← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§346.21-347.23

论证定义的不可能性与三段论中的乞题

本节注解亚里士多德《后分析篇》91a16,阐明若试图通过三段论论证定义,不仅大项而且包含中项的前提都必须是定义,这导致在论证前预设了待证的定义,从而陷入乞题的谬误,因此定义的论证是不可能的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21

" Εἰ γὰρ τὸ Α τοῦ Γ ἴδιον." Ἐνταῦθα τὸ ‘γὰρ’ ἢ ἀντὶ τοῦ ‘δὲ’ ληπτέον ἢ ἀντὶ τοῦ ‘δή’,1 εἰ λάβοις τὰ λήμματα ἀπηρτισμένα ἄχρι τοῦ ἀντιστρέφειν. εἰ δὲ ἄχρι τοῦ ἐν τῷ τί ἐστι κατηγορεῖται, ὀφείλεις λαβεῖν τὸ ‘γὰρ’ κατασκευαστικὸν τοῦ πρὸ αὐτοῦ. ἀλλὰ προθεωρητέον τοῦτο· εἰ μέλλει τις ἀποδεῖξαι ὡς τὸ Α ὁρισμός ἐστι τοῦ Γ διὰ μέσου τοῦ Β, ὀφείλει καὶ τὸ Α καὶ τὸ Β ὁρισμοὺς λαβεῖν. ἔστω τὸ Α ζῷον πεζὸν δίπουν, τὸ δὲ Β ζῷον λογικὸν θνητὸν καὶ τὰ λοιπά, τὸ δὲ Γ ἄνθρωπος. ἄλλως γὰρ οὐκ ἔστι δειχθῆναι τὸ Α ὁρισμὸν εἶναι τοῦ Γ, εἰ μὴ καὶ ὁ μέσος ληφθῇ ὁρισμός· ἀρχὴ γὰρ ἀποδείξεως ὁ ὁρισμός.

“因为如果A是C的固有属性。” 在此,“因为”(γάρ)要么应当理解为代替“而”(δέ),要么代替“确实”(δή),如果你认为前提命题在“换位”处就已完结的话。但如果是直到“在‘是什么’中被断定”,你就应当将“因为”理解为对前文的论证性支持。不过必须预先考察这一点:如果有人试图通过中项B证明A是C的定义,他必须将A和B都作为定义来选取。设A为“两足陆生动物”,B为“有死之理性动物”等等,C为“人”。因为在其他情况下不可能表明A是C的定义,除非中项也被作为定义来选取;因为定义是论证的本原。

§2.22

"Ταῦτα δ’ ἀνάγκη ἀντιστρέφειν." Εἰ μέλλει δειχθῆναι τόδε ὁρισμὸς τοῦδε, ταῦτα, τὰ εἰς ἀπόδειξιν αὐτοῦ μέλλοντα ληφθῆναι, ἀνάγκη ἀντιστρέφειν, ἤγουν ὁρισμοὺς εἶναι. εἰ γὰρ τὸ Α ἐστὶν ἴδιον καὶ ὁρισμὸς τοῦ Γ, δῆλον ὡς τὸ Α καὶ τοῦ Β ἔσται ὁρισμὸς καὶ τοῦτο, τὸ Β, τοῦ Γ ὁρισμός, ὥστε πάντας τοὺς ὅρους ἀντιστρέφειν καὶ ἀντικατηγορεῖσθαι. καὶ εἰ τὸ Α ἐν τῷ τί ἐστιν, ἤγουν ὁρισμός ἐστι καὶ κατηγορεῖται παντὸς τοῦ Β, καὶ τὸ Β ὡς ὁρισμὸς κατηγορεῖται τοῦ Γ, ἀνάγκη καὶ τὸ Α ἐν τῷ τί ἐστιν, ἤγουν ὁρισμὸν τοῦ Γ εἶναι. εἰ δὲ μὴ οὕτω τις διπλώσει, ἤγουν δύο λάβοι ὅρους, καὶ ἐν τῷ Α καὶ ἐν τῷ Β, οὐκ ἄν ποτε ἀποδείξῃ τὸ Α ὁρισμὸν εἶναι τοῦ Γ· ἐπὶ πάσης γὰρ ἀποδείξεως ὁ μέσος ὅρος ὁρισμὸς ληφθήσεται, ὡς μαθήσῃ. εἰ γὰρ τὸ Α ὡς ὁρισμὸς κατηγορεῖται τοῦ Β, τὸ δὲ Β οὐχ ὡς ὁρισμὸς κατηγορεῖται καθ’ ὅσων κατηγορεῖται, ἤγουν τοῦ Γ, οὐδ’ ἀπόδειξις γενήσεται τοῦ Α πρὸς τὸ Γ. ἄμφω γοῦν ταῦτα, τὸ Α καὶ Β, ὀφείλουσιν ἔχειν τὸ τί ἐστι καὶ ὁρισμούς, ἤγουν ἄμφω αἱ προτάσεις. εἰ γοῦν καὶ ἄμφω εἰσὶ τὸ τί ἐστιν, ἤγουν τὸ τί ἦν εἶναι καὶ ὁρισμοί, τὸ ἐν ἀρχῇ αἰτήσεται2 ὁ δεικνύων τὸ Α ὁρισμὸν τοῦ Γ, ὅπερ ἄτοπον. ζητῶν γὰρ ἀποδεῖξαι τὸ Α ὁρισμὸν τοῦ Γ ἐπὶ τοῦ μέσου ὅρου ἔλαβεν ὡς ὁμολογούμενον πρὸ τῆς ἀποδείξεως τὸ τί ἦν εἶναι, ἤγουν ὁρισμὸν τοῦ Γ. καὶ λοιπὸν περιττὸν τὸ δεῖξαι τὸ Α ὁρισμὸν τοῦ Γ· παντὸς γὰρ ὁριστοῦ εἷς ἐστιν ὁρισμός, ὃν ἔλαβεν ἐν τῇ ἐλάττονι προτάσει. οὐκ ἄρα ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ. Ὅλως τε, εἰ ἔστι δεῖξαι τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου.3 Ἐπὶ τούτου δέ, τοῦ Β, ἔσται ἄλλος ὁρισμὸς μέσος, τὸ ζῷον λογικόν. ὥστε ὃ ἔδει δεῖξαι, ἤγουν ὃ ἐζήτει, ἔλαβε πρὸ τῆς ἀποδείξεως εἰπὼν τὸ Β ὁρισμὸν τοῦ Γ.

“而这些必须换位。” 如果要表明这是那的定义,这些东西——即为了证明它而将要选取者——就必须换位,也就是说必须是定义。因为如果A是C的固有属性和定义,显然A也将是B的定义,而这个B也将是C的定义,从而所有的项都换位并能相互断定。并且,如果A在“是什么”中,即是定义且就全部B被断定,而B作为定义就C被断定,那么A也必然在“是什么”中,即是C的定义。但如果有人不这样作双重设定,即不把两项(在A中和在B中)都作为定义来选取,他就决不可能证明A是C的定义;因为正如你将要学到的那样,在一切论证中中项都将被作为定义来选取。因为如果A作为定义就B被断定,而B却不作为定义就它所被断定的对象(即C)被断定,那么A对于C的论证也就不会产生。总之,A和B这两者都必须具有“是什么”和定义,也就是说两个前提命题都必须如此。因此,如果两者都属于“是什么”,即属于本质和定义,那么证明A是C之定义的人就将犯下乞题的错误,这是荒谬的。因为在探求证明A是C之定义时,他在中项中于论证之前就已经将本质(即C的定义)作为公认的前提而选取了。而且此后表明A是C的定义就是多余的;因为对于每一个可定义者而言只有一个定义,而他已经在小前提中选取了这一定义。因此不存在关于定义的论证。总而言之,如果能够表明人的“是什么”即定义,在这个B中,将会有另一个中项定义即“理性动物”。从而他本该证明的东西,即他所探求的东西,他在论证之前就通过说B是C的定义而予以预设了。

语法注3 条
  1. 2.21τὸ ‘γὰρ’ ἢ ἀντὶ τοῦ ‘δὲ’ ληπτέον ἢ ἀντὶ τοῦ ‘δή’

    关于引文中的连词γάρ在句法功能上的注解。注家指出,根据对前述前提命题划分界限的不同,γάρ既可以被解释为表示转折过渡或强调(相当于δέ或δή),也可以被理解为对其前一陈述(即“在‘是什么’中被断定”)的证实/论证性说明(κατασκευαστικόν)。

  2. 2.22τὸ ἐν ἀρχῇ αἰτήσεται

    逻辑学术语“乞题”(预设论点)。未来时中动语态αἰτήσεται作为条件句(εἰ γοῦν καὶ ἄμφω εἰσὶ τὸ τί ἐστιν...)的归结主句,表示若前提皆为定义,论证者必然“将犯下乞题的错误”。

  3. 2.22Ὅλως τε, εἰ ἔστι δεῖξαι τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου

    由Ὅλως τε, εἰ ἔστι...引导的省略性条件从句结构。它设立了一个整体假设(“总而言之,如果能够证明人的定义……”),其结论并没有通过常规的归结主句紧密接合,而是在后续句子(Ἐπὶ τούτου δέ...)中具体展开,指出同样会导致预先设定待证中项的乞题后果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:346.21-347.23