← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§355.16-356.30

前提之外的定义与借助对立物证明定义的困难

菲洛波诺斯基于亚里士多德(92a12–24)阐明,三段论或定义的定义决不能包含在前提本身之中,而只能在面对异议时作为外部回应提出;同时,利用对立物的定义通过假言三段论来证明定义,也因预先假定了对立物未加证明的定义而同样构成了乞题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.41

" Ἀεὶ γὰρ ὅλη." Ἀπὸ τοῦ εἰπεῖν ὅλη ἐδήλωσε τὴν μείζονα πρότασιν ὡς περιεκτικὴν τῆς ἐλάττονος· ἀπὸ δὲ τοῦ εἰπεῖν μέρος ἐδήλωσε τὴν ἐλάττονα περιεχομένην ὑπὸ τῆς μείζονος. δύο γοῦν εἰσιν αἱ προτάσεις ἐξ ὧν ὁ συλλογισμὸς περαίνεται. ἐν οὐδεμιᾷ γοῦν τῶν δύο ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ κεῖται, ὅστις ἐστὶ “λόγος ἐν ᾧ τεθέντων τινῶν”.

“因为始终是全。” 通过说“全”,他指明了大前提是包摄小前提的;而通过说“部分”,他指明了小前提是被大前提所包摄的。因此,三段论赖以推导出的前提有两个。在这两个前提中,无论哪一个都没有放置三段论的定义,即“在其中某些事物被设定……”的说明语词。

§2.42

"Οὕτως οὐδὲ δεῖ τὸ τί ἦν εἶναι." Ἤγουν τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ ἐνεῖναι καὶ λαμβάνεσθαι ἐν τῷ συλλογισμῷ τῷ δεικνύοντι τόδε ὁρισμὸν εἶναι τοῦδε. Ἀλλὰ χωρὶς εἶναι τοῦτο, ἤγουν τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ ἢ τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ δεῖ εἶναι ἐκτὸς τῶν κειμένων καὶ ληφθεισῶν προτάσεων. πρὸς δὲ τὸν ἀμφισβητοῦντα καὶ ἐνιστάμενον, ὡς οὐ καλῶς προέβη ὁ συλλογισμὸς ἢ ὅτι οὐ τόδε ὃ ἀπέδειξας ὁρισμός ἐστι τοῦδε, ἀπαντᾶν τε καὶ προβάλλεσθαι1 τοῦτο, ὅτι καλῶς συλλελόγισμαι· τοῦτο γάρ ἐστιν ὁ συλλογισμός, “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συνάγεται ἐξ ἀνάγκης”, ἢ ὅτι καλῶς ἀπέδειξα τόδε ὁρισμὸν εἶναι τοῦδε· ὁρισμὸς γάρ ἐστι λόγος σύντομος παριστῶν τὴν φύσιν τοῦ πράγματος ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτῷ. Ὥστε ἀνάγκη συλλογίζεσθαι καὶ ἄνευ τοῦ λαβεῖν τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ καὶ ἀποδεικνύειν, ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, ἄνευ τοῦ λαβεῖν τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ.

“同样,本质也不应当。” 也就是说,在展示这者是那者的定义的三段论中,定义的定义[绝不应当]存在其中并被采纳。“而是这个应当分开”,即定义的定义或三段论的定义应当处于已被设定和被采纳的前提之外。而面对争辩和反对说三段论进行得并不妥当、或者你所证明的这者并不是那者的定义的人,则应当回应并提出这一点:即“我推论得很妥当;因为三段论就是‘在其中某些事物被设定,不同于所设定之物的某种另外的事物便出于必然性而得出的一种说明语词’”,或者说“我妥当地证明了这者是那者的定义;因为定义就是从本质上属于事物的特征中呈现该事物本性的简明说明语词”。因此,必然既要在不采纳三段论的是什么及定义的情况下进行推论,又要在不采纳定义的定义的情况下证明这者是那者的定义。

§2.43

"Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ." Ἐπεὶ ἦσάν τινες πειρώμενοι δι’ ὑποθετικοῦ συλλογισμοῦ ἀποδεικνύειν τόδε ὁρισμὸν εἶναι τοῦδε, ἐλέγχει καὶ αὐτοὺς ὡς τὸ ἐν ἀρχῇ αἰτοῦντας. τίθησι δὲ παράδειγμα τοῦ πῶς δι’ ὑποθετικοῦ συλλογισμοῦ ἐπειρῶντο δεικνύειν τὸν ὁρισμόν. ἐπειδὴ τὸ ἀγαθὸν καὶ τὸ κακόν εἰσιν ἐναντία, τῶν δὲ ἐναντίων οἱ ὁρισμοὶ ἐναντίοι, ὡς τοῦ μὲν λευκοῦ τὸ ‘χρῶμα διακριτικὸν ὄψεως’, τοῦ δὲ μέλανος τὸ ‘χρῶμα συγκριτικὸν ὄψεως’, ἐδείκνυον τοῦ ἀγαθοῦ ὁρισμὸν εἶναι τὸ ἀδιαίρετον οὕτως· εἰ τὸ κακὸν ἐναντίον τῷ ἀγαθῷ, τοῦ δὲ κακοῦ ὁρισμὸς τὸ διαιρετόν, τοῦ ἀγαθοῦ ἄρα ἔσται ὁρισμὸς τὸ ἀδιαίρετον. καὶ τὸ μὲν κακὸν λέγεται διαιρετὸν ὡς ἐν ὑπερβολῇ καὶ ἐκλείψει θεωρούμενον· κακὸν γὰρ καὶ ἡ θρασύτης καὶ ἡ δειλία· τὸ δὲ ἀγαθὸν ἀδιαίρετον, διότι ἐν μεσότητι θεωρεῖται, ἡ δὲ μεσότης μία, τὸ δὲ ἓν ἀδιαίρετον. Τῷ δ’ ἐναντίῳ, ἤγουν τῷ ἀγαθῷ, ἐστὶ τὸ εἶναι καὶ ὁ ὁρισμὸς τὸ εἶναι ἐναντίον, ἤγουν ἀδιαίρετον·2 ἐν ὅσοις γὰρ πράγμασιν ἐμφαίνεται ἐναντίον τι, ἤγουν ἐναντιότης τις, τούτων καὶ οἱ ὁρισμοὶ ἐναντίοι.

“而即使他是基于假定来展示。” 因为有些人试图通过假言三段论来证明这者是那者的定义,所以他也驳斥他们是在企求开端处的论题。他提出了一个例子,说明他们是如何试图通过假言三段论来展示定义的。由于善与恶是对立物,而对立物的定义也是对立的(正如白的〔定义〕是“使视线离析的色彩”,黑的〔定义〕是“使视线凝聚的色彩”),他们便如下展示善的定义是不可分之物:“如果恶与善对立,而恶的定义是可分之物,那么善的定义便将是不可分之物”。恶被称为可分之物,是因为它在过度与不及中被考察(因为鲁莽与怯懦都是恶);而善是不可分之物,是因为它在中道中被考察,中道为一,而一则是不可分的。“而对于对立物”,即对于善,“存在”,即定义,就是“作为对立物的存在”,即不可分之物;因为在凡是显现出某种对立物即某种对立性的事物中,它们的定义也是对立的。

§2.44

"Καὶ γὰρ ἐνταῦθα λαβών." Τοῦτό ἐστι κακία τοῦ ὑποθετικοῦ συλλογισμοῦ, ὅτι καὶ αὐτὸς τὸ ἐν ἀρχῇ αἰτεῖται· καὶ γὰρ ἐνταῦθα, ἤγουν ἐπὶ τοῦ ὑποθετικοῦ συλλογισμοῦ, δείκνυσι τὸ ἀδιαίρετον ὁρισμὸν εἶναι τοῦ ἀγαθοῦ λαβὼν τὸ τί ἦν εἶναι, ἤγουν τὸν ὁρισμόν, τοῦ κακοῦ, ὅπερ καὶ τοῦτο ἄδηλόν ἐστι καὶ ἄγνωστον. πόθεν γὰρ δῆλον ὅτι τὸ διαιρετὸν ὁρισμός ἐστι τοῦ κακοῦ; ὁ γοῦν τὸ ἄδηλον διὰ τοῦ ἀδήλου δεικνύων τὸ ἐν ἀρχῇ αἰτεῖται· κατὰ πολλοὺς γὰρ τρόπους τὸ ἐν ἀρχῇ αἰτεῖσθαι γίνεται.

“因为在这里采纳了。” 这就是假言三段论的弊病,即它自身也企求了开端处的论题;因为在这里,即在假言三段论中,他在采纳了恶的“本质”(即定义)的情况下来展示不可分之物是善的定义,然而这〔恶的定义〕本身也是不明显的、未知的。因为凭什么清楚知道可分之物就是恶的定义呢?因此,通过不明显之物来展示不明显之物的人,就是在企求开端处的论题;因为企求开端处的论题以多种方式发生。

语法注2 条
  1. 2.42ἀπαντᾶν τε καὶ προβάλλεσθαι

    承接前句由 δεῖ εἶναι 所引入的非人称动词 δεῖ 的统辖,与句首的介词短语 πρὸς δὲ τὸν ἀμφισβητοῦντα... 结合,构成主句的核心谓语:“应当回应并提出……”。

  2. 2.43Τῷ δ’ ἐναντίῳ, ἤγουν τῷ ἀγαθῷ, ἐστὶ τὸ εἶναι καὶ ὁ ὁρισμὸς τὸ εἶναι ἐναντίον, ἤγουν ἀδιαίρετον

    对此处亚里士多德原文(92a22-23: τῷ δ' ἐναντίῳ τὸ εἶναι ἐναντίον)的句法阐释。句式上为领属与格结构:与格 τῷ ἐναντίῳ 为所属对象,主语是 τὸ εἶναι(注疏者释为 ὁ ὁρισμός),谓语补足语为带冠词不定词短语 τὸ εἶναι ἐναντίον(释为 ἀδιαίρετον),即“对于对立物[善]而言,其实在[定义]就是作为对立物存在[不可分]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:355.16-356.30