- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:342.1-343.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注解了亚里士多德《后分析篇》卷二第3章(90a38–90b13),解释了定义与三段论(尤其是第一格肯定三段论)之所以不同,是因为三段论证明属于基体的属性,而定义阐明基体的实体;并解决疑难指出,只要不同时(即非以相同视角),同一对象完全可以既通过定义又通过论证被认识。
" Ἀρχὴ δ’ ἔστω τῶν μελλόντων." Τὰ ἐχόμενα ἢ τὰ προσεχῶς ῥηθέντα νόησον,1 καὶ νοεῖται οὕτως· ἀρχὴ δὲ ἔστω τῶν μελλόντων ῥηθῆναι περὶ ὁρισμοῦ καὶ ἀποδείξεως, ἥτις ἐστὶν οἰκεία τοῖς ἐχομένοις, ἤγουν τοῖς προσεχῶς ῥηθεῖσιν, ἵνα καὶ εὐσυνάρτητος ὁ λόγος γένηται· προσεχῶς δὲ εἴρηκεν ὡς τὸ τί καὶ διὰ τί εἰσι ταὐτά. ἢ ἐχόμενα νόει τὰ προσεχῶς μέλλοντα ῥηθῆναι· ἀρχὴ γὰρ ἔστω, φησί, τῶν μελλόντων ῥηθῆναι περὶ ὁρισμοῦ καὶ περὶ ἀποδείξεως οἰκεία τοῖς προσεχῶς ῥηθησομένοις. πρὸ γὰρ τοῦ ζητῆσαι, τί ἐστιν ὁρισμὸς καὶ τίνων καὶ εἰ ἀπόδειξίς ἐστιν αὐτοῦ, ζητεῖ προσεχῶς εἰ ταὐτόν ἐστι τὸ ὁριστὸν καὶ συλλογιστὸν καὶ ὁ ὁρισμὸς καὶ συλλογισμός.
“让这作为将要讨论之事的开端。” 要么把‘接续之事物’理解为刚刚说过的那些事物,这样来理解:让这作为关于定义和论证将要讨论之事的开端,它是适合于接续之事物(即刚刚说过的那些事物)的,以便论述能够紧密衔接;而他刚才说过“是什么”与“为什么”是同一的。或者把‘接续之事物’理解为紧接着将要讨论的事物;因为他说,让这作为关于定义和关于论证将要讨论之事的开端,它是适合于紧接着将要讨论之事的。因为在探究定义是什么、是关于何物的以及是否有关于它的论证之前,他紧接着探究的是:可定义者与可推论者、定义与三段论是否同一。
"Εἶτα οὐδὲ τῶν ἐν τῷ πρώτῳ σχήματι." Δείξας, ὅτι οἱ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ ὁρισμοὶ οὐκ εἰσίν, δείκνυσιν ὅτι οὐδὲ οἱ ἐν τῷ πρώτῳ σχήματι καταφατικοὶ ὁρισμοί εἰσι, διότι ὁ μὲν συλλογισμὸς δείκνυσί τι πάθος ὑπάρχον ἔν τινι ὑποκειμένῳ, οἷον τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ὑπάρχειν τῷ τριγώνῳ· δείκνυσι δὲ τοῦτο διὰ μέσου τοῦ ‘δυσὶ ταῖς ἐφεξῆς ἴσαι εἰσίν’. ὁ δὲ ὁρισμὸς οὐ δείκνυσί τι πάθος ὑπάρχον τινὶ ὑποκειμένῳ ἀλλ’ οὐσίαν ἑνός τινος ὑποκειμένου· τρίγωνον γάρ φαμεν τὸ ὑπὸ τριῶν γραμμῶν περιεχόμενον. εἰ δέ τις εἴποι ‘πῶς φὴς τὸν ὁρισμὸν οὐσίαν δηλοῦν; δηλοῖ γὰρ καὶ συμβεβηκός· λευκὸν γάρ ἐστι χρῶμα διακριτικὸν ὄψεως’, λέγομεν ὡς καὶ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως τὸ εἶδος τοῦ λευκοῦ δηλοῖ, τὸ δὲ εἶδος φύσιν καὶ οὐσίαν σημαίνει· πᾶσα γὰρ ὕπαρξις οὐσία λέγεται. Λόγος δέ ἐστι τούτου, τοῦ εἶναι καὶ τὸν ὁρισμὸν καὶ τὴν ἀπόδειξιν ἕτερον, διότι τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ἢ τὸ ἔχειν ἀπόδειξιν,2 ἤγουν τὸ δι’ ἀποδείξεως γινώσκειν αὐτό. Ὥστ’ εἰ ἐπὶ τῶν τοιούτων, ἤγουν τῶν ἀποδεικτῶν, ἀπόδειξίς ἐστιν ἡ ταῦτα παριστῶσα, δῆλον ὡς ὁρισμὸς αὐτῶν οὐκ ἔσται, ἤγουν οὐχὶ καὶ δι’ ὁρισμοῦ αὐτὰ γνωσόμεθα· εἰ γὰρ δώσομεν τὸ ἀποδεικτὸν δι’ ὁρισμοῦ γινώσκεσθαι, ἐπίσταιτο ἄν τις τὸ ἀποδεικτὸν δι’ ὁρισμοῦ, οὐ μέντοι δι’ ἀποδείξεως, ὃ ἀδύνατον.
“进而甚至不是第一格中的那些。” 在表明了第二格和第三格中的三段论不是定义之后,他表明第一格中的肯定[三段论]也不是定义,因为三段论证明某种性状属于某个基体,例如三个角等于两直角属于三角形;并且它通过“等于两个邻角”这一中项来证明这一点。而定义并不证明某种性状属于某个基体,而是表明某个单一基体的实体;因为我们称三角形为由三条线所包围者。但如果有人说:“你怎么能说定义阐明实体呢?因为它也阐明偶性;因为白是穿透视线之颜色”,我们便回答说:作为穿透视线之颜色的白也阐明了白的形式,而形式意味着本性和实体;因为一切实在都被称为实体。而这一定义与论证互为不同之事的原由在于,科学地认识可论证者不是别的,而就是拥有论证,即通过论证认识它。因此,如果在这些事物(即可论证者)上,阐明它们的是论证,那么显然将不会有关于它们的定义,即我们也不会通过定义认识它们;因为如果我们承认可论证者通过定义被认识,那么某人就可能通过定义科学地认识可论证者,却不通过论证,而这是不可能的。
"Οὐδὲν γὰρ κωλύει μὴ ἅμα." Τοῦτο λύσις ἐστὶν ἐνστάσεως καὶ ἀπορίας. ἴσως γάρ τις ἐζήτησεν, ἆρά γε οὐκ ἔστι δυνατὸν τὸ αὐτὸ γνῶναι καὶ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως. λύων γοῦν τὴν ἀπορίαν φησίν· οὐδὲν γὰρ κωλύει ἔχειν τοῦ αὐτοῦ καὶ ἑνὸς γνῶσιν καὶ δι’ ὁρισμοῦ καὶ 〈δι’〉 ἀποδείξεως, ἀλλ’ οὐχ ἅμα, ἤγουν ὡσαύτως, ἀλλὰ κατ’ ἄλλον καὶ ἄλλον λόγον.3 εἰ γὰρ ἔκλειψις καὶ ἐν τῇ σελήνῃ θεωρεῖται, ἀλλ’ οὖν δυνάμεθα ταύτην χωρίσαι αὐτῆς καὶ ἐν ἐπινοίᾳ μόνῃ αὐτὴν καθ’ αὑτὴν λαβεῖν· ἣν καὶ δι’ ὁρισμοῦ γνωσόμεθα ὡς ἔστιν ἀντίφραξις ὑπὸ γῆς. εἰ δὲ θεωροῦμεν τὴν ἔκλειψιν ἐν τῇ σελήνῃ, ἀποδείξομεν ταύτην ὑπάρχειν τῇ σελήνῃ δι’ ἀποδείξεως. ὡσαύτως καὶ τὸ ἰσόπλευρον τρίγωνον ἔστι καὶ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως γνῶναι, ἀλλ’ ἄλλως καὶ ἄλλως. δι’ ὁρισμοῦ μέν, ὅταν εἴπω ‘ἰσόπλευρόν ἐστι τρίγωνον τὸ ὑπὸ τριῶν ἴσων πλευρῶν συγκείμενον’. ἔστι δὲ καὶ ἀποδεικτικῶς δεῖξαι τοῦτο, ὡς ἔχει τὰς τρεῖς πλευρὰς ἴσας, οὕτως· ὅταν δύο κύκλοι διὰ τῶν κέντρων περιαχθέντες τέμνωσιν ἀλλήλους καὶ τὴν αὐτὴν διάμετρον ἔχωσι, τότε τὸ ἐκ τῆς διαμέτρου συγκείμενον τρίγωνον καὶ τῶν δύο εὐθειῶν τῶν ἀπὸ τῆς ἁφῆς ἀχθεισῶν ἄχρι τῶν κέντρων ἰσόπλευρόν ἐστιν· αἱ γὰρ ἀπὸ τοῦ κέντρου ἐκβαλλόμεναι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν. Ἔστι δὲ πιστώσασθαι καὶ βεβαιῶσαι τοῦτο καὶ δι’ ἐπαγωγῆς· οὐδὲ γὰρ πώποτε δι’ ὁρισμοῦ ἔγνωμέν τι τῶν ὑπαρχόντων ἔν τινι καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, ἤγουν τι τῶν ἀποδεικτῶν· καθ’ αὑτὸ γάρ ἐστι τῇ σελήνῃ τὸ σφαιρικὸν σχῆμα, κατὰ συμβεβηκὸς δὲ τὸ ἐκλείπειν.
“因为只要不同时,便没有任何妨碍。” 这是对一个异议和疑难的解答。因为或许有人问:难道不可能既通过定义又通过论证认识同一事物吗?于是他在解决这一疑难时说:既通过定义又通过论证拥有对同一且单一事物的认识是没有任何妨碍的,但不是同时(即以相同的方式),而是依据不同的理据。因为亏食即使也是在月亮中被观察到的,但我们仍然能够将它从月亮中分离出来,仅仅在思维中就其自身来把握它;而我们也将通过定义认识它,即它是被地球所遮蔽。但如果我们观察月亮中的亏食,我们将通过论证证明它属于月亮。同样,等边三角形也是既可以通过定义又可以通过论证来认识的,但方式各不相同:通过定义,是指当我说“等边三角形是由三条相等之边构成的三角形”时;但也可以通过论证证明这一点,即它具有三条相等的边,如下所示:当通过诸圆心画出的两个圆相互相交且具有相同直径时,由该直径以及从交点引至诸圆心的两条直线构成的三角形是等边的;因为从圆心引出的直线彼此相等。并且也可以通过归纳来确证并巩固这一点;因为我们从来未曾通过定义认识过以自身或偶性属于某物的任何事物,即可论证的任何事物;因为球形是自身属于月亮的,而发生亏食则是作为偶性属于月亮的。
- 2.11Τὰ ἐχόμενα ἢ τὰ προσεχῶς ῥηθέντα νόησον
关于亚里士多德原文中的“接续之事物”(τοῖς ἐχομένοις),斐洛庞努斯给出了两种句法与语义解读:其一指前文刚讲过的“‘是什么’与‘为什么’同一”(90a31);其二指下文紧接着要探讨的事项(定义与三段论是否同一)。句法上,句首宾格短语“Τὰ ἐχόμενα”是倒置于动词祈使语气“νόησον”之前的直接宾语,而由“ἢ”(与下文“ἢ ἐχόμενα νόει ...”呼应,表“要么……要么……”)引出宾语补足语“τὰ προσεχῶς ῥηθέντα”作为第一种解释。
- 2.12διότι τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ἢ τὸ ἔχειν ἀπόδειξιν
其句法骨架为固定的习惯句式“οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ἢ ...”(不是别的,正是…… / 无非是……),其中“ἀλλ’ ἤ”引导排他性的补足成分(“除……之外”)。主语是带冠词不定式短语“τὸ ἐπίστασθαι τὸ ἀποδεικτόν”,表语是“τὸ ἔχειν ἀπόδειξιν”。
- 2.13ἀλλ’ οὐχ ἅμα, ἤγουν ὡσαύτως, ἀλλὰ κατ’ ἄλλον καὶ ἄλλον λόγον
这是注解者对亚里士多德引文“μὴ ἅμα”(非同时)的阐释。斐洛庞努斯没有将“ἅμα”单纯理解为时间上的同时,而是将其转述为“ὡσαύτως”(以相同方式)以及“κατ’ ἄλλον καὶ ἄλλον λόγον”(依照不同的理据/视角),从而将其确立为视角或方式上的区分。
