← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§350.20-352.3

划分法中的缺陷与相继本质种差的完备性

针对亚里士多德关于真确谓项的结合未必构成定义、以及划分中可能出现增加、除去或跨越等缺陷的论述,斐洛庞奴斯注解了这些缺陷的本质,并说明了如何通过对本质种差进行相继且完备的划分来避免和化解这些问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.31

" Τί γὰρ κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι;" Τὸ ‘γὰρ’ ἀντὶ τοῦ ‘δὲ’ ληπτέον· οὐ γὰρ τοῦ προλαβόντος ἐστὶ κατασκευαστικὸν ἀλλ’ ἕτερον ἐπιχείρημα. φησὶν οὖν, ὡς κἂν δοίημεν ἕκαστον μέρος τοῦ ὁρισμοῦ τοῦ ‘ζῷον πεζὸν δίπουν’ κατηγορεῖσθαι τοῦ ἀνθρώπου ἀληθῶς, ὡσαύτως δὲ καὶ τὸν ὅλον ὁρισμόν, ἀλλ’ οὐδεμία ἀνάγκη 〈καὶ〉 ὡς ὁρισμὸν κατ’ αὐτοῦ λέγεσθαι· οὐ γὰρ πᾶς λόγος κατά τινος ἀληθῶς λεγόμενος ἤδη καὶ ὁρισμός ἐστιν αὐτοῦ. ἔστι γὰρ ἐκ συμβεβηκότων θεῖναι λόγον, ὡς τὸ ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον, καὶ κατηγορῆσαι τοῦ ἀνθρώπου ἀληθῶς, ἀλλ’ ὁρισμὸς αὐτοῦ οὐκ ἔστιν. ἔτι οὐκ εἰ ἰδίᾳ λαβὼν τὸ πεζὸν καὶ ἰδίᾳ τὸ δίπουν ἀληθῶς ταῦτα τοῦ ἀνθρώπου κατηγόρησας, καὶ ὁμοῦ δύνανται ἀληθῶς τοῦ ἀνθρώπου κατηγορηθῆναι.1 οὐ γὰρ πάντα τὰ ἰδίᾳ κατηγορούμενα ἀληθῶς δύνανται καὶ ὁμοῦ ἀληθῶς κατηγορεῖσθαι· κατὰ γὰρ τοῦ Σίμωνος ἰδίᾳ μὲν καὶ ἰδίᾳ ἀληθῶς τὸ σκυτεὺς καὶ τὸ ἀγαθὸν κατηγορηθήσεται, ὁμοῦ δὲ ἀδύνατον.

“因为即使这是真的,又有什么妨碍呢?” 这里的“因为”应当理解为相当于“但是”;因为它并不是在确证前述之辞,而是提出了另一条论证。因此他是说:即使我们承认“两足的步行动物”这一定义的每一部分都真确地述说人,且整个定义同样如此,但也绝无必然性表明它是作为定义而述说人的;因为并非每一个真确地述说某物的说明语词就已经是它的定义了。因为人们完全可以从偶性出发设定一条说明,例如“直立行走的扁甲动物”,并真确地述说人,但这并不是人的定义。再者,并不是因为你单独选取了“步行的”、又单独选取了“两足的”并将它们真确地述说了人,它们就也能够一起真确地述说人。因为并非所有单独被真确述说的事物都能够一起被真确述说;因为对于西蒙,“制鞋匠”和“好的”可以各自单独被真确述说,但一起述说则是不可能的。

§2.32

"Ἔτι τί κωλύει ἢ προσθεῖναί τι ἢ ἀφελεῖν;" Ταῦτα εἰ μὲν λάβοις πρὸς τὰ προσεχῶς ἄνω ῥηθέντα περὶ ὁρισμοῦ, ὡς κατασκευαστικὰ ἐκείνων ληφθήσεται· ἐπεὶ γὰρ εἶπεν ἀληθῶς μὲν λέγεσθαι τὸν συντεθέντα λόγον κατὰ τοῦ ὁριστοῦ, μὴ μέντοι γε δὲ εἶναι ὁρισμὸν αὐτοῦ, τρόπους τινὰς τίθησι καθ’ οὓς ἐγχωρεῖ τὸ κατηγορούμενον ἀληθῶς κατά τινος μὴ ὁρισμὸν εἶναι αὐτοῦ. ἐν γὰρ τῷ ‘ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν’ τί κωλύει, φησί, προσθεῖναί τι τῇ οὐσίᾳ, ἤγουν τι συμβεβηκὸς ἐπέκεινα τῶν οὐσιωδῶς ὑπαρχόντων ἐν τῷ ὁρισμῷ, οἷον τὸ γραμματικὸν ἢ τὸ γελαστικόν· ὁ γὰρ ῥηθεὶς ὁρισμὸς προσλαβὼν θάτερον τούτων ἀπώλεσε τὸ εἶναι ὁρισμός.2 ὡσαύτως καὶ ἂν ἀφέλῃς τινὰ τῶν οὐσιωδῶς ἐν τῷ ὁρισμῷ ὑπαρχόντων καὶ ἐρεῖς ‘ζῷον λογικόν’, τοῦτο ὁρισμὸς οὐκ ἔστι διὰ τὸ μὴ μόνον τὸν ἄνθρωπον δηλοῦν ἀλλὰ καὶ ἄλλα. ὡσαύτως καὶ εἰ ὑπερβῇς τὰ μεταξὺ καὶ ἐρεῖς ‘ζῷον νοῦ καὶ ἐπιστήμης δεκτικόν’, οὐδὲ τοῦτό ἐστιν ὁρισμός· δεῖ γὰρ τὸν ὁρισμὸν ἐκ πλειόνων εἶναι διαφορῶν.

“再者,增加某项或除去某项又有什么妨碍呢?” 如果你将这些话与紧接着前文关于定义的论述联系起来看,它们就会被理解为是对那些论点的确证;因为在他讲过合成的说明语词虽然确实真确地述说了被定义者、然而却并不是其定义之后,他提出了几种途径,据此,真确述说某物的东西完全有可能并不是它的定义。他说,因为在“有理性的、会死的、能接受智性与知识的动物”中,在实体上增加某项(即在定义中本质性具备的事项之外增加某种偶性,例如通晓文法或能笑),又有什么妨碍呢?因为上述定义在额外吸纳了这两者之一后,就失去了作为定义的资格。同样,即使你除去了定义中本质性具备的某些事项而称之为“有理性的动物”,这也并不是定义,因为它指明的不仅是人,而且还有其他事物。同样,即使你跨越了中间的环节而称之为“能接受智性与知识的动物”,这也同样不是定义;因为定义必须由更多的种差构成。

§2.33

"Ταῦτα μὲν οὖν παρίεται." Ἤγουν παρεῖται, καὶ συμβαίνει γίνεσθαι ταῦτα, ἤγουν τὴν πρόσθεσιν, τὴν ἀφαίρεσιν καὶ τὴν ὑπέρβασιν, ἐν τοῖς ὁρισμοῖς, ἃ κακίαι γίνονται τοῦ ὁρισμοῦ.

“于是这些事项被忽略了。” 也就是说被遗漏了,并且恰好在定义中出现了这些情况,即增加、除去和跨越,这些都成为了定义的缺陷。

§2.34

"Ἐνδέχεται δὲ λῦσαι." Ἤγουν παραδοῦναι τρόπους καθ’ οὓς λυθήσεται ἡ κακία αὕτη τοῦ ὁρισμοῦ, καὶ οὔτε πρόσθεσις γενήσεται ἐν αὐτῷ οὔτε ὑπέρβασις οὔτε ἀφαίρεσις. πρόσθεσις μὲν οὖν οὐ μὴ γένηται,3 εἰ λαμβάνεις πάντα τὰ οὐσιώδη μόνα καὶ τὰ ἐφεξῆς καὶ προσεχῶς ἐν τῇ διαιρέσει κείμενα. πρῶτον μὲν γὰρ κεῖται τὸ ζῷον· τοῦτο προσεχῶς διαιρήσεις εἰς τὸ λογικὸν καὶ τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ καθεξῆς. ταῦτα γοῦν εἰ ἐφεξῆς λαμβάνεις ἐν τῷ ὁρισμῷ, ὡς κεῖνται ἐν τῇ διαιρέσει, ἐκφύγοις καὶ τὴν ὑπέρβασιν. ὡσαύτως οὐδὲ παραλείψεις τι, εἴ γε λάβοις τὸ πρῶτον, ἤγουν τὸ ζῷον, εἶτα μηδέν τι παραλείψεις τῶν οὐσιωδῶς ὑπαρχόντων τῷ ὁριστῷ. Τοῦτο δ’ ἀναγκαῖον, ἤγουν εἰ ἅπαντα τὰ οὐσιωδῶς ὑπάρχοντα τῷ ὁριστῷ λάβῃς εἰς τὴν διαίρεσιν, εὑρήσεις ταῦτα καὶ λήψῃ ἐν τῷ ὁρισμῷ. τοῦτο δέ, τὸ μηδέν τι παραλιπεῖν ἐν τῷ ὁρισμῷ ὧν εἴπομεν, ἀναγκαῖον ἔσται. Τοῦτο δ’ ἀναγκαῖον, τὸ ἐκφυγεῖν καὶ τὰ τρία ταῦτα ἐν τῇ διαιρέσει, εἴγε ἅπαντα τὰ ὄντα ὀφείλουσιν ἐμπίπτειν εἰς τὴν διαίρεσιν. τοῦτο δ’ ἀναγκαῖον, τὸ πάντα ἐμπίπτειν εἰς τὴν διαίρεσιν.

“但这又是可以解决的。” 也就是说,完全可以传授一些途径,依此便能解决定义的这一缺陷,从而在其中既不发生增加,也不发生跨越和除去。因此,如果你仅仅选取了全部本质性的属性,并且选取的是在划分中相继且紧邻设立的项,就绝不会发生增加。因为首先确立的是“动物”;接着紧邻着将其划分为“有理性的”,并将“有理性的”划分为“会死的”,依此类推。因此,如果你按照划分中设立的顺序在定义中相继选取这些项,你也就能够避免跨越。同样,如果你选取了第一项(即“动物”),接着又没有遗漏任何本质性属于被定义者的项,那么你也决不会遗漏任何事物。“而这是必然的”,也就是说,如果你将一切本质性属于被定义者之物都纳入划分,你就必将在定义中找到并选取它们。而这一点,即在我们所说的事项中不在定义里遗漏任何一项,将是必然的。“而这是必然的”,即在划分中避免所有这三种缺陷,如果所有存在者都应当归入该划分的话。“而这是必然的”,即一切事物都归入该划分。

语法注3 条
  1. 2.31οὐκ εἰ ἰδίᾳ λαβὼν τὸ πεζὸν καὶ ἰδίᾳ τὸ δίπουν ἀληθῶς ταῦτα τοῦ ἀνθρώπου κατηγόρησας, καὶ ὁμοῦ δύνανται ἀληθῶς τοῦ ἀνθρώπου κατηγορηθῆναι.

    οὐκ εἰ ... καί ... 结构(“并不是因为……就也能……”)。句首的否定词 οὐκ 并非否定条件从句本身的动词(κατηγόρησας),而是否定整个推论在归结从句中的成立(δύνανται);归结从句中的 καί 与条件从句中的 ἰδίᾳ 相对照,表“同时也……”。

  2. 2.32ἀπώλεσε τὸ εἶναι ὁρισμός

    带冠词的不定式 τὸ εἶναι(“作为……”)带有主格的谓词名词 ὁρισμός。由于主句的主语(ὁ ῥηθεὶς ὁρισμός)与不定式的逻辑主语重合,因此该谓词补足语没有变为宾格,而是保持了主格一致(谓词主格)。

  3. 2.34πρόσθεσις μὲν οὖν οὐ μὴ γένηται

    οὐ μή 搭配不定过去时虚拟式(γένηται),构成强烈的否定表达(“绝不会发生”)。句首的 μὲν οὖν 承接前文“既不发生增加,也不发生跨越和除去”的提法,引出对这三者中第一项“增加”之防范条件的具体说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:350.20-352.3