← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§362.29-364.12

名辞定义的荒谬后果与对定义的重审

总结了将定义归结为名辞性定义所导致的荒谬后果(非存在之物亦有定义、一切言述皆成定义等),并引出对定义与论证关系的重新考察(92b28–93a1)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.60

" Πρῶτον μὲν γὰρ καὶ μὴ οὐσιῶν ἂν εἴη καὶ τῶν μὴ ὄντων." Τὸ μὴ οὐσιῶν καὶ μὴ ὄντων τὸ αὐτὸ σημαίνουσιν.1

“因为首先,它既会属于非实体之物,也会属于非存在之物。” “非实体之物”与“非存在之物”意谓同一回事。

§2.61

"Σημαίνειν γὰρ ἔστι καὶ τὰ μὴ ὄντα." Ἤγουν εἰσὶ καὶ τῶν μὴ ὄντων ὀνόματα σημαντικά. οἷον τὸ τραγέλαφος σημαντικὸν ὄνομα λέγεται, οὐχ ὅτι σημαίνει φύσιν τινά, ἀλλ’ ὅτι δοκεῖ μὲν σημαίνειν, καθὸ καὶ αἱ λέξεις ἐξ ὧν σύγκειται, ἤγουν τὸ τράγος καὶ ἔλαφος, φωναί εἰσι σημαντικαί· οὐδαμοῦ δὲ τὶ σημαίνει τὸ ἐκ τούτων.

“因为非存在之物也是可能被意谓的。” 也就是说,非存在之物也有表意的名称。例如,“鹿角山羊”被称为表意的名称,并非因为它意谓某种自然本性,而是因为它看似在表意,因为构成它的那些词语(即“山羊”与“鹿”)是表意的语音;但由这些所构成者却根本不意谓任何东西。

§2.62

"Ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ἂν εἶεν." Ἔτι ἕτερον ἄτοπον συμβαίνει, τὸ πάντας λόγους εἶναι ὁρισμούς, ἐκ τοῦ λέγειν τὸν ὁρισμὸν καὶ τὸ ὄνομα ταὐτὰ σημαίνειν. ἑκάστῳ γὰρ λόγῳ ἐστὶ καὶ ὄνομα, οἷον τῇ ποιήσει τοῦ Ὁμήρου τῇ λαμβανούσῃ τὰ ἐν Ἰλίῳ ἐστὶν ὄνομα Ἰλιάς, ὥσπερ τῇ λαμβανούσῃ τὰ τοῦ Ὀδυσσέως ἐστὶν ὄνομα Ὀδύσσεια, καὶ τῷ ‘αἲ γάρ, Ζεῦ τε πάτερ’ ὄνομα εὐχή, τῷ δὲ “βάσκ’ ἴθι, Ἶρι ταχεῖα” τὸ προστακτικόν· τὰ δὲ ὀνόματα συνεχωρήθη ταὐτὰ σημαίνειν τῷ ὁρισμῷ. καὶ ἔσονται τὰ ὀνόματα ὁρισμοὶ καὶ οἱ λόγοι, οἷς τὰ ὀνόματα κεῖνται, ὁρισμοὶ καὶ αὐτοί,2 εἴγε προσφυῶς αὐτοῖς τὰ ὀνόματα τέθεινται. προσφυῶς γάρ ἐστι τῷ ἀνθρώπῳ τοῦτο τὸ ὄνομα διὰ τὸ ἄνω ἀθρεῖν· ὡσαύτως καὶ μέροψ λέγεται παρὰ τὸ μεμερισμένην καὶ ἔναρθρον ἔχειν τὴν ὄπα. καὶ ἁπλῶς, εἴ τι λέγομεν, πᾶν ἔσται ὁρισμός.

“此外,一切言述都会是定义。” 从“定义与名称意谓同一事物”这一说法中,还会引出另一个荒谬推论,即一切言述都会是定义。因为对于每一个言述都存在着一个名称,例如对于荷马关于伊利昂之事的诗作,有“伊利亚特”这个名称,正如对于关于奥德修斯之事的诗作有“奥德赛”这个名称一样;对于“但愿如此,父宙斯啊”有“祈愿”这个名称,而对于“去吧,敏捷的伊里斯”则有“命令”这个名称;而诸名称已被承认与定义意谓同一事物。于是诸名称将成为定义,并且那些被赋予名称的言述自身也同样将成为定义,只要诸名称确实贴切地赋予了它们。因为对于“人”而言,这一名称是由于其“仰望”而贴切具备的;同样,人也被称为“具有分节言语者”,是因为其拥有被分开且发音分明的声音。简而言之,无论我们说什么,一切都将成为定义。

§2.63

"Ἔτι οὐδεμία ἀποδείξειεν ἄν." Ἔτι ὥσπερ τὸ ὄνομα, οἷον τὸ ἄνθρωπος ἢ τὸ ἵππος λεγόμενον, ἐν οὐδεμιᾷ ἀποδείξει ἀποδείκνυσιν ὅτι δηλοῖ τὸν ἄνθρωπον ἢ τὸν ἵππον, οὕτως οὐδ’ οἱ ὁρισμοὶ προσδηλοῦσι καὶ ἐμφαίνουσιν εἰ τῶνδέ εἰσιν ὁρισμοὶ ὧν λέγονται καὶ οὐκ ἄλλων.

“此外,没有任何[论证]能证明它。” 此外,正如一个名称——例如被言说的“人”或“马”——在任何论证中都不会论证出它表明人或马,同样,诸定义也不会额外表明并显示出它们是否是据说是其定义的这些事物的定义、而非其他事物的定义。

§2.64

"Ἐκ μὲν τοίνυν τούτων." Ἐπανακεφαλαιούμενος πάντα ὅσα εἶπε φησίν· ἐκ τούτων ὧν εἴπομεν δῆλον ὅτι οὐκ εἰσὶ ταὐτὰ ὁ ὁρισμὸς καὶ ὁ συλλογισμός (ὧν γὰρ οἱ ὁρισμοὶ ἕτεροι, καὶ αὐτὰ ἕτερα), οὔτε μὴν τὸ αὐτὸ δείκνυται καὶ διὰ συλλογισμοῦ καὶ 〈δι’〉 ὁρισμοῦ, οὔτε ὁ ὁρισμὸς ἀποδείκνυσί τι. διὰ τοῦ ἀποδείκνυσιν ἐδήλωσε τὸν ἀποδεικτικὸν συλλογισμόν, διὰ δὲ τοῦ δείκνυσι τὸν ἁπλῶς συλλογισμόν.

“那么,从这些看来,”他在概括自己所说的一切时说:从我们所说的这些看来,显然定义与推论并非同一回事(因为定义不同的事物,其自身亦不相同),同样的事物既不能通过推论又通过定义而被展示,定义也不能论证任何事物。他通过“论证”表明了论证性推论,而通过“展示”表明了端然的推论。

§2.65

"Οὔτε τὸ τί ἐστιν οὔθ’ ὁρισμῷ." Ἤγουν οὔτε, ὅτι ὁρισμός ἐστι τούτου τὸ ἀποδοθέν, δι’ ἀποδείξεως ἐμφαίνεται οὔτε δι’ ὁρισμοῦ.

“既不[知晓]是什么,也不借由定义[知晓]。” 也就是说,给出的表述是此物的定义这一事实,既未通过论证被显明,也未通过定义被显明。

§2.66

"Πάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς." Ἃ ἔλεγε, ταῦτα ἦσαν, ὅτι ἀπόδειξις τοῦ ὁρισμοῦ οὐ δύναται γενέσθαι, καθώς τινες ἐπεχείρουν ἀποδεικνύειν, καὶ ὅτι οὐ δυνατὸν τὸ αὐτὸ καὶ δι’ ὁρισμοῦ καὶ 〈δι’〉 ἀποδείξεως εἰδέναι, καὶ ὡς ὁ ὁρισμὸς οὔτε δείκνυσιν οὔτε ἀποδείκνυσιν. δεῖ οὖν, φησίν, ἐπισκέψασθαι εἰ καλῶς ταῦτα προειρήκαμεν εἴτε καὶ μή· μέλλει γὰρ δεῖξαι ὡς οὐ πάντῃ ἀληθές ἐστιν ἢ ψευδὲς τὸ λέγειν ἀπόδειξιν ὁρισμοῦ εἶναι, ἀλλὰ κατὰ τὶ μὲν ἀληθεύει, κατὰ τὶ δὲ ψεύδεται· πῶς δέ, δείξομεν. μέλλει δὲ εἰπεῖν καὶ τί ἐστιν ὁρισμός (ἐπεὶ γὰρ ἡ ζήτησις περὶ αὐτοῦ ἐστιν, εἰ ἀπόδειξις αὐτοῦ ἔστι, καὶ ὅτι πολλαχῶς ὁ ὁρισμὸς ἀνάγκη εἰδέναι καὶ τί ἐστιν οὗτος)3 καὶ ἆρα ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ πῶς, ἤγουν κατὰ τί, ἢ οὐδαμῶς, καὶ ἆρά γε ὁ ὁρισμὸς συμβάλλεταί τι εἰς τὴν ἀπόδειξιν ἢ οὐδαμῶς.

“但我们必须重新考察这些说法中哪些是正确的。” 他此前所说的乃是这些:不可能产生定义的论证,正如某些人企图论证的那样;不可能通过定义又通过论证来认知同一事物;以及定义既不展示也不论证。因此他说,必须考察我们此前说这些究竟是正确的还是不正确的;因为他将要表明,说存在定义的论证并不完全是真的或假的,而是在某一意义上属真,在另一意义上属假;至于如何如此,我们将会展示。而且他也将说明定义是什么(因为既然关于它的探讨是探究是否存在关于它的论证,并且定义有多种含义,就必然也要知晓它究竟是什么),以及定义的论证是否以某种方式存在(即在何种意义上存在)抑或根本不存在,以及定义究竟是对论证有所贡献抑或毫无贡献。

语法注3 条
  1. 2.60Τὸ μὴ οὐσιῶν καὶ μὴ ὄντων τὸ αὐτὸ σημαίνουσιν.

    中性单数定冠词 τὸ 将并列的两个属格短语 μὴ οὐσιῶν 和 μὴ ὄντων(“非实体的”与“非存在的”)作为元语言指称整体提作主语,而主句动词 σημαίνουσιν 则根据意义结构(constructio ad sensum)采用复数,与引用的两项并列成分呼应。

  2. 2.62καὶ ἔσονται τὰ ὀνόματα ὁρισμοὶ καὶ οἱ λόγοι, οἷς τὰ ὀνόματα κεῖνται, ὁρισμοὶ καὶ αὐτοί

    结构由 ἔσονται 统辖两个平行的判断组成:(1) τὰ ὀνόματα 将成为 ὁρισμοί;(2) 由关系从句 οἷς τὰ ὀνόματα κεῖνται 修饰的 οἱ λόγοι 自身也将成为(καὶ αὐτοί)ὁρισμοί,用以展开名称与定义被等同视之所导致的荒谬后果。

  3. 2.66ἐπεὶ γὰρ ἡ ζήτησις περὶ αὐτοῦ ἐστιν, εἰ ἀπόδειξις αὐτοῦ ἔστι, καὶ ὅτι πολλαχῶς ὁ ὁρισμὸς ἀνάγκη εἰδέναι καὶ τί ἐστιν οὗτος

    在由 ἐπεὶ γάρ 引导的原因括号句内部,并列了间接疑问从句 εἰ ἀπόδειξις αὐτοῦ ἔστι(其论证是否存在)与表前提事实的从句 ὅτι πολλαχῶς ὁ ὁρισμός[λέγεται](由于定义有多种含义),其后承接着该从属结构内部的归结:非人称结构 ἀνάγκη εἰδέναι καὶ τί ἐστιν οὗτος(亦必须知晓此者究竟是什么)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:362.29-364.12