← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§359.25-361.9

非存在者的名义解释与定义同论证的区分

斐洛波诺斯注疏92b5–13,指出非存在之物的“定义”纯属名辞性解释而非呈现本性,并论证“是什么”与“是否存在”分属不同事项,因而定义与论证绝不能由其中一者兼任另一者的功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.51

" Τὸ γὰρ μὴ ὂν οὐδεὶς οἶδεν ὅ τι ἐστίν." Ἤγουν τί ἐστι, τουτέστιν ὁρισμὸς τοῦ μὴ ὄντος οὐκ ἔστιν. ἴσως δὲ πρὸς τὸ λεγόμενον ἐνέστη τις λέγων· πῶς φὴς τοῦ μὴ ὄντος μὴ εἶναι ὁρισμόν; ὁ τραγέλαφος μὴ ὄν ἐστιν, ἀλλ’ ἔστιν ὁρισμὸν ἀποδοῦναι αὐτοῦ τὸ ‘ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον’. λύων οὖν τὴν ἔνστασιν ἐπάγει ἀλλὰ τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα, ἔστιν εἰδέναι,1 τουτέστιν ἐπεὶ καὶ τοῖς μὴ οὖσι κεῖνται ὀνόματα καὶ λόγοι ἐφερμηνευτικοὶ τῶν ὀνομάτων, ἔστι τῷ μὲν [τῷ] μὴ ὄντι ὄνομα τὸ τραγέλαφος, λόγος δὲ αὐτοῦ τὸ ‘ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον’· ἄλλῳ δὲ μὴ ὄντι ἐστὶν ὄνομα τὸ ἱπποκένταυρος, λόγος δὲ αὐτοῦ τὸ ‘ζῷον ἐξ ἵππου καὶ κενταύρου συγκείμενον’. ὁ τοιοῦτος οὖν λόγος, τὸ ‘ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον’, ἔστιν ὁρισμὸς ὀνοματώδης· οὐ γὰρ φύσιν καὶ οὐσίαν καὶ ὑπόστασιν παριστᾷ τραγελάφου, ἀλλ’ ἐφερμηνευτικός ἐστι τοῦ τί σημαίνει τὸ τραγέλαφος ὄνομα. ἔστι μὲν οὖν γινώσκειν τί σημαίνει τὸ τραγέλαφος ὄνομα ἢ ὁ λόγος ὁ λέγων ‘ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον’· τὸ δὲ τί ἐστιν ἡ φύσις καὶ ἡ αἰτία τοῦ τραγελάφου ἀδύνατον εἰδέναι· ἀνυπόστατον γὰρ οὗτος καὶ ψιλὸν διανοίας ἀνάπλασμα. Ἀλλὰ μὴν εἰ δείξει τις τὸ τί ἐστι, ἤγουν τὸν ὁρισμόν, ἀδύνατον συναποδεικνύεσθαι τούτῳ καὶ τὸ ὅτι ἔστι. τοῦτο δὲ φέρει πρὸς τὸν ἐνιστάμενον, ὅτι συναποδεικνύεται τῷ τί ἐστι τὸ ὅτι ἔστι· πῶς γὰρ δυνατὸν τῷ αὐτῷ λόγῳ καὶ τρόπῳ τῆς ἀποδείξεως δεικνύεσθαι καὶ τὸ τί ἐστι καὶ τὸ ὅτι ἔστιν ἕτερα ὄντα ἀλλήλων; τῶν γὰρ ἑτέρων καὶ οἱ τρόποι τῆς ἀποδείξεως ἕτεροι. ὡς γὰρ ἔδειξεν ὄπισθεν, τὸ μὲν τί ἐστι παρίσταται δι’ ὁρισμοῦ, τὸ δὲ ὅτι ἔστι καὶ τὸ εἰ ἔστι δι’ ἀποδείξεως.

“因为非存在之物是什么,没有人知道。” 也就是说,非存在之物是什么,即非存在之物的定义是不存在的。但或许有人会反驳上述说法而言:“你凭什么说非存在之物没有定义?鹿角山羊是非存在之物,然而却可以给出它的定义,即‘由山羊和鹿复合而成的动物’。”于是为了化解这一反驳,他接着说:“但是话语或名称意谓什么,则是可以知道的”;也就是说,既然对于非存在之物也确立了名称以及解释这些名称的话语,那么对于一个非存在之物有名称“鹿角山羊”,而它的话语是“由山羊和鹿复合而成的动物”;对于另一个非存在之物有名称“马半人马”,而它的话语是“由马和半人马复合而成的动物”。因此,这样的话语,即“由山羊和鹿复合而成的动物”,是名辞性定义;因为它并不呈现鹿角山羊的本性、实体和自立实在,而是对“鹿角山羊”这一名称意谓什么进行解释。因此,知道“鹿角山羊”这一名称或说着“由山羊和鹿复合而成的动物”的话语意谓什么是可能的;但鹿角山羊的本性和原因是什么,则是绝不可能知道的;因为这是无自立实在的,纯粹是理智的虚构产物。然而,即使有人展示了“是什么”(即定义),也不可能同时将“存在”与这者一并论证出来。而他是针对那个主张“存在”与“是什么”一并被论证的反驳者提出这一点的;因为“是什么”与“存在”既然彼此不同,又怎能通过同一话语和同一论证方式被展示呢?因为对于不同的事物,论证的方式也是不同的。因为正如他此前所展示的,“是什么”通过定义来呈现,而“存在”以及“是否存在”则通过论证来呈现。

§2.52

"Ὅ τε γὰρ ὁρισμὸς ἕν τι δηλοῖ, "Ἤγουν ἕτερόν τι παριστᾷ, φύσιν δηλονότι πράγματος, καὶ ἡ ἀπόδειξις ἄλλο παριστᾷ, ἤγουν τὸ εἰ ἔστιν ἢ τὸ ὅτι ἔστι· ταὐτὰ γάρ· ζητοῦσι γὰρ εἰ ὁ ἄνθρωπος ἐν τοῖς οὖσι συνηρίθμηται ἢ ὁ τραγέλαφος. καὶ εἰ ἕτερα ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις, ὡσαύτως δὲ καὶ τὰ παρ’ αὐτῶν δεικνύμενα, ἤγουν τὸ ὅτι ἔστι καὶ τὸ τί ἐστι, πῶς ἐστι δυνατὸν ἢ δι’ ὁρισμοῦ γινώσκειν καὶ τὸ ὅτι ἔστι καὶ τὸ τί ἐστιν ἢ δι’ ἀποδείξεως;

“因为定义表明某个单一事物,”也就是说,一者呈现某个不同的事物,显然是事物的本性,而论证呈现另一事物,即是否存在或存在;因为它们是同一的;因为他们探讨的是人是否被列于存在者之中,或者鹿角山羊是否如此。如果定义与论证彼此不同,由它们所展示的东西(即“存在”与“是什么”)同样彼此不同,那么怎么可能要么通过定义要么通过论证来同时认知“存在”与“是什么”呢?

§2.53

"Τὸ δὲ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι ἄνθρωπον." Ἤγουν τὸ τί ἐστιν ἄνθρωπος ἢ εἰ ἔστιν ἕτερα ἀλλήλων.

“而人是什么与人存在[是不同的]。” 也就是说,人是什么与人是否存在是彼此不同的。

§2.54

"Εἶτα καὶ δι’ ἀποδείξεώς φαμεν ἀναγκαῖον." Δέδεικται ὄπισθεν ὡς ἀναγκαῖόν ἐστιν ἅπαν πρᾶγμα δείκνυσθαι ὅτι ἔστι δι’ ἀποδείξεως. Εἰ μὴ οὐσία εἴη.2 ἀντὶ τοῦ εἰπεῖν ὁρισμὸν εἶπεν οὐσίαν, τουτέστι μόνον ὁ ὁρισμὸς οὐκ ἀποδεικνύεται δι’ ἀποδείξεως.

“此外,我们还说通过论证是必然的。” 此前已经展示过:一切事物都必然通过论证来展示其存在。“除非是实体”。他用“实体”来代替说“定义”,也就是说,唯独定义不是通过论证被论证的。

§2.55

"Τὸ δὲ εἶναι." Ἤγουν τὸ εἰ ἔστιν οὐκ ἔστιν οὐσία οὐδενός, ἤγουν ὁρισμός τινος οὐκ ἔστιν. εἰ γὰρ γένος οὐκ ἔστι τὸ ὄν, ἵνα κἂν μέρος ὁρισμοῦ γένηται3 (ἐν γὰρ τῷ ὁρισμῷ τὸ γένος μέρος ἐστὶν αὐτοῦ), πολλῷ μᾶλλον οὐδ’ ὁρισμός ἐστιν· ὁ γὰρ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν ἐστι· τὸ δὲ ὂν μία λέξις ἐστίν. ὅτι δὲ τὸ ὂν γένος οὐκ ἔστι, δῆλον· ἔμαθες γὰρ ὅτι τὸ ὂν ὁμωνύμως κατηγορεῖται κατὰ τῶν δέκα γενικωτάτων γενῶν· τὰ γὰρ γένη συνωνύμως κατηγοροῦνται καθ’ ὧν κατηγοροῦνται. ἀπόδειξις ἄρα ἐστὶν ἡ γνωρίζουσα καὶ παριστῶσα τὸ ὅτι ἔστιν, ὁρισμὸς δὲ οὐκ ἔστιν.

“而存在。” 也就是说,是否存在并不是任何事物的实体,即不是任何事物的定义。因为如果存在者不是属,从而连定义的组成部分都算不上(因为在定义中,属是其组成部分),那么它就更不可能是定义了;因为定义由属和构成性种差组成,而存在者只是一个单一词语。而存在者不是属,这是显而易见的;因为你已经学过,存在者是对十个最属的属同名异义地被述说的,而诸属则是对它们所被述说的事物同义地被述说的。因此,认识并呈现“存在”的是论证,而不是定义。

语法注3 条
  1. 2.51ἀλλὰ τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα, ἔστιν εἰδέναι

    斐洛波诺斯引用并解释亚里士多德原文(92b5–7)之处。间接疑问从句 τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα 作不定词 εἰδέναι 的宾语。句式为无人称动词 ἔστιν(表可能)支配不定词 εἰδέναι。

  2. 2.54Εἰ μὴ οὐσία εἴη.

    直接截取亚里士多德原文(92b13)字句插入的释读。该句作为前文(一切事物都必然通过论证来展示其存在)的排除性条件从句,省略了归结从句(“该事物则不通过论证来展示”)。斐洛波诺斯紧接着解释指出 οὐσία 在此处是作为“定义”的转喻。

  3. 2.55εἰ γὰρ γένος οὐκ ἔστι τὸ ὄν, ἵνα κἂν μέρος ὁρισμοῦ γένηται

    由 ἵνα 与虚拟语气 γένηται 引导的从句,表预期的结果或目的(“以致哪怕……也可成为”)。结合 κἂν(καὶ ἄν,意为“哪怕/至少”),表达了存在者连作为定义的一部分都不能成立,从而构成了随后的 a fortiori(更不用说……)论据的前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:359.25-361.9