← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§34.4-35.12

无中介前提的区分以及公理与设定

斐洛波诺斯将无中介前提区分为公理与设定,指出前者是不证自明的先天认知而后者的确立依赖受教,并进而将设定细分为假设与定义,阐明了定义为何不包含宾词述谓的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37#1

" Ἀμέσου δ’ ἀρχῆς συλλογιστικῆς θέσιν μὲν λέγω ἣν μὴ ἔστι δεῖξαι μηδ’ ἀνάγκη ἔχειν τὸν μαθησόμενόν τι." Εἰπὼν κοινῶς τίς ἐστιν ἡ ἄμεσος πρότασις ἐν πάσῃ ἀποδείξει, ὅτι ἡ πρωτίστη ἀρχὴ τοῦ ὑποκειμένου ἀποδεικτοῦ, ἐπειδὴ διάφορά ἐστι τὰ σημαινόμενα τῆς ἀμέσου προτάσεως, νῦν διαίρεσιν αὐτῆς ποιεῖται, καὶ φησὶν ὅτι τῶν ἀμέσων προτάσεων αἱ μέν εἰσι θέσεις αἱ δὲ ἀξιώματα καὶ κοιναὶ ἔννοιαι. καὶ ἀξιώματα μέν ἐστιν ὅσα οἴκοθεν καὶ ἄνευ ἀποδείξεως ἴσμεν, ὧν τὰ μὲν πρὸς πᾶσαν ἡμῖν ἐπιστήμην συμβάλλεται, ὡς εἴρηται, τὰ δὲ πρὸς πλείονας, οἷον ὅσα περὶ τὸ ποσὸν καταγίνονται, τὰ δὲ πρὸς μίαν· τὰ δὲ παραδείγματα ἡμῖν εἴρηται. θέσις δέ ἐστι καὶ αὐτὴ μὲν ἀναπόδεικτος ἢ βραχείας πάνυ δεομένη παραμυθίας, οἷον ὅτι αἱ ἐκ τοῦ κέντρου προσπίπτουσαι εὐθεῖαι πρὸς τὴν περιφέρειαν τοῦ κύκλου ἴσαι ἀλλήλαις εἰσὶν ἢ τὸ ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν ἐπιζεῦξαι ἢ τὸ εἶναι τὸ σημεῖον ἀμερὲς ἢ τὸ πᾶν τρίγωνον ἐκ τριῶν εὐθειῶν περιέχεσθαι, ἅπερ τῷ μὲν ἐναργῆ εἶναι τῶν ἀξιωμάτων ἐστὶ καὶ αὐτοπίστων, τῷ δὲ οὐχ ἁπλῶς δεῖταί τινος ἐπιστάσεως.1 ὥστε ἡ θέσις τοῦ ἀξιώματος διαφέρει μὲν καὶ ταύτῃ, διαφέρει δὲ καὶ ἄλλως, ὅτι τὰ μὲν ἀξιώματα ἤτοι τὰς κοινὰς ἐννοίας οἴκοθεν προβαλλόμεθα, ὡς εἴρηται, τὰς δὲ θέσεις παρὰ τοῦ διδασκάλου καθ’ ἑκάστην ἐπιστήμην λαμβάνομεν· τίθεται γὰρ ὁ ἀριθμητικὸς τὸ εἶναι τὴν μονάδα ἀδιαίρετον, καὶ ὁ γεωμέτρης τὰ εἰρημένα, καὶ ὁ ἰατρὸς τὸ εἶναι ἐκ τεσσάρων στοιχείων τὰ σώματα, καὶ ὁ φυσικὸς τὸ πάντα εἶναι τὰ φυσικὰ ἐξ ὕλης καὶ εἴδους καὶ εἶναι τὴν φύσιν ἀρχὴν κινήσεως καὶ ἠρεμίας. τῆς δὲ θέσεως εἴδη ταῦτα· ἡ μὲν γὰρ ὑπόθεσις ἡ δὲ ὁρισμός. καὶ ὁρισμὸς μέν ἐστιν ὁ τὸ εἶναι τοῦ πράγματος ἀποδιδούς, οἷον ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν· ὑπόθεσις δὲ ἡ τὶ κατά τινος κατηγοροῦσα ἢ ἀποφάσκουσα. καὶ δῆλον δήπου ὅτι οὐχ ἕπεται τῷ ὁρισμῷ τὸ τὶ κατά τινος κατηγορεῖν·2 οὐ κατηγορεῖ γὰρ τοῦ ἀνθρώπου τὸ ζῷον λογικὸν θνητόν, ἀλλὰ τί ἐστι τὸ ὑποκείμενον λέγει· τὴν γὰρ οὐσίαν τοῦ πράγματος οἱ ὁρισμοὶ λέγουσιν, οὐ τὰ ὑπάρχοντα αὐτῷ. τὸ γὰρ κατηγορούμενον ἕτερον δεῖ εἶναι τοῦ ὑποκειμένου· οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ κατηγορεῖται· οὐδεὶς γὰρ λέγει ὅτι ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν. ὁ δὲ ὁρισμὸς οὐκ ἔστιν ἕτερος τοῦ ὁριστοῦ· τὸ γὰρ ζῷον λογικὸν θνητὸν οὐδὲν ἕτερόν ἐστιν ἢ ἄνθρωπος· ἐξήγησις γάρ ἐστι τοῦ ἀνθρώπου καὶ οἷον ἀνάπτυξις τὸ ζῷον λογικὸν θνητόν.

“在推论的无中介原理中,我把既不能被证明、又不是想要学习某事物的人所必须具备的原理,称为设定。” 在概括地说明了每一种证明中的无中介前提是什么——即它是被证明的基底事物的最初原理——之后,既然无中介前提的意义是多样的,他现在就对它进行划分,并指出在无中介前提中,有些是设定,有些是公理和共同概念。所谓公理,就是我们自己且无需证明便知道的一切事物,正如已经说过的,它们之中有些对我们所有的知识都有所助益,有些对数种知识(例如涉及数量的一切事物)有所助益,有些则对单一知识有所助益;而那些例证我们已经述及。另一方面,设定本身也是不可证明的,或者只需要极少的说明劝导,例如从中心引向圆周的各条直线彼此相等,或者从任意一点到任意一点连接一条直线,或者点是没有部分的,或者任何三角形都被三条直线所包围;就其显明而言,它们属于公理和自身即可信赖的事物,但就并非绝对如此而言,它们需要某种专注审视。因此,设定不仅在这一点上与公理有所不同,而且在另一点上也不同:正如已经说过的,公理即共同概念是我们自身便提出来的,而设定则是我们在各个学科中从教师那里接受过来的。因为算术家设定单子是不可分割的,几何学家设定前述各项,医者设定身体由四种元素构成,自然哲学家则设定一切自然物由质料和形式构成,且自然是运动与静止的原理。设定的种有以下这些:其一为假设,其二为定义。定义乃是给出事物存在的表述,例如人是理性的会死的动物;而假设则是关于某事物肯定或否定某事物的表述。毫无疑问,显而易见的是,关于某事物述谓某事物并不伴随定义;因为它并不是关于人述谓“理性的会死的动物”,而是说明基底主项是什么。因为定义陈述的是事物的实体,而不是其固有的属性。事实上,被述谓者必须不同于主项;因为没有任何事物述谓其自身,毕竟没有人会说人是人。但定义并不与被定义者相异;因为“理性的会死的动物”不是别的,正是人;“理性的会死的动物”乃是对人的解释,且可以说是展开。

语法注2 条
  1. 1.37ἅπερ τῷ μὲν ἐναργῆ εἶναι τῶν ἀξιωμάτων ἐστὶ καὶ αὐτοπίστων, τῷ δὲ οὐχ ἁπλῶς δεῖταί τινος ἐπιστάσεως

    τῷ μὲν... τῷ δὲ... 是表示方面的与格(“就……而言……,就另一方面而言……”)。在后半句 τῷ δὲ οὐχ ἁπλῶς 中,省略了前文的 ἐναργῆ εἶναι,需补充理解为“就并非绝对显明而言”。τῶν ἀξιωμάτων... ἐστὶ 为表示所属的表语属格(“属于公理……”)。

  2. 1.37οὐχ ἕπεται τῷ ὁρισμῷ τὸ τὶ κατά τινος κατηγορεῖν

    带冠词的不定式短语 τὸ τὶ κατά τινος κατηγορεῖν(关于某物述谓某物)是动词 ἕπεται 的语法主语,而 τῷ ὁρισμῷ 是其与格补足语。尽管语序倒置使动词和补语在前,其结构含义仍为“关于某物述谓某物并不伴随定义”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:34.4-35.12