- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:352.4-353.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《后分析篇》91b31–91b32,阐明划分必须在达到不可分的种时方告终止,详细分析了划分中出现的增加、脱漏与跨越之错误,并论证了即使划分能够产生认知,它也绝非揭示原因的三段论。
" Ἄτομον γὰρ δεῖ εἶναι.1" Ἤγουν εἰ πάντα τὰ συνιστῶντα τὸν ὁρισμὸν λάβῃς ἐν τῷ ὁρισμῷ, ἄτομον ποιήσεις τὸν ὁρισμόν, ἤγουν ἐφαρμόζοντα μόνῳ τῷ ὁριστῷ καὶ οὐδενὶ ἑτέρῳ. πλὴν κἂν τὸ ἄπταιστον καὶ ἀνεπίληπτον ἕξει ὁ ὁρισμὸς ἐκφυγὼν τὰς κακίας αὐτοῦ, ἀλλ’ οὖν συλλογισμὸς οὐκ ἔστι. καὶ ταῦτα μὲν συνεβιβάσθησαν πρὸς τὸν ὁρισμόν. εἰ δὲ λάβοις τὸ ‘ἔτι τί κωλύει ἢ προσθεῖναί τι;’ ὡς ἕτερον ἐπιχείρημα, οὕτω συμβιβάσεις τὰ ῥητά. ἐπεὶ περὶ διαιρέσεως ἦν ὁ λόγος, ὅτι ἀποδείκνυται ὁ ὁρισμὸς διὰ τῆς διαιρέσεως, φησὶ νῦν ὅτι, κἂν ἡ διαίρεσις συμβάλληται εἰς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ, οὐ μέντοι γε δὲ εἰς τὸ συλλογίσασθαι αὐτόν, ἀλλ’ ἔστιν εἰκός τινα ἀπατηθῆναι καὶ μὴ μεταχειρίσασθαι καλῶς τὴν διαίρεσιν. καὶ εἰ μὴ καλῶς καὶ ἀμέμπτως προβῇ ἡ διαίρεσις, οὐδ’ εἰς εὕρεσιν τοῦ συλλογισμοῦ συντελέσει. πρόσθεσις μὲν οὖν γίνεται ἐν τῇ διαιρέσει, ὅταν διαιρῶν οὐ λαμβάνῃς μόνον τὰς οὐσιώδεις καὶ εἰδικὰς διαφορὰς ἀλλὰ καὶ τὰς ὑλικὰς καὶ κατὰ συμβεβηκός. εἰ γὰρ διαιρήσεις τὸ ζῷον εἰς τὸ γαμψώνυχον καὶ πλατυώνυχον, ἔλαβες τὰς ὑλικάς, εἰς ἃς οὐδ’ ἐμπίπτει πᾶν ζῷον· οἱ γὰρ ἰχθύες καὶ οἱ ὄφεις οὐδὲν τούτων. καὶ πάλιν διαιρῶν τὸ ζῷον εἰς ἄρρεν καὶ θῆλυ, οὐ πάντα περιέλαβες τὰ ζῷα· καὶ γὰρ ταῖς ἐγχέλυσι τὸ ἄρρεν καὶ θῆλυ οὐκ ἔστι. παράλειψις δὲ λέγεται, ὅταν οὐ λάβῃς ἐν τῇ διαιρέσει πάντα τὰ ἀντιδιῃρημένα, ἀλλὰ διαιρήσῃς τὸ ζῷον εἰς τὸ πεζὸν καὶ πτηνόν, ἐάσῃς δὲ τὸ ἔνυδρον. ὑπέρβασις δὲ γίνεται, εἰ διαιρήσεις τὸ ζῷον εἰς τὸ ὑπόπουν καὶ ἄπουν· ὑπερέβης γὰρ τὸ πεζόν· ἔδει γὰρ προδιαιρῆσαι τὸ ζῷον εἰς τὸ πεζόν, πτηνὸν καὶ ἔνυδρον καὶ οὕτω τὸ πεζὸν εἰς τὸ ὑπόπουν καὶ ἄπουν. Ἄτομον γὰρ δεῖ εἶναι. τοῦτο εἴρηκεν ὡς πρός τινα οἷον ἐπαπορήσαντα, ἄχρι πόσου δεῖ προβαίνειν τὴν διαίρεσιν καὶ οὕτως ἵστασθαι. καὶ φησίν· εἰ διαιρῶν καταντήσεις εἰς ἄτομόν τι, οἷον εἰ ἔστι τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὃ οὐ δύναται διαιρεθῆναι εἰς ἕτερα εἴδη, τότε δεῖ στῆναι τὴν διαίρεσιν. πλὴν κἂν προβῇ ἡ διαίρεσις ἀνεπίληπτος καὶ ἐκ ταύτης προβῇ ὁρισμός, ἀλλ’ ὅμως συλλογισμὸς αὕτη οὐκ ἔσται, ἤγουν οὐ διὰ συλλογισμοῦ τὸν ὅρον εὗρεν.
“因为必须是不可分的。” 也就是说,如果你在定义中采纳了构成定义的一切成分,你就会使定义成为不可分的,亦即仅仅适合于被定义者而不适合于其他任何事物。不过,即便定义摆脱了自身的缺陷而具有了无可挑剔和不可指摘的性质,但无论如何它并不是三段论。这些解释是就定义本身而言予以协调一致的。但如果你把“再者,增加某项……又有什么妨碍呢?”作为另一条论证来看待,你将按照如下方式协调这些说法。因为先前的论述是关于划分的,即定义是通过划分来证明的,所以他现在说:即使划分有助于定义的发现,却绝无助于对它的推论,反而完全可能有人受蒙骗而未能妥善运用划分。而且,如果划分没有妥善且无可指责地进行,它甚至对于三段论的发现也毫无助益。那么,划分中的增加之所以发生,是因为你在划分时不仅采纳了本质性的和种类的种差,而且还采纳了质料性的和偶性的种差。因为如果你把动物划分为钩爪的和扁甲的,你就采纳了质料性的种差,而并非一切动物都落入其中;因为鱼类和蛇类都不属于这些。再者,在把动物划分为雄性和雌性时,你并未包罗所有的动物;因为对于鳗鱼而言,并不存在雄性和雌性。而所谓的脱漏,是指你在划分中没有采纳全部并列相对划分的项,而是把动物划分为步行的和飞翔的,却遗漏了水生的。至于跨越的发生,则是指如果你把动物划分为有足的和无足的;因为你跨越了步行的;因为本应先将动物划分为步行的、飞翔的和水生的,然后再这样将步行的划分为有足的和无足的。 “因为必须是不可分的。”他说这话,仿佛是针对某个提出疑难、质问划分究竟应当进行到何种程度并就此停顿下来的人。于是他说:如果在划分时你最终达到了某种不可分之物,例如若是达到了“能接受智性与知识的”,而这是无法再划分为其他种类的,那么此时划分就应当停止。不过,即使划分进行得无可指摘,并且由此产生出定义,但这仍然不会是一个三段论,也就是说,他并不是通过三段论发现了定义。
"Ἀλλ’ εἴπερ, ἄλλον τρόπον γνωρίζειν ποιεῖ.2" Οὕτω τοῦτο συντακτέον· ἀλλ’ εἴπερ ἡ διαίρεσις ποιεῖ γνωρίζειν καὶ συνιστᾶν τὸν ὅρον καὶ γνῶσιν ἡμῖν ἐμποιεῖ τῶν ἐν αὐτῷ μορίων, ποιεῖ γνωρίζειν αὐτὸν οὐ διὰ συλλογισμοῦ ἀλλὰ κατ’ ἄλλον τρόπον γνώσεως· οὐ γὰρ ἀεὶ τὰ ἀγνοούμενα διὰ συλλογισμῶν γινώσκομεν, ἀλλ’ ἢ δι’ ὁρισμοῦ ἢ δι’ ἀναλύσεως ἢ διὰ διαιρέσεως. Καὶ τοῦτο μὲν οὐδὲν ἄτοπον, τὸ μὴ ἀεὶ διὰ συλλογισμοῦ γινώσκειν, ἐπεὶ καὶ ὁ ἐπαγωγῇ χρώμενος ἀποδείκνυσι καὶ γνῶσιν ἡμῖν ἐμποιεῖ τοῦ καθόλου διὰ τῶν μερικῶν. Ἀλλ’ ὅμως δηλοῖ τι, ἤγουν τὸ καθόλου, συλλογισμὸν δὲ οὐ λέγει, ἤγουν οὐ διὰ συλλογισμοῦ παριστᾷ τὸν ὁρισμὸν ὁ λέγων καὶ ἐπισυνάγων αὐτὸν ἐκ διαιρέσεως. Ὥσπερ γὰρ ἐπὶ τῶν συμπερασμάτων τῶν *** συναχθέντων οὐκ αἰτίων,3 ἐάν τις εἴπῃ ὅτι τούτων ὄντων, ἤγουν τῶν προτάσεων οὐσῶν, ἀνάγκη τοδὶ εἶναι, ἤγουν τὸ συμπέρασμα, οἷον εἰ συνάξει τις τὴν σελήνην ἐκλείπειν διὰ μέσου τοῦ μὴ φωτίζειν ἢ γεγονέναι βροντὴν διὰ μέσου τοῦ ψόφου (οὔτε γὰρ ὁ ψόφος αἴτιός ἐστι τῆς βροντῆς, οὔτε τὸ μὴ φωτίζειν αἴτιον τῆς ἐκλείψεως, ἀλλὰ ταύτης μὲν ἡ ἀντίφραξις, τῆς δὲ βροντῆς ἡ ἀπόσβεσις τοῦ πυρός), ἔχει χώραν ὁ ἀκροατὴς ἐρωτᾶν διὰ τί ἐκλείπει ἢ βροντᾷ, οὕτω καὶ ἐπὶ τῶν διαιρετικῶν ὅρων, ἤγουν τῶν ὁρισμῶν τῶν ἀπὸ διαιρέσεως εὑρεθέντων. οἷον εἰ ἔστιν ὁρισμὸς τοῦ ἀνθρώπου τὸ ζῷον θνητὸν ὑπόπουν δίπουν ἄπτερον, ἔξεστι τῷ ἀκροατῇ ἐρωτᾶν παρ’ ἑκάστην πρόσθεσιν, ἤγουν μέρος ἕκαστον τοῦ ὁρισμοῦ, οἷον διὰ τί θνητὸν ἢ ὑπόπουν; ἐρεῖ γὰρ ὁ διαιρετικὸς καὶ δείξει ὡς οἴεται ὅτι πᾶν ζῷον ἢ θνητὸν ἢ ἀθάνατον, ὁ δὲ ἄνθρωπος θνητός, οὐκ ἄρα ἀθάνατος. ἀλλ’ ἐπεὶ ἀσυλλογίστως ταῦτα ἔλαβεν, ἐρωτήσει αὐτὸν διὰ τί θνητὸν ὁ ἄνθρωπος καὶ οὐκ ἀθάνατον; ὁ δὲ τοιοῦτος ἅπας λόγος ὁ ἐπισυναχθεὶς ἀπὸ τῆς διαιρέσεως ὁρισμὸς οὐκ ἔστιν· εἰ γὰρ καὶ ἀπεδείκνυτο ἀπὸ τῆς διαιρέσεως, ἀλλ’ οὖν ὁ ὁρισμὸς συλλογισμὸς οὐ γίνεται, τουτέστιν οὐ διὰ συλλογισμοῦ ἐφευρέθη.
“但即使如此,也是以另一种方式令人认知。” 这句话应当这样来组合理解:但是,即使划分确实令人认知并确立了定义,并且使我们获得了其中各部分的知识,它也是按照认知的另一种方式而非通过三段论令人认知它的;因为我们并不总是通过三段论来认识未知之物,而是或者通过定义,或者通过分析,或者通过划分。而这一点,即并不总是通过三段论来认识,绝无荒谬之处,因为使用归纳的人也是通过个别事物进行证明并使我们获得普遍者的知识。“然而他虽然指明了某种东西”(即普遍者),“却没有陈述三段论”,也就是说,依据划分来陈述并推导出定义的说话者,并没有通过三段论来呈现定义。因为,正如在那些不是从原因中推导出的结论的情形下,如果有人说当这些成立时(即诸前提成立时),必然有这个成立(即结论成立),比如某人借由“不发光”这一中项推导说月亮发生月食,或者借由“响声”这一中项推导说发生了雷暴(因为响声并不是雷暴的原因,不发光也不是月食的原因,后者的原因是遮蔽,而雷暴的原因是火的熄灭),听者便有余地去追问为什么会发生月食或为什么会打雷;同样,在划分性的定义(即从划分中发现的定义)的情形下也是如此。例如,如果人的定义是会死的、有足的、两足的、无翼的动物,听者完全可以在每一个附加项上(即定义的每一个部分上)提问,例如“为什么是会死的或者有足的?” 因为划分者会按照他自以为的那样陈述并表明:凡动物要么是会死的要么是不死的,而人是会死的,所以不是不死的。但是,既然他是脱离三段论而采纳这些项的,听者就会质问他:为什么人是会死的而不是不死的?而所有这样一种从划分中推导出的说明语词都不是定义;因为即便它是依据划分被证明的,但无论如何这一定义并不会成为三段论,也就是说,它并不是通过三段论被发现的。
- 2.35Ἄτομον γὰρ δεῖ εἶναι
引文中的 ἄτομον 用作表语形容词。菲洛波诺斯对其作出了双重解释:其一是结合前文(定义本身),解释为“仅适合于被定义者、不再受进一步划分/限定的定义”;其二是结合划分法,解释为划分必须在达到不可再细分为其他种类的“最底层的种(不可分的种差)”时终止。
- 2.36Ἀλλ’ εἴπερ, ἄλλον τρόπον γνωρίζειν ποιεῖ.
亚里士多德原文中的 εἴπερ 省略了条件从句的谓语部分。菲洛波诺斯在此通过补全结构(Οὕτω τοῦτο συντακτέον)阐明了句法:“即使划分确实令人认知并确立了定义”(εἴπερ ἡ διαίρεσις ποιεῖ γνωρίζειν καὶ συνιστᾶν τὸν ὅρον)。主句则为 ἄλλον τρόπον γνωρίζειν ποιεῖ(以另一种方式而非三段论令人认知)。
- 2.36Ὥσπερ γὰρ ἐπὶ τῶν συμπερασμάτων τῶν *** συναχθέντων οὐκ αἰτίων
全句的基本框架是 Ὥσπερ γὰρ ἐπὶ τῶν συμπερασμάτων ... οὕτω καὶ ἐπὶ τῶν διαιρετικῶν ὅρων(正如在……结论的情形下,同样在划分性定义的情形下也如此)的对比结构。尽管写本此处有脱文(***),但根据后文具体的例子(响声和不发光),οὐκ αἰτίων 是修饰分词 συναχθέντων 的属格短语,意指“由非原因的中项推导出的结论”(可能脱落了 διὰ μέσων 等词)。
