← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§356.31-358.13

假言推论中的企求开端与谓词结合的必然性

对亚里士多德《后分析篇》卷二第六章(92a25–32)的注解。斐洛庞努斯化解了关于假言三段论定义论证企求开端之指责的异议,并阐明了划分法与假言三段论共同面临的疑难:二者都无法确立分别对主项为真的诸属性何以必然一并作为其定义被述谓。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.45

" Λαμβάνει δ’ εἰς τὸ δεῖξαι τὸ τί ἦν εἶναι." Τοῦτο λύσις ἐστὶν ἐνστάσεως. ἴσως γάρ τις ἐνέστη λέγων ‘τί κακίζεις τὸν δείξαντα τὸ ἀδιαίρετον ὁρισμὸν τοῦ ἀγαθοῦ ἐκ τοῦ λαβεῖν τὸ διαιρετὸν ὁρισμὸν τοῦ κακοῦ; ἆρά γε οὐ χρὴ λαμβάνειν ἐν ταῖς ἀποδείξεσί τινα δι’ ὧν ἀποδείξομεν τὸ ζητούμενον;’. λύων οὖν τὴν ἔνστασιν ταύτην φησί· λαμβάνειν χρὴ εἰς τὸ ἀποδεῖξαι τὸ τί ἦν εἶναι, ἤγουν τὸ ἀδιαίρετον ὁρισμὸν τοῦ ἀγαθοῦ, τινά, πλὴν οὐκ αὐτὸ τὸ προκείμενον καὶ ζητούμενον ἀλλ’ ἕτερόν τι. νῦν δὲ αὐτὸς ᾐτήσατο τὸ ἐν ἀρχῇ, διότι ἐπιχειρῶν δεῖξαι τὸ ἀδιαίρετον ὁρισμὸν τοῦ ἀγαθοῦ οὐχ ἕτερόν τι ἔλαβεν εἰς ἀπόδειξιν τούτου ἀλλ’ ἢ τὸν ὁρισμὸν τοῦ κακοῦ.1 ὡς γοῦν ὁ ὁρισμὸς τοῦ ἀγαθοῦ ἐζητεῖτο εἰ τὸ ἀδιαίρετόν ἐστιν, οὕτω ζητεῖται καὶ ἀγνοεῖται εἰ τοῦ κακοῦ ὁρισμός ἐστι τὸ διαιρετόν· τὸν αὐτὸν γὰρ λόγον ἔχουσιν ἄμφω καὶ ἀναλογίαν, καθὸ καὶ ἄμφω ἀγνοοῦνται. Καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν, ἐν αἷς ἀποδείκνυμεν ὡς τόδε τὸ πάθος ὑπάρχει τῷδε, λαμβάνομέν τι, πλὴν οὐκ αὐτὸ τὸ ζητούμενον.

“然而他为了展示本质而采纳。” 这是对一个异议的化解。因为或许有人提出异议说:“你为何指责那个从采纳恶的定义是可分之物出发、展示善的定义是不可分之物的人呢?难道在各种论证中不应当采纳某些我们将借以论证所探求之物的事物吗?”于是,在化解这一异议时他说:为了论证本质,即善的定义是不可分之物,固然应当采纳某些事物,但绝不能采纳摆在面前并被探求的正是这一事物本身,而应当采纳某种另外的事物。然而现在他自己企求了开端处的论题,因为他在试图展示不可分之物是善的定义时,为了对此进行论证,除恶的定义之外并没有采纳任何别的事物。正如探求善的定义是否是不可分之物一样,恶的定义是否是可分之物同样是在被探求且未知的;因为就二者皆为未知而言,它们具有相同的比例与类似关系。事实上,在那些我们论证这者性状属于那者的论证中,我们固然采纳了某种事物,但并非采纳正是所探求的事物本身。

§2.46

"Μηδὲ οὗ ὁ αὐτὸς λόγος.2" Ἤγουν οὐδὲ τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸς τὸ ζητούμενον οὐδ’ ἀντιστρέφει πρὸς αὐτό. τὸ δὲ ἀγαθὸν καὶ κακὸν καὶ τὴν αὐτὴν ἀναλογίαν ἔχει, ὡς ἐδείξαμεν, καὶ ἀντιστρέφουσιν, ἤγουν δι’ ἀλλήλων δείκνυται· ὡς γὰρ ἔδειξας τὸν ὁρισμὸν τοῦ ἀγαθοῦ διὰ τοῦ ὁρισμοῦ τοῦ κακοῦ, οὕτω καὶ τὸν ὁρισμὸν τοῦ κακοῦ δείξεις διὰ τοῦ ὁρισμοῦ τοῦ ἀγαθοῦ. Πρὸς ἀμφοτέρους δέ, τόν τε δεικνύοντα τὸν ὁρισμὸν διὰ τῆς διαιρετικῆς μεθόδου καὶ τὸν δεικνύοντα τὸν ὁρισμὸν διὰ τοῦ ὑποθετικοῦ συλλογισμοῦ, τὸ αὐτὸ ἀπόρημά ἐστιν, ἤγουν τὰ αὐτὰ ἀποροῦμεν καὶ ζητοῦμεν. ὡς γὰρ ἐπὶ τοῦ διαιρετικοῦ τοῦ ἰδίᾳ μὲν καὶ ἰδίᾳ λαμβάνοντος ὡς ὁ ἄνθρωπός ἐστι ζῷον καὶ ἰδίᾳ τὸ πεζὸν καὶ ἰδίᾳ τὸ δίπουν, εἶτα ταῦτα καὶ ὁμοῦ κατηγοροῦντος τοῦ ἀνθρώπου ζητοῦμεν, διὰ τί κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν ὁμοῦ κατηγόρησας καὶ οὐκ ἰδίως ἓν ἕκαστον (οὐ γὰρ πάντα τὰ ἰδίως κατηγορούμενα καὶ ὁμοῦ δύνανται κατηγορεῖσθαι), οὕτως καὶ ἐπὶ τοῦ ὑποθετικοῦ συλλογισμοῦ τοῦ συνάγοντος3 ἰδίᾳ μὲν καὶ ἰδίᾳ τὰ ὑπάρχοντα τῷ ὁριστῷ, εἶτα λαμβάνοντος ταῦτα καὶ ὁμοῦ ζητοῦμεν τὸ διὰ τί ταῦτα ὁμοῦ κατηγόρησας. οἷον εἰ τῷ κακῷ, φασίν, ὑπάρχει τὸ διάφορον πρὸς ἑαυτό, τῷ ἀγαθῷ ὑπάρχει τὸ ἀδιάφορον, καὶ εἰ τῷ κακῷ ἐστι τὸ διαιρετόν, τῷ ἀγαθῷ ὑπάρχει τὸ ἀδιαίρετον, καὶ εἰ τῷ κακῷ τὸ παρὰ φύσιν, τῷ ἀγαθῷ τὸ κατὰ φύσιν· εἶτα καὶ ὁμοῦ ἐλάμβανον ὅτι τῷ ἀγαθῷ ἐστι τὸ κατὰ φύσιν τὸ ἀδιάφορον καὶ ἀδιαίρετον. ἐκ γὰρ τῶν λαμβανομένων ἰδίᾳ καὶ ἰδίᾳ οὐδεμία ἀνάγκη ἐμφαίνεται, δι’ ἣν ὡς ἓν καὶ ὁμοῦ ταῦτα πάντα κατηγορηθήσονται.

“也不[应采纳]具有相同说明语词之物。” 也就是说,[应当采纳]既对所探求之物不具有相同的类似关系、也不与它换位的事物。但正如我们所展示的,善与恶既具有相同的类似关系,又发生换位,即它们是通过彼此被展示的;因为正如你通过恶的定义展示了善的定义一样,你也同样将通过善的定义来展示恶的定义。而对于这两者——即通过划分法展示定义的人,以及通过假言三段论展示定义的人——存在着相同的疑难,即我们产生相同疑难并探究相同的问题。正如在划分论者的情况下,他分别采纳人是动物,分别采纳有步行的,分别采纳两足的,随后又将这些一并述谓人,而我们探问:既然并非所有分别被述谓的事物都能一并被述谓,你为何将两足陆生动物一并述谓人,而不是分别述谓每一项呢?同样在假言三段论的情况下,它分别推导出属于被定义者的各项属性,随后又将这些一并采纳,我们也探问你为何将这些一并述谓。例如他们说:如果对于恶而言属于与自身有差异者,则对于善而言属于无差异者;如果对于恶而言属于可分之物,则对于善而言属于不可分之物;如果对于恶而言属于违背本性者,则对于善而言属于符合本性者;随后他们也一并采纳了:对于善而言属于符合本性、无差异且不可分者。因为从分别被采纳的事物中,完全看不出任何出于其必然性而将所有这些作为单一事物一并加以述谓的必然性。

§2.47

"Ἀλλ’ ὥσπερ ἂν ἄνθρωπος ὁ αὐτὸς εἴη, "Ἤγουν ὁ Σωκράτης ἰδίᾳ μὲν λέγεται μουσικὸς καὶ ἰδίᾳ γραμματικός, ὁμοῦ δὲ ληφθέντα κατὰ τοῦ Σωκράτους ἀληθῶς μὲν κατηγορηθήσεται, ὁρισμὸς δὲ αὐτοῦ οὐκ ἔσεται (οὐδὲ γὰρ οὐσιώδη εἰσὶ ταῦτα), οὕτω καὶ ἰδίᾳ μὲν ὑπάρχει τῷ ἀγαθῷ τὸ κατὰ φύσιν καὶ τὸ ἀδιάφορον καὶ τὸ ἀδιαίρετον, ὁμοῦ δὲ ληφθῆναι ὡς ὁρισμὸν αὐτοῦ ἀδύνατον, κἂν ἀληθῶς κατηγορῶνται κατ’ αὐτοῦ. καὶ ἐπεὶ οὔτε δι’ ὑποθετικοῦ συλλογισμοῦ οὔτε δι’ ἀποδείξεως οὔτε διὰ τῆς διαιρέσεως οὔτε διὰ συλλογισμοῦ ἔστιν ἀποδεῖξαι τὸν ὁρισμόν, πῶς ὁ ὁριζόμενος καὶ ἀποδιδοὺς τὸν ὁρισμὸν δείξει ὡς τόδε ἐστὶν οὐσία, ἤγουν ὁρισμὸς τοῦδε; οὐσίαν δὲ ἐκάλεσε τὸ τί ἐστιν ὡς δηλωτικὸν οὐσίας.

“而是正如若同一个人是……” 也就是说,正如苏格拉底分别被称为通晓乐艺的,分别被称为精通文法的,但若一并采纳,虽然被真实地述谓于苏格拉底,却并不会成为他的定义(因为这些并不是本质属性),同样,符合本性、无差异且不可分虽然分别属于善,但若作为它的定义一并被采纳则是不可能的,即使它们真实地被述谓于它。而且,既然既不能通过假言三段论、也不能通过论证、也不能通过划分、也不能通过三段论来论证定义,那么进行定义并给出定义的人,将如何展示这者是那者的实体即定义呢?他把“是什么”称为实体,是因为它是实体的指明者。

语法注3 条
  1. 2.45οὐχ ἕτερόν τι ἔλαβεν εἰς ἀπόδειξιν τούτου ἀλλ’ ἢ τὸν ὁρισμὸν τοῦ κακοῦ

    在否定词(οὐχ ἕτερον)之后的 ἀλλ' ἤ 是表示“除……之外(except / other than)”的惯用结构。因此应理解为“为了对此进行论证,除恶的定义之外并没有采纳任何别的事物”。

  2. 2.46Μηδὲ οὗ ὁ αὐτὸς λόγος.

    该引文的句法依赖于前文(92a26)的主动词 δεῖ λαμβάνειν τινά(应当采纳某些事物)的否定追加,需补足省略理解为:μηδὲ [τοῦτο λαμβάνειν χρὴ] οὗ ὁ αὐτὸς λόγος [ἐστί](“也不[应采纳]具有相同比例/说明语词之物”)。注释者自身也通过补充宾语和谓语关系将其释读为 ἤγουν οὐδὲ τὴν αὐτὴν ἀναλογίαν ἔχει...

  3. 2.46ὡς γὰρ ἐπὶ τοῦ διαιρετικοῦ τοῦ ἰδίᾳ μὲν καὶ ἰδίᾳ λαμβάνοντος ... οὕτως καὶ ἐπὶ τοῦ ὑποθετικοῦ συλλογισμοῦ τοῦ συνάγοντος ...

    这是一个长大的相关构式 ὡς γὰρ ἐπὶ ... οὕτως καὶ ἐπὶ ...(“正如在……的情况下……同样在……的情况下也……”),用以并提划分论者与假言三段论者所面临的共通结构性疑难。两分句的主动词均为 ζητοῦμεν(“我们探问”),并支配表示“为何一并而非分别进行述谓”的间接疑问从句(διὰ τί ... κατηγόρησας)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:356.31-358.13