- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:364.13-365.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解了亚里士多德探讨定义之可论证性的93a3。他将定义分为质料性定义与形相性定义并考察其换位性,进而阐明如何以形相性定义为中项在第一格推论中论证质料性定义。
" Ἐπεὶ δ’ ἐστὶ ταὐτόν, ὡς ἔφαμεν." Ἄρχεται ἐντεῦθεν θεωρεῖν πῶς ἐστι δυνατὸν ἀπόδειξιν γενέσθαι τοῦ ὁρισμοῦ. ἵνα δὲ σαφέστερος ὁ ἐφερμηνευτικὸς λόγος τοῦ κειμένου γένηται, θεωρητέον ποσαχῶς ὁ ὁρισμός. ὁ γοῦν ὁρισμὸς ἢ ὑλικός ἐστιν ὡς λαμβανόμενος ἐκ τῶν προσόντων τῇ ὕλῃ ἢ εἰδικὸς ὡς λαμβανόμενος ἐκ τῶν οὐσιωδῶς ὑπαρχόντων τῷ πράγματι. καὶ ὁ ὑλικὸς ἢ ἀντιστρέφει ἢ οὐκ ἀντιστρέφει, καὶ ἢ ὁ αὐτός ἐστι τῷ ὁριστῷ ἢ ἕτερος. ὑλικὸς μὲν οὖν ὁρισμὸς ἀντιστρέφων καὶ ταυτὸς ὢν τῷ ὁριστῷ ἐστι τὸ ‘ἄνθρωπός ἐστι ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον γελαστικόν’. μὴ ἀντιστρέφων δὲ καὶ μὴ ταυτὸς τῷ ὁριστῷ τὸ ‘θυμός ἐστι ζέσις τοῦ περικαρδίου αἵματος’. οὐ ταυτὸς δέ ἐστι τῷ ὁριστῷ, ἐπεὶ οὐκ ἀντιστρέφει· εἰ γὰρ ἀντέστρεφεν, ἦν ἂν ὁ αὐτός. πᾶς μὲν γὰρ θυμὸς ζέσις τοῦ περικαρδίου αἵματος· οὐ πᾶσα δὲ ζέσις τοῦ περικαρδίου αἵματος θυμός ἐστι· οἱ γὰρ πυρέττοντες ἔχουσι μὲν τὸ περικάρδιον αἷμα ζέον, οὐ μὴν δὲ καὶ θυμοῦνται. καὶ ὁ εἰδικὸς αὖθις ἢ ἀντιστρέφει καὶ ταυτός ἐστι τῷ ὁριστῷ, ὡς τὸ ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν’ (οὗτος γὰρ ἢ πάσας τὰς διαφορὰς ἔχει οὐσιώδεις καὶ εἰδοποιοὺς ἢ μίαν αὐτῶν ἔχει τῆς ὕλης, οἷον τὸ θνητόν), ἢ οὐκ ἀντιστρέφει καὶ διὰ τοῦτο οὐδὲ ταυτός ἐστι τῷ ὁριστῷ, ὡς τὸ ‘θυμὸς ἐστιν ὄρεξις ἀντιλυπήσεως’. πᾶς γὰρ θυμούμενος δι’ ὄρεξιν ἀντιλυπήσεως θυμοῦται· οὐ πᾶς δὲ ὀρεγόμενος ἀντιλυπήσεως θυμοῦται· εἰσὶ γάρ τινες ὀρεγόμενοι κατὰ διάνοιαν ἀντιλυπῆσαι τὸν ἐχθρόν, οὐ μέντοι γε δὲ θυμοῦνται ἀλλ’ ἡσυχάζουσι καὶ ἠρεμοῦσι καὶ φιλίαν ὑποκρίνονται. οὗτοι μὲν οἱ ὁρισμοί, ὅ τε ὑλικὸς καὶ ὁ εἰδικός, οὐ κυρίως εἰσὶν ὁρισμοὶ ἀλλὰ δοκοῦντες εἶναι, οὐκ εἰσὶ δέ. ὅθεν οὐδὲ τὸ ἴδιον τοῦ ὁρισμοῦ ἔχουσιν, ἤγουν τὸ ἀντιστρέφειν καὶ τὸ ταὐτὸν εἶναι τῷ ὁριστῷ· ὁ γὰρ κυρίως ὁρισμὸς παντὸς πράγματος εἷς ἐστιν, οὐ πολλοί. ἐπεὶ δὲ πρότερός ἐστιν ὁ εἰδικὸς τοῦ ὑλικοῦ, καθὸ πρῶτον ὁ θυμούμενος ὀρέγεται ἀντιλυπήσεως, εἶθ’ οὕτω ζέει τὸ περικάρδιον αἷμα, ἔτι δὲ καὶ πᾶσα ἀπόδειξις ἐκ προτέρων γίνεται, ἀνάγκη τοῦ ὑλικοῦ ἀπόδειξιν γενέσθαι διὰ μέσου τοῦ εἰδικοῦ οὕτως· ὁ θυμούμενος ὀρέγεται ἀντιλυπῆσαι· ὁ δὲ ὀρεγόμενος ἀντιλυπῆσαι ζέει τὸ περικάρδιον αἷμα·1 ὁ θυμούμενος ἄρα ζέει τὸ περικάρδιον αἷμα. κυρίως δὲ ὁρισμός ἐστιν ὁ ἐξ ἀμφοτέρων, ἤγουν τῆς ὕλης καὶ τοῦ εἴδους, συγκείμενος, οἷον θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως, οὗ καὶ ἀπόδειξιν γενέσθαι ἀδύνατον. Ἀλλὰ σαφηνιστέον καὶ τὸ κείμενον. ἐπεὶ δὲ τὸ εἰδέναι τὸ τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστι τὸ πρᾶγμα ταὐτά εἰσι (τὸ γὰρ τί ἐστιν ὁρισμός ἐστιν, ὁ δὲ ὁρισμὸς εἶδος, τὸ δὲ εἶδος αἴτιον), τὸ τί ἐστιν ἄρα αἴτιόν ἐστιν· ὁ γὰρ ὁρισμὸς δηλοῖ τὴν αἰτίαν τοῦ εἴτε ἐστὶ τὸ ζητούμενον πρᾶγμα ὑφεστὼς εἴτε καὶ μή. προσθετέον δὲ τούτῳ τὸ ‘ἐγχωρεῖ γενέσθαι ἀπόδειξιν τοῦ ὁρισμοῦ’.2 ἔστι δὲ τὸ ὅλον τοιοῦτον· εἰ τὸ τί ἐστιν αἴτιόν ἐστιν, ἐγχωρεῖ εἶναι ἀπόδειξιν τοῦ ὁρισμοῦ. λόγος δὲ καὶ αἰτία τούτου, τοῦ εἶναι ἀπόδειξιν τοῦ ὁρισμοῦ, διότι ἔστι τι, ἤγουν ἔστι τις, ὁ εἰδικός, ὁρισμὸς ὡς αἴτιον ἐν τῷ μέσῳ λαμβανόμενος. καὶ τοῦτο τὸ αἴτιον ἢ τὸ αὐτό ἐστιν ἢ ἄλλο, ἤγουν ἢ ταὐτόν ἐστι τῷ ὁριστῷ ἢ ἕτερον. καὶ εἰ ἕτερον, 〈ἢ〉 ἀποδεικτόν ἐστιν, ὡς ὁ ὑλικὸς ὁρισμός, ἢ ἀναπόδεικτον, ὡς ὁ εἰδικός. ὁ γὰρ ὑλικὸς ὁρισμὸς διὰ μέσου τοῦ εἰδικοῦ ὑπάρχει τῷ θυμῷ, ὅθεν καὶ ἀποδείκνυται· ὁ δὲ εἰδικὸς ἀμέσως ὑπάρχει τῷ θυμῷ. ὡς γὰρ εἴπομεν, ὁ θυμούμενος πρῶτον ὀρέγεται ἀντιλυπῆσαι, εἶθ’ οὕτω ζέει τὸ περικάρδιον αἷμα αὐτοῦ· ἐκ δὲ τῶν προτέρων ἡ ἀπόδειξις. εἰ τοίνυν τὸ αἴτιον, ἤγουν ὁ ὑλικὸς ὁρισμὸς ἕτερός ἐστι παρὰ τὸ ὁριστὸν καὶ ἐνδέχεται ἀποδεῖξαι αὐτόν, ἀνάγκη μέσον λαβεῖν ἐν συλλογισμῷ τὸ αἴτιον, ἤγουν τὸν εἰδικὸν ὁρισμόν, καὶ ἐν πρώτῳ σχήματι συλλογισθῆναι διὰ τὸ εἶναι τὸ ἀποδεικνύμενον καὶ καθόλου καὶ κατηγορικόν· ἀποδεικνύμενον δέ ἐστι τὸ ‘πᾶς θυμὸς ζέσις ἐστὶ τοῦ περικαρδίου αἵματος’. εἷς μὲν δὴ τρόπος οὗτος ὁ ἐξητασμένος καὶ ἀποδοθείς, καθ’ ὃν ἐνδέχεται τὸ τί ἐστιν, ἤγουν τὸν ὑλικὸν ὁρισμόν, ἀποδεῖξαι δι’ ἄλλου ὁρισμοῦ, τοῦ εἰδικοῦ.
“但正如我们所说,既然[这二者]是同一的,”他从这里开始考察定义的论证如何可能产生。为了使经文的阐释性论述更加明晰,必须考察定义有多少种[意义]。无论如何,定义要么是质料性的,作为从属于质料的属性中取得的,要么是形相性的,作为从本然地属于该事物的东西中取得的。质料性定义要么可换位要么不可换位,且要么与被定义者同一要么相异。因此,换位且与被定义者同一的质料性定义是:“人是直立行走、扁平指甲、能笑的动物”。而不可换位且与被定义者不同一的质料性定义是:“愤怒是心周血液的沸腾”。这与被定义者不同一,因为它不可换位;因为如果它换位,它就会是同一的。因为一切愤怒固然是心周血液的沸腾;但并非一切心周血液的沸腾都是愤怒;因为发烧的人虽然心周血液沸腾,却绝不是在发怒。反之,形相性定义也是要么换位且与被定义者同一,如“人是理性的会死的动物”(因为这个定义要么所具备的一切属差都是本质性的和构成种的,要么具备其中属于质料的一个属差,例如“会死”);要么不可换位,并因此甚至不与被定义者同一,如“愤怒是报复的欲望”。因为每一个发怒的人固然都出于报复的欲望而发怒;但并非每一个意欲报复的人都在发怒;因为有些人心中意欲向仇敌报复,然而他们绝不发怒,而是保持平静安宁并假装友善。这些定义,无论是质料性的还是形相性的,都不是严格意义上的定义,而是看似是定义,实际上却不是。因此它们甚至不具备定义的固有特性,即换位以及与被定义者同一;因为任何事物的严格定义都只有一个,而不是多个。但由于形相性定义先于质料性定义(因为发怒者首先意欲报复,然后心周血液才如此沸腾),且一切论证都由先在之物产生,所以必然通过作为中项的形相性定义产生对质料性定义的论证,如下所示:“发怒者意欲报复;意欲报复者心周血液沸腾;因此,发怒者心周血液沸腾。”但严格意义上的定义是由两者构成的,即由质料和形相构成的,例如“愤怒是出于报复的欲望而致的心周血液的沸腾”,对于这种定义,论证的产生是不可能的。但经文本身也必须予以阐明。既然知晓是什么与知晓事物是否存在的原因是同一的(因为“是什么”是定义,定义是形相,而形相是原因,所以“是什么”就是原因;因为定义表明了所探求的事物是否存在的原因),就必须在此补充上:“定义的论证可能产生”。而整体的意思是这样的:如果“是什么”是原因,那么定义的论证就是可能存在的。而这——即存在定义的论证——的理由和原因在于,存在着某物,即存在着某种在中项中作为原因被取得的定义,即形相性定义。而这一原因要么是同一的,要么是别的,即要么与被定义者是同一的,要么是不同的。而如果是不同的,那么它要么是可论证的(如质料性定义),要么是不可论证的(如形相性定义)。因为质料性定义是通过形相性定义作为中项而属于愤怒的,因而它也是被论证的;而形相性定义则是直接属于愤怒的。因为正如我们所说,发怒者首先意欲报复,然后他的心周血液才如此沸腾;而论证来自于先在之物。因此,如果原因(即质料性定义)与被定义者相异并且可以论证它,就必然在推论中取原因(即形相性定义)作为中项,并且在第一格中进行推论,因为被论证的命题既是全称的又是肯定的;而被论证的命题就是“一切愤怒都是心周血液的沸腾”。这就是经过考察并给出的第一种方式,依照这种方式,有可能通过另一种定义(即形相性定义)来论证“是什么”(即质料性定义)。
- 2.67ὁ δὲ ὀρεγόμενος ἀντιλυπῆσαι ζέει τὸ περικάρδιον αἷμα
该分句的主语是 ὁ ὀρεγόμενος ἀντιλυπῆσαι(意欲报复者),而 τὸ περικάρδιον αἷμα(心周血液)在不及物动词 ζέει 之后充当关系宾格(即所谓希腊语限格,表示“在……方面”)。直译为“意欲报复者在心周血液方面沸腾”。
- 2.67προσθετέον δὲ τούτῳ τὸ ‘ἐγχωρεῖ γενέσθαι ἀπόδειξιν τοῦ ὁρισμοῦ’
鉴于亚里士多德在93a3处的原文以由 ἐπεί 引导的原因从句开始(“既然正如我们所说,是同一的……”),斐洛庞奴斯指出其主句(apodosis)在句法上有所省略,因此必须补上“定义的论证可能产生”以使句意完整。
