← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§347.24-349.2

隐瞒乞题与色诺克拉底对灵魂的定义

注解亚里士多德《后分析篇》91a33–91b3,斐洛庞奴斯批判了通过在前提中插入固有属性来隐瞒乞题的做法,并援引色诺克拉底关于灵魂定义的论证,阐明无论使用可换位项还是本质断定都无法避免乞题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23

" Δεῖ δ’ ἐν ταῖς δυσὶ προτάσεσι." Πειρώμενοί τινες ἀποδεικνύειν τὸ Α ὁρισμὸν τοῦ Γ ἐν τῷ λαβεῖν καὶ τὸν μέσον ὁρισμόν,1 ἵνα λάθωσι τὸ ἐν ἀρχῇ αἰτούμενοι, παρεμίγνυον καὶ ἐν τῇ μείζονι προτάσει καὶ ἐν τῇ ἐλάττονι τὰ ἴδια τοῦ ἀνθρώπου, τὸ γελαστικὸν καὶ τὸ ὀρθοπεριπατητικόν. δεῖ γοῦν μὴ λαμβάνειν ταῦτα τὰ ἴδια μεταξὺ τῶν προτάσεων ἀλλ’ ἀμέσως λαμβάνειν αὐτάς, τὸ Α κατὰ τοῦ Β καὶ τὸ Β κατὰ τοῦ Γ, ἵνα φανερὸν γένηται τὸ λεγόμενον, ἤγουν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι.

“但这必须在两个前提命题中。” 某些人试图通过将中项也作为定义来选取而证明A是C的定义,为了隐瞒自己在乞题,在大前提和小前提中都掺入了人的固有属性,即能笑和直立行走。因此,不应当在前提命题之间选取这些固有属性,而应当直接选取前提命题本身,即A属于B和B属于C,以便使所说的事情(即乞题)变得显明。

§2.24

"Οἱ μὲν δὴ διὰ τοῦ ἀντιστρέφειν δεικνύντες." Δείξας ὡς οὐκ ἔστι δυνατὸν ἀπόδειξιν τοῦ ὁρισμοῦ γενέσθαι, κἂν ἐν τῷ μείζονι ὅρῳ καὶ τῷ μέσῳ ὁρισμοὶ κεῖνται, νῦν δείκνυσιν ὅτι, κἂν λόγους λάβῃς ἀντιστρέφοντας, οὐδὲ οὕτως ἀποδείξεις τόνδε ὁρισμὸν εἶναι τοῦδε· τὸ γὰρ ἐν ἀρχῇ καὶ οὕτως αἰτῇ. ὡς ὁ Ξενοκράτης βουλόμενος δεῖξαι τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν ὁρισμὸν εἶναι τῆς ψυχῆς ἐλάμβανε μέσον ὅρον τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν. οἱ δ’ ὅροι οὗτοι ἀντιστρέφουσιν· εἴ τι γὰρ ψυχή, τοῦτο αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν, καὶ εἴ τι αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν, τοῦτο καὶ ψυχή· ταυτίζονται γάρ. ὡσαύτως καὶ εἴ τι ψυχή, ἀριθμός ἐστιν αὐτὸς ἑαυτὸν κινῶν, καὶ εἴ τι ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν, ψυχή. καὶ εἴ τι αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν, ἀριθμός ἐστιν αὐτὸς ἑαυτὸν κινῶν, καὶ τὸ ἀνάπαλιν. ὡς γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖται ὁ συνάγων, ὅτι ἡ λύπη οὐδεμιᾷ ἡδονῇ ἐστιν, οὕτως, ὅτι ἡ λύπη οὐδεμιᾷ ἡδονῇ, ἡ δὲ ἡδονὴ πάσῃ χαρᾷ, ἡ λύπη ἄρα οὐδεμιᾷ χαρᾷ, διότι ἡ ἡδονὴ καὶ ἡ χαρὰ ταὐτά, ὥστε αὐτὸ ἑαυτοῦ λαμβάνει εἰς ἀπόδειξιν, οὕτως τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν ταὐτόν ἐστι τῇ ψυχῇ.2 ὥστε ὁ λέγων, ὅτι τὸ ‘ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν’ ὑπάρχει παντὶ τῷ αἰτίῳ ὄντι αὐτῷ ἑαυτῷ τοῦ ζῆν, οὐδὲν ἄλλο λέγει ἀλλ’ ἢ τὸ ‘ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν’ ὑπάρχει τῇ ψυχῇ ὡς τὸ αὐτὸ ὄν, διότι τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν ταὐτόν ἐστι τῇ ψυχῇ.

“那么,那些通过换位来进行证明的人。” 在指明了即使在大项和中项中设定定义,也不可能产生定义的论证之后,他现在指出,即使你选取可以换位的定义,即便如此你也不能证明这是那的定义;因为即便如此,你也是在乞题。例如色诺克拉底想要表明“自身运动的数”是灵魂的定义,便选取“自身生命的原因”作为中项。而这些项是相互换位的:因为如果某物是灵魂,它就是自身生命的原因;如果某物是自身生命的原因,它也就是灵魂;因为它们是同一的。同样,如果某物是灵魂,它就是自身运动的数;如果某物是自身运动的数,它就是灵魂。如果某物是自身生命的原因,它就是自身运动的数,反之亦然。因为正像推导出“痛苦不属于任何快乐”的人在按照以下方式推导时是乞题一样——即“痛苦不属于任何快乐,而快乐属于一切喜悦,所以痛苦不属于任何喜悦”,因为快乐与喜悦是同一的,从而他选取了事物自身来论证自身——同样,“自身生命的原因”与灵魂也是同一的。因此,说“‘自身运动的数’属于一切作为自身生命之原因的事物”的人,所说的无非就是“‘自身运动的数’作为同一物属于灵魂”,因为自身生命的原因与灵魂是同一的。

§2.25

"Ἀλλ’ ἀληθὲς ἦν εἰπεῖν." Ἤγουν ἀληθές ἐστιν εἰπεῖν ὡς τὸ ‘ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν’ ἕπεται τῇ ψυχῇ καὶ ὑπάρχει αὐτῇ, οὐ μέντοι γε δὲ καὶ ὁρισμός ἐστιν αὐτῆς.

“然而这样说是真实的。” 也就是说,说“自身运动的数”伴随灵魂并属于灵魂是真实的,但它绝不是灵魂的定义。

§2.26

"Οὐδ’ εἰ ἔστι τὸ Α ὅπερ τι." Λαμβάνει εἰς κατασκευὴν τοῦ λεγομένου τὰς οὐσίας, διότι καὶ περὶ ὁρισμῶν ὁ λόγος ἐστίν, οὗτοι δὲ οὐσιῶν εἰσιν, οὐ συμβεβηκότων. φησὶ γοῦν· εἰ λάβοις τὸ Α ζῷον ἢ τὸν ὁρισμὸν τοῦ ζῴου, τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’, τὸ δὲ Β ἄνθρωπον ἢ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου. τὸ δὲ ὅπερ τι ἔλαβεν ἀντὶ τοῦ ‘οὐσιωδῶς’. φησὶ γοῦν· ὥσπερ τὸ ζῷον ἢ ὁ ὁρισμὸς τούτου κατηγορεῖται ὅπερ τι, ἤγουν οὐσιωδῶς κατὰ παντὸς τοῦ ἀνθρώπου ἢ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου, ἀλλ’ οὐχ οὕτως κατηγοροῦνται ὥστε ἓν εἶναι,3 ἤγουν ὥστε εἶναι τὸ ζῷον ἢ τὸν ὁρισμὸν τοῦ ζῴου ὁρισμὸν τοῦ ἀνθρώπου. Εἰ μὲν οὖν μὴ οὕτω λάβῃς ὅρους ἀντιστρέφοντας, τὸ ἐν ἀρχῇ αἰτῇ· ζητῶν γὰρ εἰ τὸ ‘ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν’ ὁρισμός ἐστι τῆς ψυχῆς, ἔλαβες πρὸ τῆς ἀποδείξεως τοῦτο ὡς ὁμολογούμενον, ὅτι τὸ Β, τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν, τὸ τί ἦν εἶναι, ἤγουν ὁρισμός ἐστι τοῦ Γ.

“即使A是某一本性存在,也并非〔如此〕。” 他选取实体来确立所讨论的内容,因为这一论述也是关乎定义的,而定义属于实体而非偶性。因此他说:如果你将A取作“动物”或动物的定义“有感觉的有生命实体”,而将B取作“人”或人的定义。而他用“某一本性存在”(ὅπερ τι)代替了“本质地”。因此他说:正如动物或动物的定义作为某一本性存在(即本质地)就全人类或人的定义被断定,但它们并不是以融为一体的方式被断定的,也就是说并不是让动物或动物的定义成为人的定义。因此,如果你不这样选取换位的诸项,你就是在乞题;因为在探求“自身运动的数”是否是灵魂的定义时,你在论证之前就已经将B(即自身生命的原因)作为公认的前提而假定为C的本质存在(即定义)了。

语法注3 条
  1. 2.23ἐν τῷ λαβεῖν καὶ τὸν μέσον ὁρισμόν

    前置词 ἐν 与带冠词不定式连用,表示手段或情境(“通过将中项也作为定义来选取”)。καί 为副词性用法(“也”),修饰 μέσον,指不仅将大项而且将中项也设定为定义。

  2. 2.24ὡς γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖται ὁ συνάγων... οὕτως τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν ταὐτόν ἐστι τῇ ψυχῇ

    相关结构 ὡς... οὕτως...(“正像……同样……”)构成类比。在前半部分中,主语 ὁ συνάγων 带有一个说明推论内容的 ὅτι 从句('ἡ λύπη οὐδεμιᾷ ἡδονῇ ἐστιν'),随后的 οὕτως 引出具体的三段论推理过程('ὅτι ἡ λύπη οὐδεμιᾷ ἡδονῇ...')。

  3. 2.26ἀλλ’ οὐχ οὕτως κατηγοροῦνται ὥστε ἓν εἶναι

    尽管前面的主语是析取单数('τὸ ζῷον ἢ ὁ ὁρισμὸς τούτου'),动词 κατηγοροῦνται 却使用了复数,这是依意义一致(constructio ad sensum),将断定的两方作为复数关系来看待。ὥστε 从句表示结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:347.24-349.2