- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:345.5-346.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯消解了关于“不同事物有不同论证”的整体与部分的反驳,总结了对定义与论证异同的疑难性考察(91a2–3),继而转入关于“是什么”(本质)是否存在推论的新探究,并预先确立关于推论与定义的两条基本前提(中项证明,以及定义的固有性与本质性断定)(91a12–14)。
" Ἑτέρου δὲ ἑτέρα ἀπόδειξις." Ἀπόδειξιν ἐνταῦθα τὴν γνῶσιν ἔλαβεν. εἰ γοῦν τῶν ἑτέρων καὶ διαφερόντων πραγμάτων αἱ γνώσεις ἕτεραί εἰσι, τὸ δὲ ὁριστὸν καὶ τὸ ἀποδεικτὸν ἕτερα, γινώσκεται δὲ τὸ ὁριστὸν δι’ ὁρισμοῦ τὸ δὲ ἀποδεικτὸν δι’ ἀποδείξεως, λοιπὸν καὶ ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις ἕτερα.
“不同之物有不同的论证。” 在此他把“论证”理解为“认识”。既然对于不同且有区别的事物而言,它们的认识也是不同的,而可定义者与可论证者是不同的,可定义者是通过定义被认识的,可论证者是通过论证被认识的,那么归结起来定义与论证也是不同的。
"Ἐὰν μὴ ὡς μέρος ᾖ τι." Τοῦτο λύσις ἐστὶν ἐνστάσεως. ἴσως γάρ τις ἐνέστη λέγων· ‘πῶς φὴς τῶν ἑτέρων ἑτέρας εἶναι τὰς γνώσεις; ἰδοὺ τὸ ἰσοσκελὲς καὶ τὸ τρίγωνον ἕτερα· ἀλλὰ καὶ οὕτως δι’ ἧς ἀποδείξεως γινώσκομεν ὡς τὸ τρίγωνον δύο ὀρθὰς ἔχει, δι〈ὰ τῆς〉 αὐτῆς γινώσκομεν ὡς καὶ τὸ ἰσοσκελὲς οὕτως ἔχει’. λύων οὖν τὴν ἔνστασιν φησίν· εἰ καὶ ἕτερά εἰσι ταῦτα, ἀλλ’ οὖν τὸ μὲν τρίγωνόν ἐστιν ὅλον, τὸ δ’ ἰσοσκελὲς μέρος, καὶ διὰ τοῦτο μίαν ἔχουσιν ἀπόδειξιν· τὸ γὰρ πάθος τοῦτο τῷ μὲν τριγώνῳ ὑπάρχει καθ’ αὑτό, τῷ δ’ ἰσοσκελεῖ ὡς τριγώνῳ· ταῦτα δέ, τὸ ὅτι ἔστι καὶ τί ἐστιν, οὐκ ἔχουσιν οὕτως ὡς τὸ μὲν εἶναι ὅλον τὸ δὲ μέρος. καὶ διὰ τοῦτο τὸ μὲν ὁριστὸν γινώσκομεν δι’ ὁρισμοῦ, τὸ δὲ ἀποδεικτὸν δι’ ἀποδείξεως· οὐ γὰρ ἐνδέχεται τοῦ αὐτοῦ καὶ ἑνός, τοῦ ὁριστοῦ, ἄμφω εἶναι, καὶ ἀπόδειξιν καὶ ὁρισμόν, οὔτε τὸ ἀποδεικτὸν δι’ ὁρισμοῦ καὶ ἀποδείξεως γινώσκεσθαι. οὐκ ἄρα ἡ ἀπόδειξις καὶ ὁ ὁρισμὸς οὔτε ταὐτά εἰσιν οὔτε ἕτερον περιέχεται ὑφ’ ἑτέρου· εἰ γὰρ ταὐτά, ἦσαν ἂν καὶ τὸ ὁριστὸν καὶ ἀποδεικτόν, τὰ ὑποκείμενα, ταὐτά. Ἀλλὰ ταῦτα μὲν ὅτι οὐκ εἰσὶ ταὐτά, ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις, διηπορήσθω1 οὕτως, ἤγουν διαπορητικῶς καὶ διαλεκτικῶς καὶ κοινοτέρως δεδείχθωσαν. διαπορητικὰ δὲ λέγονται τὰ κοινότερα καὶ διαλεκτικὰ ἐπιχειρήματα· ἴδιον γὰρ τοῦ διαλεκτικοῦ ἐστι τὸ διαπορεῖσθαι. οἷον εἰ πρόκειται ὡς ἡ ἡδονὴ ἀγαθόν, ἐπειδὴ δύναται ἐφ’ ἑκάτερα ἐπιχειρεῖν καὶ διὰ τῶνδε μὲν τῶν ἐπιχειρημάτων δεικνύειν ταύτην ἀγαθὸν διὰ τῶνδε δὲ οὐκ ἀγαθόν, διὰ τοῦτο ἐπαπορεῖ ἀποφήνασθαι εἴτε ἀγαθόν ἐστιν εἴτε καὶ μή.
“除非是作为某个部分。” 这是对一个异议的解答。因为或许有人会提出异议说:“你怎能说不同之物有不同的认识呢?看,等腰[三角形]与三角形是不同的;然而即便如此,我们借以认识三角形具有两直角的那个论证,正是通过同一个论证,我们也认识到等腰[三角形]同样如此。”于是他在解答异议时说:即使这些事物是不同的,但无论如何,三角形是整体,而等腰[三角形]是部分,正因如此它们拥有同一个论证;因为这一性状本质上属于三角形,而属于等腰[三角形]则是就其为三角形而言的。然而这些东西,即“存在”与“是什么”,并不处于一种是一者为整体而另一者为部分的关系中。正因如此,我们通过定义认识可定义者,而通过论证认识可论证者;因为对于同一且单一的事物(即可定义者)而言,不可能兼有论证与定义两者,可论证者也不可能通过定义与论证而被认识。因此论证与定义既非同一,也不是一者被包含在另一者之下;因为如果它们同一,作为它们基体的可定义者与可论证者也本该是同一的。不过,关于定义与论证不是同一的这些内容,权且就这样作为已探究过的问题吧,也就是权且把它们当作已以疑难式的、辩证的和更普遍的方式证明过了。更普遍的、辩证的论证被称为“疑难式的”;因为陷入疑难是辩证学家的特征。例如,如果提出“快乐是善”这一命题,鉴于他能够从两方面进行论证,既能通过这些论证表明它是善,又能通过那些论证表明它不是善,因此他在判定它是善还是不是善时便陷入疑难。
"Τοῦ δὲ τί ἐστι πότερον ἔστι συλλογισμός." Ἕτερον προθέμενος ζητῆσαι δι’ ὅλης τῆς πραγματείας,2 πρῶτον μὲν εἰ ἔστιν ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, εἶτα πῶς ἐστι δυνατὸν εἰς τὴν ἀπόδειξιν ἀνάγειν τόνδε, καὶ τότε τί ἐστιν ὁρισμός, καὶ οὕτω τίνων ἐστί, πρὸ τῆς τούτων ζητήσεως ἐζήτησεν εἰ ταὐτόν ἐστιν ὁρισμὸς καὶ ἀπόδειξις, καὶ δείξας ἕτερα ζητεῖ ὃ πρῶτον προέθετο. καὶ ἐρωτήσας, εἰ ἔστι δυνατὸν ἀποδεῖξαι ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, ἀπεκρίνατο ἢ οὐκ ἔστιν.
“至于‘是什么’,是否存在推论?” 他原打算在整部论著中探究另一些课题:首先,是否存在“这是那的定义”这样一回事;其次,如何能够将它还原为论证;然后,定义是什么,以及由此它是关于何种事物的——在对这些问题进行探究之前,他先探究了定义与论证是否同一,在表明它们不同之后,他便探究他最初打算探究的问题。在提问了是否可能论证“这是那的定义”之后,他回答说:或者这是不可能的。
"Ὁ μὲν γὰρ συλλογισμός." Πρὸ τοῦ ἐπιχειρῆσαι ζητῆσαι ὃ εἴπομεν λαμβάνει δύο λήμματα εἰς τὴν ἀπόδειξιν τοῦ προκειμένου χρήσιμα. καὶ τὸ μὲν ἓν ἕπεται τῷ συλλογισμῷ, τὸ ὅτι πᾶς συλλογισμὸς δείκνυσί τι κατά τινος διὰ μέσου τινὸς ὅρου. τὸ δὲ ἕτερον λῆμμα ἕπεται τῷ ὁρισμῷ, τὸ ὅτι τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς ἴδιον λέγεται τοῦ ὁριστοῦ καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται αὐτοῦ. ταῦτα δέ, ἤγουν τὸ ἴδιον καὶ τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, εἰ συνδράμωσι καὶ ἄμφω ἐν τῷ αὐτῷ καὶ ἑνὶ ὁρισμῷ, δύναται ἀντιστρέφειν3 καὶ ὁ ὁρισμὸς πρὸς τὸ ὁριστὸν καὶ τὸ ὁριστὸν πρὸς τὸν ὁρισμὸν καὶ ἀντικατηγορεῖσθαι ἀλλήλων. ὡς τὸ ‘ζῷον λογικὸν θνητόν’ καὶ ἴδιόν ἐστι τῷ ἀνθρώπῳ (μόνῳ γὰρ αὐτῷ ἐστι) καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται αὐτοῦ· ἐρωτηθεὶς γάρ τις, τί ἐστιν ἄνθρωπος, τὸ ζῷον λογικὸν καὶ τὰ ἑξῆς ἀποκρίνεται. τὸ δὲ γελαστικὸν ἴδιον μέν ἐστι τοῦ ἀνθρώπου καὶ ἀντικατηγορεῖται, ἀλλ’ οὐχ ὁρισμός ἐστι, διότι οὐκ ἐν τῷ τί ἐστι κατηγορεῖται. τὸ δ’ ‘οὐσία ἔμψυχος αἰσθητική’ ἐν τῷ τί ἐστι κατηγορεῖται τοῦ ἀνθρώπου, ἀλλ’ οὐχ ὁρισμός ἐστι τοῦτο διὰ τὸ μὴ εἶναι αὐτοῦ μόνον ἴδιον.
“因为推论……” 在尝试探究我们所说的问题之前,他采取了对证明当面论题有用的两个前提命题。其中一个伴随着推论,即:每一推论都通过某个中项就某物证明某物。另一个前提命题伴随着定义,即:“是什么”和定义被称为可定义者的固有属性,并在“是什么”中就其被断定。而这两者(即固有属性以及在“是什么”中被断定),如果在一个且同一的定义中兼备,那么定义与可定义者、可定义者与定义就能够换位,并能够相互断定。正如“有死之理性动物”既是人的固有属性(因为它仅属于人),又在“是什么”中就其被断定;因为当有人被问及人是什么时,他便回答“理性动物”等等。而“能笑”固然是人的固有属性且能相互断定,但它不是定义,因为它不是在“是什么”中被断定的。至于“有灵魂的有感觉实体”虽在“是什么”中就人被断定,但这不是定义,因为它并非仅为他所固有。
- 2.18διηπορήσθω
第三人称单数完成时被动命令式,作为学术论著中的过渡性惯用表达,意为“让……权且被看作已探究完毕”,用以结束前文的辩证探讨。其后并列的复数被动命令式 δεδείχθωσαν(“让它们已被证明”)作为同义解释与其对应。
- 2.19Ἕτερον προθέμενος ζητῆσαι δι’ ὅλης τῆς πραγματείας
该句的句法骨架为:Ἕτερον προθέμενος ζητῆσαι ... πρὸ τῆς τούτων ζητήσεως ἐζήτησεν εἰ ταὐτόν ἐστιν ... καὶ δείξας ... ζητεῖ ὃ πρῶτον προέθετο。Ἕτερον 是 ζητῆσαι 的宾语,统领并先行指代随后由 πρῶτον μὲν... εἶτα... καὶ τότε... καὶ οὕτω... 所列举的一连串探究论题。
- 2.20ταῦτα δέ, ἤγουν τὸ ἴδιον καὶ τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, εἰ συνδράμωσι καὶ ἄμφω ἐν τῷ αὐτῷ καὶ ἑνὶ ὁρισμῷ, δύναται ἀντιστρέφειν
前置的中性复数代词 ταῦτα(即“固有属性”与“在‘是什么’中被断定”这两者)是条件从句中复数动词 συνδράμωσι 的主语;而在归结句中,动词 δύναται 采用第三人称单数形式,与后置并列主语 καὶ ὁ ὁρισμὸς ... καὶ τὸ ὁριστόν 中紧邻的单数主语 ὁ ὁρισμός 保持一致。
