- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:339.17-340.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯解释了亚里士多德之所以以亏食和协和等受动状态为例,是因为在单纯实体中无法取得中项;他阐明“是什么”与“为什么”在基体上同一,并通过关于月食感知的反事实假设论证了探究无非就是寻找中项。
ἄλλως τε γνοὺς καὶ αὐτὸς ὡς ἀδύνατόν ἐστιν ἐπὶ τῶν ἁπλῶν οὐσιῶν, νοῦ τε καὶ ψυχῆς, μέσον ὅρον ληφθῆναι, τούτου χάριν παραδείγματα ἔλαβε καὶ τῶν τεσσάρων πάθη τινὰ καὶ γυμνάζει τὸν λόγον ἐπ’ αὐτῶν, ἔνθα καὶ δείκνυσι τὸ αὐτὸ εἶναι τὸ τί ἐστι καὶ τὸ διὰ τί. εἰ γὰρ καὶ ἕτερά εἰσι τὸ τί ἐστι καὶ τὸ διὰ τί, καθὸ τὸ μὲν ζητεῖται ἐπὶ ἁπλοῦ τὸ δὲ ἐπὶ συνθέτου, ἀλλὰ ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ τρόπῳ τῆς χρήσεως ἕτερα.1 ἐν μὲν γὰρ ἐκλείψει πάθει οὔσῃ τῆς σελήνης θεωρεῖται καὶ τὸ τί καὶ τὸ διὰ τί. χρώμεθα δὲ τούτοις, τῷ τί καὶ τῷ διὰ τί, ἄλλως καὶ ἄλλως. εἰ μὲν λάβωμεν τὴν ἔκλειψιν αὐτὴν καθ’ αὑτήν, ζητοῦμεν τί τὸ αἴτιον τῆς ἐκλείψεως, καὶ φαμὲν στέρησις φωτὸς τῆς σελήνης ὑπὸ ἀντιφράξεως τῆς γῆς. εἰ δὲ ζητοῦμεν εἰ ἡ ἔκλειψις ὑπάρχει τῇ σελήνῃ, ἤγουν διὰ τί ὑπάρχει, λαμβάνομεν μέσον ὅρον τὸ τί ἔστιν, ἤγουν τὴν στέρησιν τοῦ φωτὸς τῆς σελήνης τὴν γινομένην ὑπὸ τῆς ἀντιφράξεως τῆς γῆς. ὡσαύτως καὶ ἡ συμφωνία πάθος ἐστὶν ἐν ὀξεῖ φθόγγῳ καὶ βαρεῖ θεωρούμενον. πλὴν εἰ μὲν ζητεῖς τί ἐστι συμφωνία, ἐρεῖς λόγος ἀριθμῶν ἐν ὀξεῖ καὶ βαρεῖ. * * * * λόγος δέ ἐστιν ἐν ἀριθμοῖς θεωρούμενος ὁ ἐπίτριτος, ὁ ἡμιόλιος καὶ ὁ διὰ πασῶν. διὰ πασῶν δὲ λέγω τὸν διπλασίονα λόγον, ὅταν ὁ βαρὺς φθόγγος δὶς περιέχῃ τὸν ὀξύν. τὸν ἐπίτριτον δὲ ἔχει λόγον, ὅταν ὅλον ἔχῃ τὸν ὀξὺν καὶ τὸ τρίτον αὐτοῦ. Ὅτι δέ ἐστι τοῦ μέσου ἡ ζήτησις, δῆλόν ἐστι καὶ ἀπ’ αὐτῆς τῆς ἐναργείας, ἤγουν τῆς αἰσθήσεως. ἐπὶ γὰρ τῶν ἐπιστητῶν πραγμάτων (ἐπιστητὸν δέ φημι τὸ τὴν σελήνην ἐκλείπειν), ἐφ’ ὅσων τὸ μέσον αἴτιον 〈οὐκ〉 ἔστιν αἰσθητόν, ἤγουν διὰ τῆς αἰσθήσεως γνωριζόμενον, ζητοῦμεν ἐπὶ τούτων,2 ἐὰν ἔστι τι αἴτιον τῆς ἐκλείψεως, ὡς πόρρω κατοικοῦντες τῆς σελήνης καὶ διὰ τοῦτο μὴ ᾐσθημένοι καὶ ὁρῶντες τὸ αἴτιον ταύτης· οὐ γὰρ ὁρῶμεν πῶς ἡ σελήνη ἀντιφράττεται καὶ παρεμποδίζεται ὡς μὴ δέχεσθαι τὰς τοῦ ἡλίου ἀκτῖνας. εἰ δ’ ἦμεν ἐπὶ τῆς σελήνης, ὡρῶμεν ἂν3 πῶς ἀντιφράττεται ὑπὸ τῆς γῆς, καὶ οὕτως οὐκ ἂν ἐζητοῦμεν εἰ γίνεται ἡ ἔκλειψις ἢ μή, ἀλλ’ ἅμα δῆλον ἂν ἦν, ἤγουν ἅμα τῷ ἰδεῖν, πῶς ἐμπεσοῦσα τῷ κώνῳ ἀντιφράττεται καὶ παρεμποδίζεται δέχεσθαι τὰς τοῦ ἡλίου ἀκτῖνας, ἐγνωρίζομεν ἂν καὶ τὸ αἴτιον.
此外,他自己也认识到,在单纯实体(即理智和灵魂)中不可能取得中项,因此他把某些受动状态作为全部四种[探究课题]的例子,并在它们上面展开论述,在那里他也表明了“是什么”与“为什么”是同一的。因为纵使“是什么”与“为什么”有所不同(就前者是针对单纯事物被探究,而后者是针对复合事物被探究而言),然而它们在基体上是同一的,只是在使用的样态上不同。因为在作为月亮之受动状态的亏食中,“是什么”和“为什么”两者都被观察到。而我们以不同的方式使用这两者,即“是什么”与“为什么”。如果我们独立地就亏食自身来考量它,我们探究亏食的原因是什么,并且回答说:因大地的遮蔽而造成的月光的剥夺。但如果我们探究亏食是否属于月亮(即为什么属于它),我们就将“是什么”(即因大地的遮蔽而产生的月光的剥夺)作为中项来取得。同样,协和音也是在高音和低音中被观察到的受动状态。然而,如果你探究协和音是什么,你就会说:高音和低音中的数之比例。* * * * 而在数中被观察到的比例有四三比、三二比以及八度。我所谓的八度是指双倍比,即低音两次包含高音之时。当[低音]包含整个高音及其三分之一时,它就具有四三比。而探究是关于中项的[探究],这也从显明的事实本身(即从感觉)显而易见。因为在可知的事物中(所谓可知的事物,我是指月亮发生亏食),在其中项原因〈不〉是可感(即可通过感觉被认识)的那些事物中,我们探究在这些事物中是否存在亏食的某种原因,因为我们居住在远离月亮之处,并因此未曾感知到也看不到它的原因;因为我们看不到月亮是如何被遮蔽并受阻以致无法接收太阳光线的。但如果我们位于月亮之上,我们就会看到它是如何被大地遮蔽的,从而我们就不会探究亏食是否发生,而是在〔看到〕的同时就会清楚——即在看到它落入圆锥[阴影]中如何被遮蔽并受阻无法接收太阳光线的同时,我们也会认识其原因。
- 2.7ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ τρόπῳ τῆς χρήσεως ἕτερα
与格 τῷ ὑποκειμένῳ 与 τῷ τρόπῳ 为限定与格(方面与格)。它们表明“是什么”(本质)与“为什么”(原因)就其实质所指的事实(基体)而言是完全同一的,只是在使用或处理的方式(作为定义还是作为论证的中项)上有所区分。
- 2.7ἐφ’ ὅσων τὸ μέσον αἴτιον 〈οὐκ〉 ἔστιν αἰσθητόν... ζητοῦμεν ἐπὶ τούτων
由 ἐφ’ ὅσων 引导的关系从句与主句中的 ἐπὶ τούτων 相互照应。校勘添加的否定词 〈οὐκ〉 在结构和逻辑上均属必需,因为唯有当中项原因无法通过感觉直接被感知时,才会产生探究“是否存在原因”的必要。
- 2.7εἰ δ’ ἦμεν ἐπὶ τῆς σελήνης, ὡρῶμεν ἂν... καὶ οὕτως οὐκ ἂν ἐζητοῦμεν... ἀλλ’ ἅμα δῆλον ἂν ἦν... ἐγνωρίζομεν ἄν
这是一个使用未完成过去时直陈式构成的现在反事实条件句(条件从句 εἰ ἦμεν,主句则由 ὡρῶμεν ἄν、οὐκ ἂν ἐζητοῦμεν、δῆλον ἂν ἦν 与 ἐγνωρίζομεν ἄν 等并列构成)。末尾的 ἐγνωρίζομεν ἄν 与前面的 ἅμα δῆλον ἂν ἦν 在逻辑上紧密呼应,表明如果我们在月球上直观看到大地的阴影,感知到事实与认识到原因将同时完成,从而不再存在探究的余地。
