅτι, ὥσπερ πρῶτον ἔχοντες καὶ μαθόντες ὅτι ἡ σελήνη ἐκλείπει, ὕστερον ζητοῦμεν διὰ τί ἐκλείπει, ἤγουν τίς ἡ αἰτία τούτου (ἀδύνατον γὰρ τὸ διότι ζητεῖν πρότερον τοῦ ὅτι), πολλάκις δὲ καὶ ἅμα ταῦτα δῆλα γίνονται (ἐν οἷς γὰρ ἀποδεικνύω τὸ διότι ἐκλείπει αὕτη διὰ μέσου τοῦ ἀντιφράττεσθαι ὑπὸ τῆς γῆς, συναναφαίνεται καὶ ὅτι ἐκλείπει), οὕτως ἀδύνατόν ἐστιν εἰδέναι τί ἐστιν ἀγνοοῦντας τὸ εἰ ἔστιν· ἀδύνατον γὰρ εἰδέναι τί ἐστιν ἄνθρωπος μὴ γινώσκοντας εἰ ἔστιν ὅλως καὶ συνηρίθμηται τοῖς οὖσι. προέταξε δὲ τὸ ὅτι καὶ τὸ διότι τῶν λοιπῶν διὰ τὸ εἶναι ἡμῖν γνωριμώτερα ὡς σύνθετα.

“那么,这种方式,”我们借以表明通过形相性定义作为中项而产生质料性定义的论证的这种方式,并不是严格意义上的论证,这在前面已经表明了;因为这是在乞求命题。因为在探求“心周血液的沸腾”是否是愤怒的定义时,他为了论证它而取了另一个定义,即形相性定义,而它本身是否是愤怒的定义也正在被探求;而通过不明显的事物来证明不明显的事物,就是乞求命题。无论如何,这个推论应当被称为逻辑性的推论,而不是论证性的推论;因为它有许多招致指责之处,其一是它是从公认意见中推论出来的,其二是它并非从必然前提中推论出来的。因为意欲报复的人并不必然心周血液沸腾;而论证来自于必然且真实的前提,而不是来自于公认意见。此外,它论证的甚至不是严格意义上的定义,而只是看似是定义的定义。但是,让我们通过再次审视并重新拾取我们从一开始就探求的问题(即“事实如此”、“何以如此”、“是否存在”和“是什么”),来探求定义的论证如何可能产生。无论如何他说,正如我们首先掌握并知晓月亮发生月食,之后才探求它为何发生月食,即这件事的原因是什么(因为在知晓“事实如此”之前探求“何以如此”是不可能的),而且往往这两者同时变得明了(因为在那些我通过以被地球遮挡作为中项来论证它为何发生月食的推论中,月亮发生月食这一事实也同时显现出来),同样,在不知道“是否存在”的情况下,要知晓“是什么”也是不可能的;因为如果不了解人是否根本存在并且被列于存在者之中,要知晓人是什么就是不可能的。而他将“事实如此”和“何以如此”置于其余两者之前,是因为它们作为复合者对我们而言更加可知。

语法注2 条
  1. 2.68Τῶν γὰρ τί ἐστιν ἀνάγκη καὶ τὸ μέσον.

    引文中的属格短语 τῶν τί ἐστιν 为部分属格或关联属格。补出省略的不定词 εἶναι 及其谓词补足语后,意为“关于‘是什么’,中项也必然[属于‘是什么’]”。注释者在正文中将其改述为 ἐπὶ τῶν συλλογισμῶν τῶν ἀποδεικνυόντων τὸ τί ἐστιν ... ἀνάγκη εἶναι τὸν μέσον ὁρισμόν(“在论证‘是什么’的推论中,中项必然是定义”),表明中项必须与所论证的对象在范畴性质上保持一致。

  2. 2.70Καθ’ ὃν ὁρισμοῦ γίνεσθαι ἀπόδειξιν ὑλικοῦ ἐδείξαμεν διὰ μέσου τοῦ εἰδικοῦ, ὅτι οὐκ ἔστι κυρίως ἀπόδειξις, δέδεικται πρότερον·

    句首的关系从句 καθ' ὃν ... ἐδείξαμεν 修饰前接引文中的 ὁ τρόπος(οὗτος μὲν οὖν ὁ τρόπος)。主句的谓语是 δέδεικται πρότερον(“在前面已经表明了”),而 ὅτι οὐκ ἔστι κυρίως ἀπόδειξις(“并非严格意义上的论证”)则是充当 δέδεικται 真正主语的名词从句。由于该关系从句紧随 ὁ τρόπος 之后插入其中,导致前置的 ὁ τρόπος 与 ὅτι 从句发生离隔。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:366.1-367.2