← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§349.3-350.19

通过划分法证明定义的不可能性及其与归纳的相似

斐洛波诺斯注解了亚里士多德对柏拉图学派试图通过划分法论证定义的批判(91b12–21)。他指出,划分法正如归纳法一样,不能从前提中必然地推导出结论,而是依赖于提问与让步,因此不论包含的种差多寡,它都不能构成真正的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27

" Ἀλλὰ μὴν οὐδ’ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται." Οἱ περὶ τὸν Πλάτωνα ἐπειρῶντο διὰ τῆς διαιρετικῆς μεθόδου συλλογίζεσθαι καὶ ἀποδεικνύειν τόδε ὁρισμὸν εἶναι τοῦδε λέγοντες· ὡς εἰ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, εἰ δείξομεν διὰ τῆς διαιρέσεως καὶ τὸ ζῷον ὑπάρχειν τῷ ἀνθρώπῳ καὶ ἑκάστην διαφοράν, ἤγουν τὸ πεζὸν καὶ τὸ δίπουν, λοιπὸν ἐσόμεθα ἀποδεδειχότες καὶ τὸ ‘ζῷον πεζὸν δίπουν’ ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου. ἐπεχείρουν γὰρ οὕτως· ὁ ἄνθρωπος ἢ ζῷον ἢ ἄψυχόν ἐστιν· ἀλλὰ μὴν ζῷόν ἐστιν· οὐκ ἄρα ἄψυχον. καὶ πάλιν ὁ ἄνθρωπος ζῷον· πᾶν ζῷον ἢ πεζὸν ἢ πτηνὸν ἢ ἔνυδρον· ὁ ἄνθρωπος ἄρα πεζόν, οὐ μὴν δὲ πτηνὸν ἢ ἔνυδρον. καὶ πάλιν ὁ ἄνθρωπος ζῷον· πᾶν δὲ ζῷον ἢ πολύπουν ἢ τετράπουν ἢ δίπουν· ὁ ἄνθρωπος ἄρα δίπουν. οὕτως γοῦν δείξαντες ἕκαστον τούτων ὑπάρχειν τῷ ἀνθρώπῳ ἔλεγον καὶ τὸ ὅλον, ἤγουν τὸ ‘ζῷον πεζὸν δίπουν’, ἀποδεῖξαι ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου. ὁ δὲ Ἀριστοτέλης ἐλέγχει καὶ αὐτοὺς μὴ συλλογιζομένους καὶ ἀποδεικνύοντας λαβὼν τὸ ἴδιον τοῦ συλλογισμοῦ1 καὶ συλλογιζόμενος ἐν δευτέρῳ σχήματι, λαβὼν ὡς ἴδιον τοῦ συλλογισμοῦ ἐστι τὸ γίνεσθαι τὸ πρᾶγμα, ἤγουν τὸ συνάγεσθαι τὸ συμπέρασμα, ἐξ ἀνάγκης ἀπὸ τῶν κειμένων καὶ ληφθεισῶν προτάσεων, οἱ δὲ διὰ τῆς διαιρετικῆς μεθόδου ἀποδεικνύοντες τὸ ζῷον ἢ τὸ πεζὸν ἢ τὸν ὅλον ὁρισμὸν ὑπάρχειν τῷ ἀνθρώπῳ οὐκ ἐξ ἀνάγκης συνάγουσι ταῦτα ἀπὸ τῶν κειμένων, ὡς καὶ ἔχειν χώραν τὸν βουλόμενον ζητεῖν2 διὰ τί ὁ ἄνθρωπος ζῷον ἢ πεζόν.

“然而,通过划分的途径也并没有进行推论。” 柏拉图的追随者们曾试图通过划分的方法来进行推论,并证明这是那的定义,他们说:如果定义是由属和构成性的种差组成的,那么如果我们通过划分表明动物以及各个种差(即步行的与两足的)都属于人,我们接下来也就证明了“两足的步行动物”是人的定义。因为他们曾这样尝试:人要么是动物,要么是无生命的;但人确实是动物;因此不是无生命的。再者,人是动物;一切动物要么是步行的,要么是飞行的,要么是水栖的;因此人是步行的,而不是飞行的或水栖的。又再者,人是动物;一切动物要么是多足的,要么是四足的,要么是两足的;因此人是两足的。于是,在这样表明了这之中的每一项都属于人之后,他们就声称已经证明了整体(即“两足的步行动物”)是人的定义。但亚里士多德驳斥了他们,指明他们既没有推论也没有论证,他选取推论的固有特质,并在第二格中进行推论,即认定推论的固有特质在于:事情的产生(即结论的得出)必然是从所设定和选取的诸前提命题中得出的;而那些通过划分的方法证明动物或步行的或整个定义属于人的人,并不是必然从所设定的诸项中得出这些结论的,以至于任何有意者都有余地追问为什么人是动物或步行的。

§2.28

"Ἀλλ’ ὥσπερ οὐδ’ ὁ ἐπάγων." Ὥσπερ διὰ τῆς ἐπαγωγῆς τῶν μερικῶν ὁ δεικνύων τὸ καθόλου οὐκ ἀποδείκνυσιν (οὐ γάρ, εἰ ὁ ἄνθρωπος καὶ ὁ ἵππος τὴν κάτω γένυν κινοῦσιν, ἀνάγκη καὶ πᾶν ζῷον τὴν κάτω γένυν κινεῖν), οὕτως οὐδὲ διὰ τῆς διαιρέσεως δυνατόν ἐστι συλλογίσασθαι τὸν ὁρισμόν.

“正如进行归纳的人也不是。” 正如通过个别事物的归纳来展示普遍者的人并没有进行论证一样(因为,并非如果人和马活动下颚,一切动物也就必然活动下颚),同样,通过划分也是不可能推论出定义的。

§2.29

"Οὐ γὰρ δεῖ τὸ συμπέρασμα ἐρωτᾶν." Ἤγουν οὐ γὰρ ἐφ’ ὅσων συνάγεταί τι συμπέρασμα διὰ συλλογισμοῦ καὶ ἀποδείξεως, ἐπὶ τούτων ἔχει ἄδειαν ὁ βουλόμενος ἐρωτᾶν3 διὰ τί συνήχθη τὸ συμπέρασμα, οὔτε μὴν ἔχει ἄδειαν δοῦναι καὶ συγχωρῆσαι τὸ συναχθὲν συμπέρασμα ἢ μὴ δέξασθαι· ἐπεὶ γὰρ ἐξ ἀνάγκης συνήχθη, καὶ ἄκων πᾶς τοῦτο δέξεται. ἐπὶ δὲ τῆς διαιρετικῆς τοῦτο οὐκ ἔστιν, ἀλλ’ ἔξεστι τῷ βουλομένῳ ἐρωτᾶν διὰ τί ὁ ἄνθρωπος ζῷον, διὰ τί πεζόν, καὶ εἰ μὲν βούλεται, δέξεται ταῦτα, εἰ δὲ μή γε, οὐ συγχωρήσει. εἶτα λέγει καὶ πῶς διὰ τῆς διαιρέσεως ἐδείκνυον ταῦτα.

“因为不应当向人请问结论。” 也就是说,凡是通过推论和论证得出某种结论的地方,任何有意者都没有随意追问为什么得出了这个结论的自由,也没有随意决定赞同并承认得出的结论、或不予接受的自由;因为既然这是必然得出的,哪怕违背意愿,所有人也都会接受这一点。但在划分法中并非如此,有意者可以自由追问为什么人是动物、为什么是步行的,并且如果他愿意,他就会接受这些;而如果不愿意,他就不会赞成。接着他也说明了他们是如何通过划分来表明这些的。

§2.30

"Διαφέρει δ’ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων." Ἐπειδὴ ὃν ἔλαβεν ὁρισμὸν τοῦ ἀνθρώπου, συνέβαινεν ἔχειν δύο διαφοράς, τὸ πεζὸν καὶ τὸ δίπουν, φησὶ κἂν λάβῃς ὁρισμὸν πλείονας διαφορὰς ἔχοντα, ὥσπερ τὰς πρώτας ταύτας ἀσυλλογίστους ἔλαβες διαφοράς, οὕτω καὶ τὰς πολλάς. τοῖς μὲν οὖν οὕτω μετιοῦσι καὶ διὰ τῆς διαιρετικῆς μεθόδου πειρωμένοις ἀποδεικνύειν τοὺς ὁρισμοὺς καὶ συλλογίζεσθαι ἡ χρῆσις τῆς διαιρέσεως ἀσυλλόγιστός ἐστιν, ἤγουν οὐ δύναται συλλογίσασθαι. καὶ οὐ μόνον οὐ συλλογίσεται τὰς ἀμέσους προτάσεις τὰς μὴ πεφυκυίας δείκνυσθαι, ἀλλ’ οὐδὲ τὰς ἐνδεχομένας καὶ δυνατὰς διὰ συλλογισμοῦ δεικνύεσθαι συλλογίσεται. ὅτι γὰρ ὁ ἄνθρωπος πεζὸν συλλογισθήσεται διὰ μέσου τοῦ † γελαστικοῦ, καὶ ὅτι δίπουν δειχθήσεται διὰ μέσου τοῦ φύσει ὀρθίου· ἡ δὲ διαίρεσις οὐδὲ ταῦτα δύναται συλλογίσασθαι.

“而在项多还是项少上并没有什么不同。” 既然他所选取的人的定义恰好有两个种差(即步行的与两足的),他说:即使你选取具有更多种差的定义,正如你未加推论地选取了最初的这些种差一样,对于许多种差也是如此。因此,对于那些这样探求、并试图通过划分法来论证并推论出定义的人而言,划分的运用是未加推论的,也就是说根本无法进行推论。而且划分不仅无法推论出那些本性上不能被证明的直接前提命题,甚至对于那些容许且能够通过推论被展示的前提命题,它也无法加以推论。因为人是步行的可以通过中项“能笑的”推论出来,而人是两足的可以通过中项“天生直立的”被展示出来;然而划分甚至连这些也无法推论出来。

语法注3 条
  1. 2.27ὁ δὲ Ἀριστοτέλης ἐλέγχει καὶ αὐτοὺς μὴ συλλογιζομένους καὶ ἀποδεικνύοντας λαβὼν τὸ ἴδιον τοῦ συλλογισμοῦ

    分词 μὴ συλλογιζομένους καὶ ἀποδεικνύοντας 作为动词 ἐλέγχει 的补充/表语性分词,与宾格 αὐτούς 一致,表示“驳斥他们并没有进行推论和论证”。随后的分词 λαβών 是主格分词,修饰主语(亚里士多德),表示反驳的方式和手段。

  2. 2.27ὡς καὶ ἔχειν χώραν τὸν βουλόμενον ζητεῖν

    此句为表示结果的 ὡς(相当于 ὥστε)带不定词 ἔχειν 的结构。不定词的逻辑主语是宾格 τὸν βουλόμενον(“愿意的人”),χώραν 是 ἔχειν 的直接宾语(“有余地”),说明性的不定词 ζητεῖν 进一步补充其内容。

  3. 2.29οὐ γὰρ ἐφ’ ὅσων συνάγεταί τι συμπέρασμα διὰ συλλογισμοῦ καὶ ἀποδείξεως, ἐπὶ τούτων ἔχει ἄδειαν ὁ βουλόμενος ἐρωτᾶν

    由相关结构 ἐφ’ ὅσων ... ἐπὶ τούτων(“在……的情形中,在这些情形中”)构成的句子。主句的主动词是 ἔχει,否定词 οὐ 修饰整个主句(ἔχει ἄδειαν),由于倒装,关系从句被置于指示代词之前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:349.3-350.19