← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§32.8-34.3

前提与断言的定义及证明前提的特征

注解亚里士多德《后分析篇》72a8–72a12,阐述前提、断言、矛盾对立与对当的定义及其层级包摄关系,并论述证明前提与辩证前提的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33

" Πρότασις δ’ ἐστὶν ἀποφάνσεως τὸ ἕτερον μόριον, ἓν καθ’ ἑνός." Ἐπειδὴ ὅλως ἐμνήσθη προτάσεως, βούλεται ἀναμνῆσαι ἡμᾶς τὰ σημαινόμενα τῆς τε προτάσεως καὶ τῆς ἀποφάνσεως καὶ ἀντιφάσεως. καὶ λέγει ταὐτὰ ἅπερ καὶ ἐν ἄλλοις εἶπε περὶ αὐτῶν. ἔστιν οὖν, φησί, πρότασις τῆς ἀποφάνσεως τὸ ἕτερον μόριον· κοινότερον γὰρ ἡ ἀπόφανσις· κατά τε γὰρ καταφάσεως καὶ ἀποφάσεως λέγεται. ἐπεὶ οὖν ἀόριστόν τι καθ’ αὐτὸ ἡ ἀπόφανσις, καλῶς προσέθηκε τὸ ἕτερον μόριον, τουτέστιν ἢ τὸ καταφατικὸν ἢ τὸ ἀποφατικόν. τὸ δὲ ἓν καθ’ ἑνὸς προσέθηκεν, ἐπειδή, ὡς εἴρηται καὶ ἐν τῷ Περὶ ἑρμηνείας, δεῖ τὰς πρὸς ἀπόδειξιν παραλαμβανομένας προτάσεις μὴ ὁμωνύμους παραλαμβάνειν τοὺς ὅρους,1 ὅπερ τῶν σοφιστῶν ἴδιον, ἀλλ’ ἕνα τῷ σημαινομένῳ τοῦ ὑποκειμένου καὶ τοῦ κατηγορουμένου ἢ καταφάσκειν ἢ ἀποφάσκειν. δῆλον δὲ καὶ ἐκεῖνο, ὅτι ἀπόφανσις καὶ πρότασις καὶ πρόβλημα καὶ τὰ λοιπὰ τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσιν, σχέσει δὲ μόνον διαφέρουσιν· ἡ γὰρ ἀπόφανσις, ὅταν γένηται μέρος συλλογισμοῦ, πρότασις καλεῖται.

“前提是断言的一个组成部分,是一者关于一者的表述。” 既然他泛泛地提到了前提,他就想要提醒我们注意前提、断言以及矛盾对立的含义。并且他谈到关于它们的事情,与他在其他著作中所说的完全相同。因此,他说,前提是断言的一个组成部分;因为断言是更为普遍的,它既针对肯定而言,也针对否定而言。既然断言就其自身而言是某种不确定的东西,他就恰当地加上了“一个组成部分”,也就是要么是肯定的,要么是否定的。而他之所以加上“一者关于一者”,是因为正如在《解释篇》中也已经说过的,用于证明的前提必须不容纳同名异义的词项——这是诡辩家的特征——而必须在主项和谓项的意义上肯定或否定一个事物。同样显明的是,断言、前提、论题以及其余各项,在承载的基体上是相同的,只是在关系上有所不同;因为断言一旦成为推论的组成部分,就被称为前提。

§1.34

"Διαλεκτικὴ μὲν ἡ ὁμοίως λαμβάνουσα ὁποτερονοῦν, ἀποδεικτικὴ δὲ ἡ ὡρισμένως θάτερον, ὅ τι ἀληθές." Ὁ μὲν γὰρ ἀποδεικτικὸς οὐχ ὁμοίως λήψεται ὁποτερονοῦν τῶν μορίων τῆς ἀντιφάσεως ἀλλὰ μόνον τὸ ἀληθές, κἂν μηδενὶ δοκῇ μηδ’ εἴη ἔνδοξον· ὁ μέντοι διαλεκτικὸς ἐφ’ ἑκάτερα χρώμενος τοῖς λόγοις λήψεται ὁποτερονοῦν μόριον τῆς ἀντιφάσεως, κἂν μὴ ἀληθὲς ᾖ ἀλλ’ ἔνδοξον κἂν μόνῳ τῷ προσδιαλεγομένῳ δοκοῦν.2 διὰ τοῦτο ἐπὶ μὲν τοῦ διαλεκτικοῦ εἶπε τὸ ὁποτερονοῦν, ἐπὶ δὲ τοῦ ἀποδεικτικοῦ 〈τὸ〉 θάτερον, ὅ τι ἂν ᾖ ἀληθές.

“辩证的前提是无差别地选取任一部分的,而证明的前提则是确定地选取真的一方的。” 因为从事证明的人不会无差别地选取矛盾对立的任一部分,而只会选取真的那一部分,即使它不被任何人认可,也不是普遍接受的意见;然而,将论辩用于正反双方的辩证家则会选取矛盾对立的任一部分,哪怕它不是真的而是普遍接受的,甚至哪怕它仅仅被对话者一方认可。正因如此,他对于辩证家说的是“任一部分”,而对于从事证明的人说的则是“真的一方”。

§1.35

"Ἀπόφανσις δὲ ἀντιφάσεως ὁποτερονοῦν μόριον." Σκόπει πῶς ἐκ τῶν μερικωτέρων ἐπὶ τὰ καθολικώτερα προῆλθεν, ἐκ τῆς προτάσεως εἰς τὴν ἀπόφανσιν, ἐκ τῆς ἀποφάνσεως εἰς τὴν ἀντίφασιν καὶ ἐκ τῆς ἀντιφάσεως εἰς τὴν ἀντίθεσιν. τί οὖν φησιν; ἀπόφανσίς ἐστι τῆς ἀντιφάσεως ὁποιονοῦν μόριον, ἤτοι τὸ ἀποφατικόν φημι ἢ τὸ καταφατικόν· ἑκάτερον γὰρ ὁμοίως ἀπόφανσις καλεῖται. διὰ ταῦτα οὖν ἐλέγομεν ἐν τῷ Περὶ ἑρμηνείας τὴν ἀπόφανσιν ὡς γένος εἰς εἴδη διαιρεῖσθαι εἰς τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν· ἔστι γὰρ καὶ τὰ εἴδη οἱονεὶ μέρη τῶν γενῶν.

“断言是矛盾对立的任一部分。” 请看他是如何从更具特殊性的事物走向更具普遍性的事物的:从前提走向断言,从断言走向矛盾对立,又从矛盾对立走向对当。那么他是在说什么呢?断言是矛盾对立的无论哪一部分,我指的是要么是否定的,要么是肯定的;因为两者同样被称为断言。因此,正由于这些原因,我们在《解释篇》中曾说,断言作为一个属,被划分为肯定和否定这两个种;因为种在某种意义上也就是属的部分。

§1.36

"Ἀντίφασις δὲ ἀντίθεσις ἧς οὐκ ἔστι μεταξὺ καθ’ αὑτήν." Ἡ ἀντίφασις μεταξὺ αὑτῆς οὐδὲν τρίτον ἐπιδέχεται. ἔστι δὲ ἡ ἀντίθεσις γένος τῆς ἀντιφάσεως· τετραχῶς γὰρ τὰ ἀντικείμενα ἀντίκειται, ἢ καθ’ ἕξιν καὶ στέρησιν ἢ ὡς τὰ ἐναντία ἢ ὡς τὰ πρός τι ἢ ὡς τὰ κατὰ ἀντίφασιν. τῶν οὖν ἄλλων τριῶν τῆς ἀντιθέσεως εἰδῶν μὴ ὄντων ἀμέσων3 (λευκοῦ γὰρ καὶ μέλανος μεταξὺ τὸ φαιόν, δεξιοῦ δὲ καὶ ἀριστεροῦ τὸ μήτε δεξιὸν μήτε ἀριστερόν, ὄψεως δὲ καὶ τυφλότητος ἤτοι τὸ μηδ’ ὅλως δεκτικὸν τούτων ἢ τὸ δεκτικὸν μὲν μήπω δὲ δεδεγμένον, ὡς τὸ σκυλάκιον) τοῦτο μόνον τὸ κατὰ ἀντίφασιν εἶδος τῆς ἀντιθέσεως ἄμεσόν ἐστιν, ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων τὸ ἀληθὲς διαιροῦν καὶ τὸ ψεῦδος. τὸ δὲ καθ’ αὑτὴν προσέθηκεν ἤτοι ὡς ἀντιδιαιρῶν τοῦτο τὸ εἶδος τῆς ἀντιθέσεως πρὸς τὰ ἄλλα, ἢ ἐπειδὴ τὸ οὐ λευκὸν δύναταί τις λαβεῖν ἢ τὸ φαιόν, εἰ τύχοι, ἢ τὸ μέλαν ἢ ἄλλο τι τοιοῦτον. καθ’ αὑτὴν οὖν, ἵνα μὴ ὡς πρὸς ἕτερον λάβωμεν τὸ οὐ λευκὸν ἀλλ’ ὡς ἀπόφασιν μόνην τοῦ λευκοῦ. τὰ δὲ μόρια τῆς ἀντιφάσεως ἁπλῶς κατάφασίς ἐστι καὶ ἀπόφασις· εἴρηται γὰρ ὡς ἔστιν ἀντίφασις μάχη καταφάσεως καὶ ἀποφάσεως διαιροῦσα τὸ ἀληθὲς ἐκ τοῦ ψεύδους.

“矛盾对立是就其自身而言不存在中间项的对当。” 矛盾对立在其自身之间不接纳任何第三者。而对当是矛盾对立的属;因为相对立的事物以四种方式对立:要么按具有与缺失,要么作为相反者,要么作为相对者,要么按矛盾对立。既然对当的其他三个种都不是无媒介的(因为在白与黑之间有灰色,在右与左之间有既非右也非左的事物,在视力与盲目之间要么有根本不接纳它们的事物,要么有能接纳但尚未接纳它们的事物,例如幼犬),唯独这按矛盾对立而有的对当的种是无媒介的,对于所有存在与不存在的事物划分着真与假。他之所以加上“就其自身而言”,要么是为了将这个对当的种与其他各种区分开来,要么是因为人们可能把“非白”理解为比如说灰色、黑色或诸如此类的其他事物。因此加上“就其自身而言”,是为了让我们不把“非白”与另一事物相关联来理解,而仅仅把它理解为对白的否定。而矛盾对立的组成部分直截了当地说就是肯定与否定;因为已经说过,矛盾对立乃是肯定与否定的冲突,它将真从假中划分开来。

语法注3 条
  1. 1.33δεῖ τὰς πρὸς ἀπόδειξιν παραλαμβανομένας προτάσεις μὴ ὁμωνύμους παραλαμβάνειν τοὺς ὅρους

    在非人称动词 δεῖ 引导的带对格的不定式结构中,既可将对格短语 τὰς ... προτάσεις 视为主动不定式 παραλαμβάνειν 的语义主语(“前提容纳/包含……”),亦可补出一般推论者为主语(“人在前提中不采纳……”)而将 προτάσεις 视作关系对格。此处采取前者最为自然:προτάσεις 作为 παραλαμβάνειν 的对格主语,支配直接宾语 τοὺς ὅρους,而 ὁμωνύμους 为其宾语补足语(“容纳同名异义的词项”)。

  2. 1.34κἂν μόνῳ τῷ προσδιαλεγομένῳ δοκοῦν

    中性主格分词 δοκοῦν 直接置于 κἂν(= καὶ ἄν / ἐάν)之后。可从前一分句 κἂν μὴ ἀληθὲς ᾖ ἀλλ’ ἔνδοξον 中承前补出虚拟式 ᾖ,将其理解为迂回陈述结构(κἂν [ᾖ] ... δοκοῦν),或理解为该分词连同连词 κἂν 承担条件从句的功能并与前项并列。

  3. 1.36τῶν οὖν ἄλλων τριῶν τῆς ἀντιθέσεως εἰδῶν μὴ ὄντων ἀμέσων

    属格独立结构(τῶν ... εἰδῶν μὴ ὄντων ἀμέσων)内部包含了一段长篇的插入语(λευκοῦ γὰρ καὶ μέλανος...)以列举其余三个种的具体实例,其后引出主句的主谓结构(τοῦτο μόνον τὸ κατὰ ἀντίφασιν εἶδος ... ἄμεσόν ἐστιν)。整个句子的骨架形成了“对当的其他三个种都不是无媒介的,而唯独这一个种是无媒介的”这一对比关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:32.8-34.3