- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:358.14-359.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德在Bekker 92a35–92b4中关于定义既不能通过论证(三段论),亦不能通过归纳或感觉加以展示的论述,并梳理了展示定义时若单独证明“是什么”还是同时论证“存在”所带来的疑难。
" Οὔτε γὰρ ὡς ὁ ἀποδεικνύς." Ἐνταῦθα τὴν ἀπόδειξιν κοινοτέρως ἐπὶ συλλογισμοῦ λαμβάνει. οὐ γάρ, φησί, δυνατόν ἐστιν ἀποδεῖξαι, ἤγουν συλλογίσασθαι, ἐξ ὁμολογουμένων προτάσεων ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε· οὐδὲ γὰρ ἐξ ἀνάγκης ἐκείνων, ὧν λαμβάνουσιν εἰς ἀπόδειξιν τοῦ ὁρισμοῦ, ἕτερόν τι συνάγουσιν ἐξ αὐτῶν1 ἀλλὰ τὸ ἐν ἀρχῇ αἰτοῦνται. τοῦτο γάρ ἐστιν ἀπόδειξις, ἤγουν συλλογισμός, τὸ ἐκ τῶν ληφθέντων ἕτερόν τι συνάξαι.
“因为既非像论证者那样[展示]。” 在此他把“论证”在更宽泛的意义上用于“三段论”。因为他说,从被一致同意的前提出发去论证(即通过三段论推导)这者是那者的定义,是不可能的;因为从他们为论证定义所采纳的那些东西中,他们并非必然推导出某种不同于它们的事物,而是企求了开端处的论题。因为这就是论证(即三段论):从已被采纳的前提中推导出某种另外的事物。
"Οὔθ’ ὡς ὁ ἐπάγων." Ἤγουν ἀλλ’ οὐδὲ δυνατὸν δεῖξαι τόδε ὁρισμὸν τοῦδε δι’ ἐπαγωγῆς. ἡ γὰρ ἐπαγωγὴ τὸ καθόλου δείκνυσιν ἐν τῷ ἐπαγαγεῖν πάντα τὰ μερικὰ καὶ μηδέν τι ἐᾶσαι·2 ὡς τὸ ‘πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ’ δι’ ἐπαγωγῆς δειχθήσεται ἐν τῷ λαβεῖν πάντα τὰ εἴδη, ἤγουν τὸν ἄνθρωπον καὶ τὸν ἵππον καὶ τὰ λοιπά. ἀλλὰ μὴν ἀδύνατον τὰ καθ’ ἕκαστα ἐπεξελθεῖν διὰ τὸ ἄπειρα εἶναι· καὶ διὰ τοῦτο οὐδὲ αὕτη ἔχει τὸ ἐξ ἀνάγκης ἀποδεικνύειν τὸ καθόλου. καὶ λοιπόν, εἰ μέλλει τις δεῖξαι δι’ ἐπαγωγῆς τὸν ὁρισμὸν τοῦ ἀνθρώπου, ἀνάγκη λαβεῖν τοὺς ὁρισμοὺς ἑνὸς ἑκάστου εἴδους οὕτως· τοῦ βοός ἐστι τόδε, καὶ τοῦ ἵππου τόδε, καὶ ἁπλῶς πάντων τῶν εἰδῶν· λοιπὸν λείπεται τοῦ ἀνθρώπου ὁρισμὸν εἶναι τὸ ζῷον λογικὸν θνητόν’. εἰ δὲ βούλει, ποίησον ἐπαγωγὴν τῶν μερικῶν ἀνθρώπων, καὶ οὕτω συνάξεις τὸ ‘ζῷον λογικὸν θνητόν’ εἶναι ὁρισμὸν παντὸς ἀνθρώπου. ἐπεὶ δὲ ἀδύνατον τὰ καθ’ ἕκαστα πάντα ἐπεξελθεῖν, ἵνα παραστήσωμεν δι’ αὐτῶν τὸ καθόλου ἢ ἵνα παραστήσωμεν τοὺς ὁρισμοὺς πάντων τῶν ὁριστῶν, λοιπὸν ἀδύνατον δι’ ἐπαγωγῆς τὸν ὁρισμὸν δειχθῆναι. ἄλλως τε ἡ ἐπαγωγὴ οὐ δείκνυσι τί ἐστιν, ἤγουν ἓν πρᾶγμα, ἀλλ’ ὅτι τόδε ἐστὶ τῷδε ἢ οὐκ ἔστι. καὶ λοιπόν, εἰ κατάφασιν ἢ ἀπόφασιν δείκνυσιν ἡ ἐπαγωγή, ὁ δὲ ὁρισμὸς οὔτε κατάφασις οὔτε ἀπόφασις, οὐκ ἔστι δι’ ἐπαγωγῆς δεῖξαι τὸν ὁρισμόν. ἀλλ’ οὐδὲ διὰ τῆς αἰσθήσεώς ἐστι δυνατὸν δεῖξαι τόδε ὁρισμὸν τοῦδε, διότι ἡ αἴσθησις ἀντιληπτική ἐστι τῶν μερικῶν, ἐν οἷς καὶ πολλὰ δακτυλοδεικτοῦμεν, ὅτι περὶ τοῦ δεῖνος λέγω, ὁ δὲ ὁρισμὸς καθόλου.
“亦非像归纳者那样[展示]。” 也就是说,通过归纳展示这者是那者的定义同样是不可能的。因为归纳是通过列举所有个别事物并且不遗漏任何事物来展示普遍者的;正如“凡动物皆动下颌”将通过采纳所有的物种(即人、马及其他)借由归纳被展示一样。然而,逐一遍历各个别事物是不可能的,因为它们是无限的;正因如此,归纳本身也不具有必然论证普遍者的特性。进而,如果有人打算通过归纳来展示人的定义,就必然要以如下方式采纳每一单个物种的定义:“牛的是这者,马的是这者,且简言之所有物种的皆是;因而剩下的是,人的定义是‘理性的有死动物’”。或者如果你愿意,也可以对个别的人进行归纳,并以此方式推导出“理性的有死动物”是所有人的定义。但是,既然不可能遍历所有的个别事物以借由它们呈现普遍者,或者呈现所有被定义项的定义,因此归纳终究不可能展示定义。此外,归纳所展示的并不是“是什么”(即一件单一事物),而是这者属于或不属于那者。因此,如果归纳展示的是肯定或否定,而定义既非肯定亦非否定,那么通过归纳展示定义便是不可能的。而且,通过感觉同样不可能展示这者是那者的定义,因为感觉是对个别事物的领会——在这些事物中我们还常常用手指出“我说的是某某”,而定义则是普遍的。
"Ἔτι πῶς δείξει τὸ τί ἐστιν ἄνθρωπος;" Δείξας, ὡς ἀδύνατόν ἐστι δι’ ἀποδεικτικοῦ συλλογισμοῦ ἢ ἁπλῶς συλλογισμοῦ ἢ δι’ ὑποθετικοῦ ἢ δι’ ἐπαγωγῆς ἢ δι’ αἰσθήσεως δεῖξαι ὡς τόδε ὁρισμός ἐστι τοῦδε, ἐπαπορητικῶς νῦν ἐνταῦθα προφέρει τὸν λόγον. πῶς οὖν, φησί, δείξει τις τὸ τί ἐστιν, ἤγουν τὸν ὁρισμόν; ἆρα μόνον δείξει τὸ τί ἐστιν, ἤγουν τὸν ὁρισμόν; καὶ εἰ τοῦτο, ἔσται ὁρισμὸς τῶν μὴ ὄντων. εἰ γὰρ δείξει ὅτι τὸ ‘ζῷον πεζὸν δίπουν’ ὁρισμός ἐστι τοῦ ἀνθρώπου ἢ ἄλλου τινὸς πράγματος ὁρισμόν,3 εἰ ἀγνοῶ καθ’ ὑπόθεσιν ὅτι ἔστιν ἄνθρωπος, ἤγουν εἰ ἀγνοῶ ὅτι ὅλως ἐν τοῖς οὖσι συγκατηρίθμηται ὁ ἄνθρωπος, λοιπὸν μὴ ὄν ἔστιν. ἔδειξα οὖν τοῦ μὴ ὄντος τὸν ὁρισμόν· τοῦ δὲ μὴ ὄντος ὁρισμὸς οὐκ ἔστιν. εἰ δὲ συναπέδειξε τοῦτο, ἤγουν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου καὶ τὸ ὅτι ἔστιν ἄνθρωπος, συμβαίνει καὶ τὸ ὅτι ἔστι καὶ τὸ τί ἐστι δι’ ἀποδείξεως γινώσκειν.
“此外,他将如何展示人是什么?” 在展示了无论是通过论证性三段论、单纯的三段论、假言三段论,还是通过归纳或感觉,都绝不可能展示这者是那者的定义之后,现在他在此以设立疑难的方式推进论证。他说,那么一个人究竟将如何展示“是什么”(即定义)呢?难道他仅仅展示“是什么”(即定义)吗?如果这样,就会出现非存在之物的定义。因为如果他展示“两足陆生动物”是人的定义,或者〔展示〕任何其他事物的定义,假定如果我不知道人存在,即如果我完全不知道人是被算在存在者之中的,那么归根结底人就是非存在之物。于是我展示了一个非存在之物的定义;然而非存在之物是不存在定义的。但如果他把这者一并论证了,即在论证人的定义的同时也论证了人存在,那么就会导致“存在”与“是什么”两者都是通过论证而被认知的。
- 2.48ἐξ ἀνάγκης ἐκείνων, ὧν λαμβάνουσιν εἰς ἀπόδειξιν τοῦ ὁρισμοῦ, ἕτερόν τι συνάγουσιν ἐξ αὐτῶν
短语 ἐξ ἀνάγκης(“必然地”)修饰动词 συνάγουσιν(“推导”)。关系从句 ὧν λαμβάνουσιν... 修饰先行词 ἐκείνων(受 ἕτερόν τι 支配的比较属格,“不同于那些东西的某物”),而其后出现的 ἐξ αὐτῶν 则回指 ἐκείνων 并受 συνάγουσιν 支配(“从中推导”)。
- 2.49τὸ καθόλου δείκνυσιν ἐν τῷ ἐπαγαγεῖν πάντα τὰ μερικὰ καὶ μηδέν τι ἐᾶσαι
介词 ἐν 搭配带冠词的不定式(ἐν τῷ ἐπαγαγεῖν... καὶ... ἐᾶσαι)表示手段或方式(“通过列举……且不遗漏任何东西”)。ἐπαγαγεῖν 与 ἐᾶσαι 并列,表达了归纳得以充分成立的条件。
- 2.50εἰ γὰρ δείξει ὅτι τὸ ‘ζῷον πεζὸν δίπουν’ ὁρισμός ἐστι τοῦ ἀνθρώπου ἢ ἄλλου τινὸς πράγματος ὁρισμόν
宾格 ὁρισμόν 受动词 δείξει 支配作直接宾语,由 ἢ 与前面的 ὅτι 从句并列,在意义上等同于 ἢ [δείξει] ἄλλου τινὸς πράγματος ὁρισμόν(“或者[展示]任何其他事物的定义”)。
