- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:361.10-362.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯阐释了各门科学通过论证展示存在,而定义仅呈现事物是什么且无法证明其存在或说明被定义项与定义的必然联系,并由此论述了将定义归结为名辞性定义的荒谬性。
" Ὅπερ καὶ νῦν ποιοῦσιν αἱ ἐπιστῆμαι." Μέχρι γὰρ τοῦ νῦν ὁρῶμεν τὰς ἐπιστήμας, τὴν μουσικὴν καὶ τὴν γεωμετρίαν καὶ τὰς λοιπάς, δι’ ἀποδείξεως γινωσκούσας τὸ ὅτι ἔστιν. ὁ μὲν γὰρ γεωμέτρης τί μὲν σημαίνει τὸ τρίγωνον ἔλαβε καὶ ἄνευ ἀποδείξεως διὰ τοῦ ὀνοματώδους ὁρισμοῦ, φάσκων τρίγωνον εἶναι σχῆμα ἐπίπεδον τρεῖς γωνίας ἔχον· ὅτι δ’ ἔστι τρίγωνον τὸ συσταθὲν καὶ καταγραφὲν ἐπὶ τῆς δοθείσης εὐθείας, δι’ ἀποδείξεως παριστᾷ. ζητεῖ γὰρ ὁ γεωμέτρης εἰ ἐπὶ τῆς δοθείσης εὐθείας ἔσται δυνατὸν τρίγωνον συστήσασθαι, καὶ εἰ ἐπὶ παντὶ κέντρῳ καὶ διαστήματι ἔστι κύκλον περιγράψαι. ὁ γοῦν ὁριζόμενος καὶ τὸν ὁρισμὸν ἀποδιδοὺς τί ἄρα δείξει; ἢ πάντως παρίστησι τί ἐστι τρίγωνον καθὸ τρίγωνον, ἤγουν τί ἐστιν ἡ τοῦ τριγώνου φύσις· ὁ γὰρ κυρίως ὁρισμὸς τοῦ τριγώνου ἐστὶ ‘σχῆμα ἐπίπεδον ἔχον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας’. Εἰδὼς ἄρα τὸ τί ἐστιν,1 ἤγουν τὴν φύσιν τοῦ πράγματος, δι’ ὁρισμοῦ τὸ εἰ ἔστι τρίγωνον οὐκ εἴσεται δι’ ὁρισμοῦ ἀλλὰ δι’ ἀποδείξεως. ἀλλὰ τοῦτο ἀδύνατον δέδεικται, τὸ εἰδέναι τί ἐστι τρίγωνον ἐν τῷ ἀγνοεῖν εἰ ἔστιν ὅλως τρίγωνον.
“这正是各门科学如今所做的事。” 因为直到如今,我们看到各门科学——音乐、几何学以及其余诸学——都是通过论证来认知“存在”。因为几何学者即使没有论证,也通过名辞性定义领会了三角形意谓什么,断言三角形是具有三个角的平面图形;但他通过论证来呈现:在给定直线上所构成并画出的三角形存在。因为几何学者探究在给定直线上是否可能构成一个三角形,以及是否可能以任意中心和距离画一个圆。那么,下定义并给出定义的人究竟会展示什么呢?难道不是无论如何都在呈现三角形就其为三角形而言是什么,即三角形的自然本性是什么吗?因为三角形的严格定义是“具有等于两直角之三角的平面图形”。因此,通过定义知晓了“是什么”(即事物的自然本性)的人,将不是通过定义、而是通过论证来知晓三角形是否存在。但这一点已被证明是不可能的,即在完全不知道三角形是否存在的情况下,知晓三角形是什么。
"Φανερὸν δὲ καὶ κατὰ τοὺς νῦν τρόπους τῶν ὅρων." Ἤγουν δηλοῦσι δὲ καὶ οἱ μέχρι τοῦ νῦν ἀποδιδόμενοι ὁρισμοὶ τῶν πραγμάτων παρὰ τῶν σοφῶν, ὅτι οἱ ὁριζόμενοι τὸ ὅτι ἔστιν οὐκ ἀποδεικνύουσιν ἀλλὰ μόνον τὸ τί ἐστιν, ἤγουν τὴν φύσιν τοῦ πράγματος.
“从现今诸定义的诸种方式来看也是显而易见的。” 也就是说,直到如今由智者们所给出的事物的诸定义也表明:下定义的人并不论证“存在”,而只论证“是什么”,即事物的自然本性。
"Εἰ γὰρ καὶ ἔστιν ἐκ τοῦ μέσου τι ἴσον." Τοῦτο ὁρισμὸς τοῦ κύκλου ἐστί· κύκλος γάρ ἐστι σχῆμα ἐπίπεδον οὗ ἡ ἐπιφάνεια πανταχόθεν ἐπ’ ἴσης τοῦ κέντρου ἀφίσταται· τὸ δὲ κέντρον ἐστὶ μέσον τοῦ κύκλου. φησὶ γοῦν, εἰ καὶ ἔστι τι ἔχον τὸ ἴσον ἀπὸ τοῦ μέσου ἀφίστασθαι,2 ἤγουν τὸ ἐπ’ ἴσης ἀπὸ τοῦ κέντρου ἀφίστασθαι, ἀλλ’ οὗτος ὁ ὁρισμὸς οὔτε δείκνυσι διὰ τί τὸ ὁρισθέν ἐστιν ἐπ’ ἴσης ἀπὸ τοῦ κέντρου ἀφιστάμενον, οὔτε δείκνυσι διὰ τί τοῦτο, ἤγουν ὁ ὁρισμὸς τὸν κύκλον παριστᾷ οὗτος.3 ὅσον γὰρ ἀπὸ τοῦ ὁρισμοῦ οὐ δείκνυται ὅτι τοῦ κύκλου ἐστὶν οὗτος ὁ ὁρισμός· εἴη γὰρ ἂν ἴσως οὐ τοῦ κύκλου ἀλλὰ τοῦ ὀρειχάλκου. τὸ δὲ ὀρείχαλκόν ἐστιν εἶδος ὕλης μὴ νῦν εὑρισκομένης. ἢ ὀρείχαλκός ἐστιν ὁ λευκὸς χαλκός, ὡς ὁ Ἡσίοδος ἐν τῇ Ἀσπίδι φησὶν Ὡς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ δύσατο. Οἱ γὰρ ὅροι οὐ προσδηλοῦσι καὶ παρεμφαίνουσιν ὅτι δυνατὸν εἶναι τὸ λεγόμενον, ἤγουν τὸ ὁριζόμενον, τοιοῦτον. ὅσον γὰρ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ ‘ζῷον πεζὸν δίπουν’ οὐκ ἐμφαίνεται τὸ ἐξ ἀνάγκης εἶναι τὸν ἄνθρωπον τοιοῦτον, οὔτε μὴν ὅτι ἐξ ἀνάγκης τὸν ἄνθρωπον δηλοῖ, οὗ λέγεται εἶναι ὁρισμὸς οὗτος, ἀλλ’ ἀεὶ ἔξεστι τῷ βουλομένῳ ἐρωτᾶν τὸ διὰ τί, ἤγουν πόθεν δῆλον ὅτι τὸν ἄνθρωπον δηλοῖ ἢ ὅτι ὁ ἄνθρωπος τοιοῦτόν ἐστιν.
“因为即使有某种自中点相等的东西,”这是圆的定义;因为圆是一个平面图形,其周界从各个方向与中心等距;而中心是圆的中点。因此他说,即使有某种具有从中点相等地分离之性质(即与中心等距分离)的东西,但这一定义既没有展示为什么被定义之物与中心等距分离,也没有展示为什么这者(即这一定义)呈现了圆。因为仅就定义本身而言,并没有展示出这一定义属于圆;因为它或许可能不属于圆,而属于山铜。而山铜是一种如今已找不到的质料;或者山铜是白青铜,正如赫西俄德在《盾》中所言:“言毕,他套上了闪烁的山铜胫甲”。因为诸定义并没有额外表明并提示出:被言说之物(即被定义之物)可能是这样的。因为仅就“两足陆生动物”这一定义而言,既未显示出人必然是这样的,也未显示出它必然表明据说这是其定义的人;相反,任何愿意的人总是可以询问“为什么”,即从何处能清楚看出它表明人,或者人是这样的东西。
"Εἰ ἄρα ὁ ὁριζόμενος." Ἤγουν ὁ τὸν ὁρισμὸν ἀποδιδοὺς ἢ τὸ τί ἐστι παριστᾷ, ἤγουν τὴν φύσιν τοῦ πράγματος, ἢ τὸ τί σημαίνει τὸ ὄνομα· διττὸς γὰρ ὁ ὁρισμός, ἢ ὁ τὴν οὐσίαν παριστῶν ἢ ὁ ἐφερμηνευτικὸς τοῦ ὀνόματος. εἰ γοῦν ὁ ὁρισμὸς οὐκ ἔστι δηλωτικὸς τοῦ τί ἐστιν, ἤγουν τῆς φύσεως τοῦ πράγματος (ἔξωθεν δὲ ληπτέον τὸ δηλωτικόν,4 ἵνα σαφὲς τὸ λεγόμενον ᾖ), εἴη ἂν λοιπὸν ὁ ὁρισμὸς λόγος ὀνόματι τὸ αὐτὸ σημαίνων, ἤγουν ὀνοματώδης. ἀλλ’ ἄτοπόν ἐστι τὸ δοῦναι τὸν ὁρισμὸν ὀνοματώδη εἶναι· οὕτως γὰρ ἔσται καὶ τῶν μὴ ὄντων ὁρισμός, εἴγε καὶ τὰ μὴ ὄντα ὀνόματα ἔχουσι καὶ ὁρισμοὺς ὀνοματώδεις, ἤγουν παριστῶντας τί σημαίνει τὸ ὄνομα.
“因此,如果下定义的人,”也就是说,给出定义的人要么呈现“是什么”(即事物的自然本性),要么呈现名称意谓什么;因为定义是双重的,要么是呈现本质的,要么是对名称进行解说阐释的。因此,如果定义不是表明“是什么”(即事物的自然本性)的——为了使所言明晰,必须从外部补入“表明的”一词——,那么定义就只能是与名称意谓同一事物的话语,即名辞性的定义。但承认定义是名辞性的则是荒谬的;因为若是这样,非存在之物也将会有定义,既然非存在之物也拥有名称和名辞性定义(即呈现名称意谓什么的定义)。
- 2.56Εἰδὼς ἄρα τὸ τί ἐστιν
分词 Εἰδὼς 在句中起让步(“即使知晓……”)或条件作用,与主句谓语动词 οὐκ εἴσεται(“将不会知晓”)形成对比性呼应。它表明通过定义把握“是什么”(τί ἐστιν)并不能让人由此认知其“是否存在”(εἰ ἔστι)。
- 2.58ἔχον τὸ ἴσον ἀπὸ τοῦ μέσου ἀφίστασθαι
带冠词不定式短语 τὸ ... ἀφίστασθαι 作分词 ἔχον 的宾语,意为“具有从中心等距分离之性质/状态”。介词短语 ἀπὸ τοῦ μέσου 直接修饰不定式 ἀφίστασθαι。
- 2.58διὰ τί τοῦτο, ἤγουν ὁ ὁρισμὸς τὸν κύκλον παριστᾷ οὗτος
由 ἤγουν 引导的名词短语 ὁ ὁρισμὸς ... οὗτος 与前面的指示代词 τοῦτο 构成同位语。动词 παριστᾷ 的主语是 οὗτος ὁ ὁρισμός(“这一定义”),宾语是 τὸν κύκλον(“圆”)。
- 2.59ἔξωθεν δὲ ληπτέον τὸ δηλωτικόν
这是由动形容词 ληπτέον 构成的无人称句,指出在理解亚里士多德 92b26 省略的句式时,必须从外部补出表语成分 δηλωτικόν(“表明的/阐明的”)。
