← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§340.13-341.34

可感与可知对象的同一性及定义与论证的区分

斐洛庞奴斯以月食为例阐明可感对象与可知对象在基体上是同一的,进而转向讨论定义与论证的关系以及二者的严格区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8

" Ἐκ γὰρ τοῦ αἰσθάνεσθαι καὶ τὸ καθόλου." Τοῦτο λύσις ἐστὶν ἐνστάσεως. ἴσως γάρ τις ἠπόρησεν, εἰ ἡ ἔκλειψις τῆς σελήνης ἐστὶ πρᾶγμα ἐπιστητόν, τὸ δὲ ἐπιστητὸν καὶ αἰσθητόν εἰσιν ἕτερα, ὡς καὶ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις, πῶς τὴν ἔκλειψιν ἐπιστητὴν οὖσαν1 φῂς εἶναι καὶ αἰσθητήν; φησὶν οὖν· οὐ λέγω τὴν καθόλου ἔκλειψιν τὴν ἀεὶ γινομένην διὰ τὴν ἀντίφραξιν αἰσθητήν, ἀλλ’ αἰσθητὴν λέγω ἔκλειψιν ἣν νῦν ὁρῶ γινομένην. ἐκ γὰρ τοῦ αἰσθάνεσθαι, ἤγουν τῆς αἰσθήσεως, καὶ τοῦ πολλάκις ἰδεῖν τοῦτο γινόμενον ἐπισυνάγεται ἡμῖν ἡ τοῦ καθόλου εἴδησις. ἡ μὲν γὰρ ὅρασις ὁρᾷ ὅτι νῦν ἀντιφράττεται ἡ σελήνη καὶ ἐκλείπει· ἐκ δὲ τούτου τοῦ μερικοῦ, ὃ πολλάκις εἴδομεν γινόμενον, ἐπεγένετο ἡμῖν ἡ καθόλου ἐπιστήμη, ἤγουν ὅτι πᾶσα ἔκλειψις τῆς σελήνης καὶ ἀεὶ γίνεται διὰ τὸν λόγον τῆς ἀντιφράξεως.

“因为由感知也[产生]普遍者。” 这是对一个异议的解答。因为或许有人提出疑难:如果月食是可知的事物,而可知的事物与可感的事物是不同的,正如知识与感觉是不同的一样,那么你怎么能说亏食既是可知的又是可感的呢?因此他说:我并不是说由于遮蔽而恒常发生的普遍亏食是可感的,而是说我现在看到的正在发生的亏食是可感的。因为从感知(即感觉)以及多次看到此事发生,我们便汇集了关于普遍者的认识。因为视觉看到的是月亮现在被遮蔽并亏食;而由我们多次看到发生的这一个别事例,在我们心中产生了普遍的科学知识,即月亮的一切亏食、并且恒常地都是由于遮蔽的原由而发生的。

§2.9

"Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι." Τουτέστιν οὕτως λέγω τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν ταὐτὰ ὥσπερ καὶ τὸ τί ἐστι καὶ τὸ διὰ τί ταὐτά. ὡς γὰρ τὸ τί καὶ τὸ διὰ τί ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ τῷ δὲ λόγῳ καὶ τῷ τρόπῳ τῆς χρήσεως ἕτερα, ὡς ἐπὶ τῆς ἐκλείψεως ἔστιν ἰδεῖν καὶ ἄμφω θεωρούμενα (εἰ γὰρ τὴν ἔκλειψιν λάβοις αὐτὴν καθ’ αὑτήν, γνοίης ἂν τὴν φύσιν αὐτῆς διὰ τοῦ τί ἐστιν· εἰ δὲ θεωρεῖς ταύτην ἐν τῇ σελήνῃ ὑπάρχουσαν, δεικνύεις τοῦτο διὰ τοῦ διὰ τί μέσον λαβὼν ὅρον τὴν ἀντίφραξιν), οὕτως καὶ τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν ταὐτά εἰσι τῷ ὑποκειμένῳ τῷ δὲ λόγῳ ἕτερα. ἄμφω γὰρ ἐπὶ τοῦ ἐκλείπειν τὴν σελήνην θεωροῦνται· τὸ γοῦν ἐκλείπειν τὴν σελήνην αἰσθητὸν μὲν γίνεται, εἰ λάβοις τὴν νῦν γινομένην ἔκλειψιν, ἐπιστητὸν δέ, εἰ τὴν καθόλου καὶ ἀεὶ γινομένην. τοῦτο δέ, ἤγουν τὸ ταὐτὰ εἶναι τὸ τί καὶ διὰ τί, εἴτε λάβῃς2 τι τῶν ἁπλῶς θεωρουμένων καὶ μὴ ὑπαρχόντων ἐν ἑτέρῳ, ἤγουν τῶν καθ’ αὑτὸ ὑφεστώτων, ὡς ὁ νοῦς καὶ ἡ ψυχή, εἴτε λάβῃς τι τῶν ὑπαρχόντων ἐν ἄλλῳ καὶ θεωρουμένων, ὡς ἡ ἔκλειψις ἐν τῇ σελήνῃ καὶ τὸ δύο ὀρθαὶ ἐν τῷ τριγώνῳ, ἤγουν τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ὡσαύτως καὶ τὸ μεῖζον καὶ ἔλαττον ἐν τῷ τριγώνῳ· αἱ γὰρ δύο πλευραὶ μείζους εἰσὶ τῆς μιᾶς.

“正如我们所说,知道是什么。” 这就是说:我说可感者与可知者同一,正如“是什么”与“为什么”同一一样。因为正如“是什么”与“为什么”在基体上同一,但在定义和使用的方式上不同,正如在月食上可以看到这两者都被观察到那样(因为如果你独立就亏食自身来考量它,你就会通过‘是什么’认识它的本性;但如果你观察到它属于月亮,你就会将遮蔽作为中项,通过‘为什么’来证明这一点),同样,可感者与可知者在基体上也是同一的,但在定义上不同。因为两者都在月亮发生亏食上被观察到:如果你取现在正在发生的亏食,月亮亏食就成为可感者;如果你取普遍且恒常发生的亏食,它就成为可知者。而这一点,即“是什么”与“为什么”是同一的,无论你取那些单纯被考察而不存在于他物之中的事物(即自立存在的事物,如理智和灵魂),还是取那些存在于他物之中并被考察的事物(如月亮中的亏食,以及三角形中的‘两直角’,即三个角等于两直角),[都是成立的]。同样三角形中的大与小也是如此;因为任意两边都大于第三边。

§2.10

"Ὅτι μὲν οὖν πάντα τὰ ζητούμενα μέσου ζήτησις." Δείξας, ὅτι καὶ τὰ τέσσαρα ζητήματα περὶ τοῦ μέσου ζητοῦσι, ζητεῖ καὶ περὶ τοῦ ὅρου, εἰ δυνατόν ἐστιν ἀποδείκνυσθαι ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, καὶ τίς ὁ τρόπος τῆς ἀναγωγῆς, ἤγουν καὶ πῶς ἀνάγονται εἰς τὴν ἀπόδειξιν, καὶ τί ἐστιν ὅρος, καὶ τίνων ἐστὶν ὁρισμός. πρὸ δὲ τοῦ ζητῆσαι περὶ τούτων ὧν εἴπομεν3 διαπορεῖ πρῶτον εἰ ταὐτόν ἐστιν ὁρισμὸς καὶ ἀπόδειξις καὶ ὁριστὸν καὶ ἀποδεικτόν. ζητήσειε δ’ ἄν τις, εἰ περὶ τῶν ζητημάτων ἐζήτει καὶ τοῦ μέσου, τίνος χάριν μετέπεσεν εἰς τὸ ζητεῖν περὶ ὁρισμοῦ καὶ ὁριστοῦ καὶ ἀποδείξεως καὶ ἀποδεικτοῦ εἰ ταὐτά εἰσιν ἢ ἕτερα. καὶ φαμέν, ὡς ἐπειδὴ προσεχῶς εἴρηκε τὸ τί καὶ διὰ τί ταὐτόν, δηλοῖ δὲ τὸ τί ἐστι τὸν ὁρισμόν, τὸ δὲ διὰ τί τὴν ἀπόδειξιν, ἵνα μὴ τις ὑπολάβῃ ταὐτὸν εἶναι τὸν ὁρισμὸν καὶ τὴν ἀπόδειξιν, τούτου χάριν ἠναγκάσθη διαφορὰν δοῦναι πρῶτον τούτων. ἀνέδραμε δὲ εἰς τὸ καθολικώτερον, εἰς τὸν συλλογισμόν. εἰ γὰρ δείξει ὡς ὁ ὁρισμὸς καὶ ὁ συλλογισμός εἰσιν ἕτερα καὶ τὸ ὁριστὸν καὶ τὸ συλλογιστόν, ἀνάγκη λοιπὸν καὶ τὴν ἀπόδειξιν καὶ τὸν ὁρισμὸν ἕτερα εἶναι καὶ τὸ ὁριστὸν καὶ τὸ ἀποδεικτόν· εἶδος γὰρ τοῦ συλλογισμοῦ ἡ ἀπόδειξις. ἐρωτήσας γοῦν καὶ ἀπορήσας εἰ ἐστι δυνατὸν τὸ αὐτὸ καὶ ἓν καὶ δι’ ὁρισμοῦ εἰδέναι καὶ δι’ ἀποδείξεως, ὡς εἶναι τὸ αὐτὸ ἅμα καὶ ὁριστὸν καὶ ἀποδεικτόν, ἐπάγει τὴν ἀπόκρισιν ‘ἢ ἀδύνατον τοῦτο’. καὶ συλλογίζεται ἐν πρώτῳ σχήματι οὕτως· ὁ ὁρισμὸς τὸ τί ἐστι σημαίνει· πᾶν δὲ τὸ τί ἐστι καθόλου καὶ κατηγορικόν· πᾶς ἄρα ὁρισμὸς καθόλου καὶ κατηγορικός. οὐ πάντες δὲ οἱ συλλογισμοὶ καθόλου καὶ κατηγορικοί εἰσιν· οἱ γὰρ ἐν τῷ δευτέρῳ σχήματι ἀποφατικοί εἰσιν, οἱ δὲ ἐν τῷ τρίτῳ μερικοί. συλλογίζεται δὲ ἐν δευτέρῳ σχήματι οὕτως· πᾶν τὸ τί ἐστιν, ἤγουν ὁ ὁρισμὸς καθόλου καὶ κατηγορικός ἐστιν· οὐ πᾶς δὲ συλλογισμὸς καθόλου καὶ κατηγορικός ἐστιν· οὐ πᾶς ἄρα συλλογισμὸς τὸ τί ἐστι δηλοῖ.

“因此,所有被探究之物都是对中项的探究这一点。” 在表明了四种探究课题也是关于中项进行探究之后,他也探讨关于定义的问题:是否可能论证“这就是这个的定义”,以及还原的方式是什么(即它们如何被还原为论证),定义是什么,以及定义是关于哪些事物的。但在探究我们所说的这些问题之前,他首先提出疑难:定义与论证、可定义者与可论证者是否同一。或许有人会问:既然他是在探究那些探究课题以及中项,为什么转而探究定义与可定义者、论证与可论证者是同一还是不同呢?我们回答说:因为他刚才说过“是什么”与“为什么”是同一的,而“是什么”指示定义,“为什么”指示论证,为了防止有人认为定义与论证是同一的,因此他不得不首先给出它们之间的区别。于是他诉诸更普遍者,即三段论。因为如果他表明定义与三段论是不同的,可定义者与可推论者也是不同的,那么此后论证与定义必然也是不同的,可定义者与可论证者亦是不同的;因为论证是三段论的一种。因此,在询问并提出疑难“是否可能通过定义和通过论证认识同一且单一的事物,以致同一事物同时既是可定义的又是可论证的”之后,他引出了回答:“或者这是不可能的”。他在第一格中推论如下:定义指示是什么;每一个“是什么”都是全称且肯定的;所以每一个定义都是全称且肯定的。但并非所有三段论都是全称且肯定的;因为第二格中的三段论是否定的,而第三格中的三段论是特称的。他在第二格中推论如下:每一个“是什么”(即定义)都是全称且肯定的;但并非每一个三段论都是全称且肯定的;所以并非每一个三段论都阐明是什么。

语法注3 条
  1. 2.8ἐπιστητὴν οὖσαν

    宾格分词 οὖσαν 与其表语 ἐπιστητήν 一起作修饰 τὴν ἔκλειψιν 的让步副词性分词(“亏食尽管是可知的事物”)。其后的不定词短语 εἶναι καὶ αἰσθητήν 构成由 φῂς 引领的宾格不定式结构。

  2. 2.9τοῦτο δέ, ἤγουν τὸ ταὐτὰ εἶναι τὸ τί καὶ διὰ τί, εἴτε λάβῃς

    开头的 τοῦτο δέ 带有同位语从句 ἤγουν τὸ ταὐτὰ εἶναι... 作为主题提出,但随后仅接并列条件从句(εἴτε λάβῃς... εἴτε λάβῃς...),主节动词(如 συμβαίνει 或 ἀληθές ἐστιν)被省略,构成破格句(anacoluthon)。

  3. 2.10περὶ τούτων ὧν εἴπομεν

    关系代词 ὧν 本为动词 εἴπομεν 的直接宾语(原应为宾格 ἅ),但受到其先行词 τούτων 的属格吸引(关系代词的格吸引,attractio relativi)而变为属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:340.13-341.34