- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:353.31-355.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《后分析篇》92a6–11,阐明试图“基于假定”以定义的定义本身作为中项来证明定义的做法陷入了乞题(采纳开端处的论题),并论述正如在一般三段论的前提中不会包含三段论本身的定义一样,在证明定义时也不能把定义的定义用作中项。
" Ἀλλ’ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστιν;" Τὸ τί ἐστι κατ’ οὐσίαν δηλοῖ τὸν εἰδικὸν ὁρισμόν· οὗτος γὰρ μόνος παριστᾷ τὸ εἶδος καὶ τὴν οὐσίαν τοῦ ὁριστοῦ ὡς ἔχων τὰς οὐσιώδεις διαφοράς, ὡς τὸ ζῷον λογικὸν θνητόν. ἔστι γὰρ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν ἀποδοῦναι, ἀλλ’ οὐχὶ καὶ κατ’ οὐσίαν, ἤγουν ἀλλ’ οὐ δηλοῦντα1 τὴν φύσιν καὶ τὴν οὐσίαν τοῦ ὁριστοῦ διὰ τὸ ἀπὸ συμβεβηκότων συνίστασθαι, ὡς εἴ τις εἴποι τὸν ἄνθρωπον ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον γραμματικόν.
“然而难道还能证明‘是什么’吗?” “按本质的是什么”指明了种的定义;因为只有它作为拥有本质种差者,才呈现被定义者的形式与本质,例如“有理性的、会死的动物”。因为给出“是什么”以及定义也是可能的,但并非也按本质给出,即由于是由偶性构成的,因而并不揭示被定义者的本性与本质,比如有人将人称为“直立行走的、扁甲的、能识字的动物”。
"Ἐξ ὑποθέσεως δὲ λαβόντα." Τὸ ἐξ ὑποθέσεως μὴ νόει ‘διὰ ὑποθετικοῦ συλλογισμοῦ’, ἀλλὰ τὸ ‘ὡς ὑπόθεσίν τινα λαβόντα’ ὑπόθεσίς ἐστιν, ἣν ἀνάγκη τὸν μανθάνοντα μὴ ἔχειν οἴκοθεν ἀλλὰ τῷ λαβεῖν παρὰ τοῦ διδασκάλου· οἷόν ἐστιν ἐπὶ τῆς γεωμετρίας τὸ ‘ἀπὸ παντὸς σημείου εἰς πᾶν σημεῖον ἔστιν εὐθεῖαν γραμμὴν ἀγαγεῖν’ καὶ τὸ ‘ἐπὶ παντὶ κέντρῳ καὶ διαστήματι ἔστι κύκλον περιγράψαι’. ληπτέον οὖν ὡς ὑπόθεσιν τὸ τί ἦν εἶναι, ἤγουν τὸν ὁρισμόν, ἔχειν ὁρισμὸν τοῦτο ὃ ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν.2 ὁ γὰρ ὁρισμὸς συνίσταται ἐξ ἰδίων τῶν οὐσιωδῶς ὑπαρχόντων τῷ ὁριστῷ, ὡς τὸ ζῷον λογικὸν θνητόν· ἔχομεν μὲν γὰρ καὶ ἴδιά τινα ἀλλ’ οὐ συμβαλλόμενα εἰς τὴν οὐσίαν τοῦ ὁριστοῦ, ὡς τὸ γελαστικὸν καὶ ὀρθοπεριπατητικόν. ὥστε ὁρισμός ἐστι τοῦ ὁρισμοῦ ‘λόγος ὁ ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστι συγκείμενος’. ταδὶ δέ, ἤγουν τὸ ζῷον πεζὸν δίπουν, ἐν τῷ τί ἐστι μόνα, ἤγουν ἐκ τῶν ἰδίων ἐστὶ τῶν ἐν τῷ τί ἐστι. τοῦτο ἡ ἐλάττων πρότασις. καὶ τὸ πᾶν, ἤγουν τὸ ζῷον πεζὸν δίπουν, ἐστὶν ὁρισμός. τοῦτο τὸ συμπέρασμα. καὶ γὰρ τοῦτο, ἤγουν ὁ λόγος ὁ ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστι, τὸ εἶναί ἐστιν, ἤγουν ὁρισμὸς ἐκείνου, τοῦ ὁρισμοῦ. εἰ γοῦν τις πειρώμενος δεῖξαι διὰ συλλογισμοῦ τὸν ὁρισμὸν λάβῃ μέσον ὅρον τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ καὶ συλλογιεῖται οὕτω ‘τὸ ζῷον πεζὸν δίπουν λόγος ἐστὶν ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν, ὁ δὲ λόγος ὁ ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν ὁρισμός ἐστι’, τὸ ἐν ἀρχῇ πάλιν ἔλαβεν· ὃ γὰρ ἐζήτει, ἔλαβεν ὡς ὁμολογούμενον· τὸ γὰρ λέγειν, ὅτι ‘ζῷον πεζὸν δίπουν’ λόγος ἐστὶν ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν, οὐδὲν ἄλλο λέγει ἀλλ’ ἢ ‘ὁρισμός ἐστιν’.
“而是基于假定采纳了它。” 不要把“基于假定”理解为“通过假言三段论”,而是应当理解为“采纳为某种假定”。假定是学习者必然不是凭自身拥有,而是通过从导师那里接受而拥有的东西;例如在几何学中,“从任意一点到任意一点可以引一条直线”,以及“以任意中心和距离可以作一个圆”。因此必须作为假定来采纳的是:“本质”,即定义,拥有这一定义,即“由‘是什么’中的固有特征所构成的这个东西”。因为定义是由本质上属于被定义者的固有特征构成的,例如“有理性的、会死的动物”(因为我们也有某些固有特征,如能笑和直立行走,但并不促成被定义者的本质)。因此,定义的定义就是“由‘是什么’中的固有特征构成的说明语词”。“而这些”,即“步行的两足动物”,“仅仅在‘是什么’之中”,即由“是什么”中的固有特征所构成。这是小前提。“而整体”,即“步行的两足动物”,“是一个定义”。这是结论。因为“这个”,即“由‘是什么’中的固有特征构成的说明语词”,就是那个东西(即定义)的“存在”,即定义。如果有人企图通过三段论展示定义,采纳定义的定义作为中项并如此进行推论:“步行的两足动物是由‘是什么’中的固有特征构成的说明语词,而由‘是什么’中的固有特征构成的说明语词是定义”,那么他就又采纳了开端处的论题;因为他所探求的事物本身,他却当作已被承认者加以采纳了;因为说“步行的两足动物是由‘是什么’中的固有特征构成的说明语词”,所说的无非就是“它是一个定义”。
"Ἀνάγκη γὰρ διὰ τοῦ μέσου δεῖξαι." Ἤγουν ἀνάγκη λαβεῖν μέσον ὅρον οὐ τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ ἀλλ’ ἄλλο τι.
“因为必然通过中项来展示。” 也就是说,必然要采纳不是定义的定义、而是另外的某种东西作为中项。
"Ἔτι ὥσπερ οὐδ’ ἐν συλλογισμῷ λαμβάνεται." Κοινῶς ἐκάκιζε πάντας τοὺς τρόπους δι’ ὧν ἐπειρῶντό τινες ἀποδεικνύειν τὸν ὁρισμόν, ὅτι τὸ ἐν ἀρχῇ ᾐτοῦντο. τοῦτο δὲ τὸ ἐπιχείρημα αἰτίαν παριστᾷ, δι’ ἣν οὐ καλῶς ἐπεχείρουν δεικνύειν τὸν ὁρισμὸν λαμβάνοντες μέσον ὅρον τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ. φησὶ γοῦν ὡς πολλοὶ τρόποι εἰσὶ καθ’ οὓς τὰ ἀγνοούμενα δῆλα ἡμῖν γίνεται. ἢ γὰρ διὰ τῆς διαιρετικῆς μεθόδου τὸ ἀγνοούμενον γινώσκομεν ἢ δι’ ὁρισμοῦ ἢ δι’ ἀποδείξεως ἢ δι’ ἀναλύσεως ἢ διὰ συλλογισμοῦ. ἐν οὐδεμιᾷ γοῦν τῶν μεθόδων τούτων λαμβάνεται ὁ ὁρισμὸς τῆς μεθόδου ἐκείνης δι’ ἧς τὸ ἀγνοούμενον ἔγνωμεν. ἐάσας γοῦν τὸ δεῖξαι τοῦτο ἐπὶ πασῶν τῶν μεθόδων λαμβάνει μόνην τὴν συλλογιστικὴν μέθοδον,3 καὶ φησίν· ὥσπερ συλλογιζόμενοι ὡς ὁ ἄνθρωπος οὐσία λαμβάνομεν μέσον ὅρον τὸ ζῷον καὶ φαμὲν ‘ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία’, ἐν οὐδεμιᾷ δὲ τῶν δύο προτάσεων κεῖται ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ, οὕτως οὐδὲ τὸν ἀποδεικνύοντα, ὅτι τόδε ἐστὶν ὁρισμὸς τοῦδε, δεῖ λαμβάνειν μέσον τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ.
“再者,正如在三段论中也没有被采纳一样。” 他普遍地谴责了某些人试图据以证明定义的所有方式,理由是他们都在企求开端处的论题。而这一论证呈现了他们采纳定义的定义作为中项来展示定义之所以不妥的原因。于是他说,未认知之物对我们变得清楚明白的方式有很多种。因为我们要么通过划分法认识未认知之物,要么通过定义,要么通过证明,要么通过分析,要么通过三段论。在所有这些方法中,都没有采纳我们借以认识了未认知之物的那种方法本身的定义。因此,他放弃了在所有方法上一一展示这一点,仅仅采纳了三段论方法,并且说:正如在推论人是实体时,我们采纳动物作为中项并说“人是动物,动物是实体”,而在两个前提中都没有放置三段论的定义,同样,证明这者是那者的定义的人,也不应当采纳定义的定义作为中项。
- 2.37ἔστι γὰρ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν ἀποδοῦναι, ἀλλ’ οὐχὶ καὶ κατ’ οὐσίαν, ἤγουν ἀλλ’ οὐ δηλοῦντα
不定式短语 ἀποδοῦναι 的宾语是 τὸ τί ἐστι καὶ τὸν ὁρισμόν。随后的分词 δηλοῦντα 作同格修饰语,修饰宾语 ὁρισμόν(即“给出一种并不揭示被定义者本性与本质的定义”)。
- 2.38ληπτέον οὖν ὡς ὑπόθεσιν τὸ τί ἦν εἶναι, ἤγουν τὸν ὁρισμόν, ἔχειν ὁρισμὸν τοῦτο ὃ ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν.
由无人称动词性形容词 ληπτέον 引导的“带对格的主谓不定式”间接引语结构。对格主语是 τὸ τί ἦν εἶναι, ἤγουν τὸν ὁρισμόν,核心动词是不定式 ἔχειν,其直接宾语是 ὁρισμόν,而 τοῦτο ὃ ἐκ τῶν ἰδίων... 作其宾语补足语。
- 2.40ἐάσας γοῦν τὸ δεῖξαι τοῦτο ἐπὶ πασῶν τῶν μεθόδων λαμβάνει μόνην τὴν συλλογιστικὴν μέθοδον
分词 ἐάσας 为阳性单数主格的第一不定过去时分词,与主句主语(亚里士多德)一致,以带冠词的不定式短语 τὸ δεῖξαι τοῦτο ἐπὶ πασῶν τῶν μεθόδων 为直接宾语,修饰主句谓语动词 λαμβάνει(意为“在放弃/搁置了就所有方法展示这一点之后,他仅采纳……”)。
