← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§343.23-345.4

可定义者与可论证者的相互排斥

注疏亚里士多德《后分析篇》90b16–90b33,论述可定义者与可论证者互相排斥、定义是不可论证的论证原理,以及论证证明主述谓关系而定义则表明实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14

" Ἔτι εἰ ὁ ὁρισμὸς οὐσίας τις γνωρισμός." Ἤγουν ἐὰν ὁ ὁρισμὸς οὐσίαν δηλοῖ, τὰ δὲ τοιαῦτα, τὰ ἀποδεικτά, οὐκ οὐσίαι εἰσὶν ἀλλὰ πάθη ἔν τινι ὑποκειμένῳ θεωρούμενα, λοιπὸν ἄρα ἡ ἀπόδειξις ὁρισμὸς οὐκ ἔστιν οὐδὲ τὸ ἀποδεικτὸν δι’ ὁρισμοῦ γινώσκεται. Ὅτι μὲν οὖν τὸ ἀποδεικτὸν οὐκ ἔστι καὶ δι’ ὁρισμοῦ εἰδέναι, δῆλον. ἀντιστρέφει δὲ πάλιν καὶ ζητεῖ, τί δὲ καὶ ὃ ἔστι δι’ ὁρισμοῦ εἰδέναι, ἤγουν τὸ ὁριστόν, καὶ δι’ ἀποδείξεως ἐστιν εἰδέναι ἢ οὔ; καὶ φησὶν εἷς μὲν δὴ λόγος καὶ περὶ τούτου ὁ αὐτός. ὡς γὰρ τὸ ἀποδεικτὸν ἐδείξαμεν μὴ εἶναι δυνατὸν δι’ ὁρισμοῦ εἰδέναι, οὕτω καὶ τὸ ὁριστὸν δειχθήσεται μὴ δυνατὸν εἶναι δι’ ἀποδείξεως γινώσκεσθαι, λαβόντες ὡς ὁμολογούμενον1 ὅτι παντὸς ἑνὸς πράγματος καθὸ ἓν μία ἐστὶν ἐπιστήμη καὶ γνῶσις, ἢ ἡ δι’ ὁρισμοῦ ἢ ἡ δι’ ἀποδείξεως. εἰ γοῦν τὸ ἐπίστασθαι τὸ ἀποδεικτόν ἐστι τὸ δι’ ἀποδείξεως γινώσκειν αὐτό, εἰ τὸ ὁριστόν ἐστι καὶ τὸ ἀποδεικτὸν ταὐτά, συμβήσεταί τι ἀδύνατον, ὅτι ὁ ἔχων τὸν ὁρισμόν, ἤγουν ὁ γινώσκων τι δι’ ὁρισμοῦ, ἐπιστήσεται αὐτὸ ἄνευ ἀποδείξεως, ὃ ἄτοπον.

“再者,如果定义是实体的某种认知手段。” 也就是说,如果定义阐明实体,而诸如此类的事物(即可论证者)并非实体,而是在某个基体中被观察到的性状,那么归结起来论证便不是定义,可论证者也不是通过定义而被认识的。由此,可论证者不能也通过定义被认知,这是清楚的。但他又反过来探究:那么,能够通过定义认知的事物(即可定义者),是否也能通过论证被认知呢?他说,关于这一点,理据也是单一且相同的。因为正如我们表明了不可能通过定义认知可论证者一样,同样也将表明可定义者不可能通过论证被认识,这是把如下一点作为公认的前提:对于每一个单一事物而言,就其为一而言,只有一种科学和认识,要么是通过定义的,要么是通过论证的。既然科学地认识可论证者就是通过论证认识它,那么如果可定义者与可论证者是同一的,就会产生一件不可能的事:拥有定义的人(即通过定义认识某物的人),将在没有论证的情况下科学地认识它,而这是荒谬的。

§2.15

"Ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων." Ἐὰν οἱ ὁρισμοί εἰσιν ἀρχαὶ τῶν ἀποδείξεων, αἱ δὲ ἀρχαὶ ἀναπόδεικτοι, λοιπὸν καὶ οἱ ὁρισμοὶ ἀναπόδεικτοι ἔσονται. εἰ δὲ οἱ ὁρισμοί εἰσιν ἀποδεικτοί, ἀνάγκη καὶ τῶν ὁρισμῶν ἕτερα λαβεῖν ἀρχοειδέστερα, εἴ γε πᾶσα ἀπόδειξις ἐξ ἀρχῶν τινων καὶ πρώτων γίνεται, καὶ τούτων ἕτερον πρότερον, καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ εἰ οὐκ ἔστι λαβεῖν ἀρχὰς διὰ τὸ ἀεὶ εὑρίσκειν ἀρχοειδέστερα, ἀναιρεῖται ἡ ἀπόδειξις καὶ οὐκ ἔσται. ἢ εἰ μέλλει εἶναι ἀπόδειξις, ἀνάγκη τὰ πρῶτα καὶ κατὰ τὴν ἀρχήν, τοὺς ὁρισμούς, εἶναι ἀναποδείκτους. καὶ εἰ ἀναπόδεικτοι οὗτοι, λοιπὸν ἄρα καὶ ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις ἕτερα. καὶ εἰ ἕτερα ταῦτα, πῶς ἔσται τὸ αὐτὸ καὶ δι’ ὁρισμοῦ εἰδέναι καὶ δι’ ἀποδείξεως; εἶτα ἐπαπορεῖ, εἰ καὶ πᾶν τὸ δι’ ὁρισμοῦ γνωστὸν οὐκ ἔστι δυνατὸν καὶ δι’ ἀποδείξεως γινώσκεσθαι, ἄρα ἔσται τι ὃ καὶ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως ἀνάγκη γινώσκεσθαι, ὡς εἶναι τὸ αὐτὸ καὶ ὁριστὸν καὶ ἀποδεικτόν; καὶ φησὶν ἢ ἀδύνατον·2 οὐ γάρ ἐστι δυνατὸν ἀπόδειξιν εἶναι τοῦ ὁριστοῦ πράγματος. ὁ μὲν γὰρ ὁρισμὸς τὸ τί ἐστι παριστᾷ καὶ τὴν οὐσίαν τοῦ πράγματος· αἱ δ’ ἀποδείξεις καὶ πᾶσαι αἱ μαθηματικαὶ ὑποτίθενται καὶ ὡς ὁμολογούμενον λαμβάνουσι τὸ τί ἐστιν, οὐ μὴν δὲ καὶ ἀποδεικνύουσιν αὐτό. αὐτίκα ἡ γεωμετρία ὡς ὁμολογούμενον λαμβάνει τὸ εἶναι σημεῖον οὗ μέρος οὐδὲν καὶ ὡς γραμμή ἐστι μῆκος ἀπλατές, καὶ ἡ ἀριθμητικὴ τὸ εἶναι μονάδα ἀρχὴν ἀριθμοῦ.

“再者,论证的诸原理。” 如果诸定义是论证的诸原理,而诸原理是不可论证的,那么诸定义也将是不可论证的。但如果诸定义是可论证的,鉴于每一论证都出自某些最初的原理,就必须采取比定义更具原理性质的别的事物,而在这些事物之前又有别的,且这将进至无限。而如果由于总是发现更具原理性质的事物而不可能获取诸原理,论证就会被取消且将不复存在。或者,如果要存在论证,那些最初的、依据原理的事物(即诸定义)就必须是不可论证的。如果这些是不可论证的,那么定义与论证便互为不同之事。而如果这两者互为不同,又怎能通过定义也通过论证认识同一事物呢?接着他进一步提出疑难:即使并非凡通过定义可知者都能通过论证被认识,那么是否会存在某种事物,它必然既通过定义又通过论证被认识,以至于同一事物既是可定义的又是可论证的呢?他说:或者这是不可能的;因为不可能存在关于可定义之物的论证。因为定义阐明“是什么”以及事物的实体;而论证以及所有的数学论证都假设并把“是什么”作为公认的前提,却绝不予以论证。例如几何学把“无部分者为点”以及“无宽度之长度为线”作为公认的前提,算术把“单位是数的原理”作为公认的前提。

§2.16

"Ἔτι πᾶσα ἀπόδειξις τὶ κατά τινος δείκνυσι." Καὶ τοῦτο ἕτερον ἐπιχείρημα δεικνύον τὸν ὁρισμὸν τῆς ἀποδείξεως ἕτερον. καὶ φησὶν ὡς πᾶσα ἀπόδειξις ἢ καταφατικὸν δείκνυσί τι ἢ ἀποφατικόν· οὐδὲν δὲ τῶν κειμένων ἐν τῷ ὁρισμῷ ἕτερον ἑτέρου ἢ κατηγορεῖται ἢ ἀποφάσκεται.3 ἐν γὰρ τῷ ‘ζῷον πεζὸν δίπουν’ οὔτε τὸ ζῷον κατὰ τοῦ δίποδος κατηγορεῖται ἢ ἀποφάσκεται, οὔτε τοῦτο κατ’ ἐκείνου. καὶ πάλιν ὁρισμὸς τοῦ τριγώνου τὸ σχῆμα ἐπίπεδον· οὔτε γοῦν τὸ σχῆμα κατὰ τοῦ ἐπιπέδου κατηγορεῖται οὔτε τοῦτο κατ’ ἐκείνου. οὐκ ἄρα ὁ ὁρισμὸς ἀπόδειξίς ἐστιν. Ἔτι ὁ μὲν ὁρισμὸς δηλοῖ τὸ τί ἐστι, ἤγουν οὐσίαν τινὸς πράγματος· ἡ δ’ ἀπόδειξις τὸ ὅτι, ἤγουν οὐσίαν οὐ παριστᾷ, ἀλλ’ ὅτι τόδε τὸ πάθος, ἤγουν τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, δείκνυσιν ὑπάρχον τῷ τριγώνῳ ἢ μὴ ὑπάρχον.

“再者,每一论证都就某物证明某物。” 这也是表明定义不同于论证的另一个论证。他说,每一论证都证明某种肯定或否定的事物;但在定义中所列出的各项中,没有任何一项相对于另一项是被断定或被否定的。因为在“两足陆生动物”中,动物既没有就两足被断定或被否定,后者也没有就前者被断定或否定。同样,三角形的定义是“平面图形”;图形既没有就平面被断定,后者也没有就前者被断定。因此定义不是论证。再者,定义阐明“是什么”,即某事物的实体;而论证阐明“是如此”,即并不展示实体,而是表明这一性状(即三个角等于两直角)属于或不属于三角形。

语法注3 条
  1. 2.14λαβόντες ὡς ὁμολογούμενον

    主格复数主动态不定过去分词 λαβόντες 在语法上并不与紧接其前的主句动词 δειχθήσεται(第三人称单数被动态)的主语一致,而是依意义指向论辩的主体(承接前文 ἐδείξαμεν 的主体),属于破格构造。

  2. 2.15καὶ φησὶν ἢ ἀδύνατον

    小词 ἤ 引出亚里士多德原文中对前述疑难的回答或否定性判定,意为“或者[这其实是]不可能的”。

  3. 2.16ἕτερον ἑτέρου ἢ κατηγορεῖται ἢ ἀποφάσκεται

    ἕτερον(中性单数主格)充当动词 κατηγορεῖται 与 ἀποφάσκεται 的主语,而 ἑτέρου(属格)则作复合动词中 κατά 与 ἀπό 所要求的属格补足语,表示“一者就另一者被断定或被否定”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:343.23-345.4