← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§338.21-339.16

本质与偶性属性的区分及探究中的中项

斐洛庞努斯就亚里士多德《后分析篇》90a13进行注解,举例说明偶性与本质属性的区分,并讨论了在单纯探究和复合探究中如何寻找中项的难点问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7#1

" Τὸ δὲ τὶ ἔκλειψιν." Τὸ τὶ δηλοῖ τὰ συμβεβηκότα καὶ πάθη τὰ ὑπάρχοντα ἔν τινι· οἷον ἡ ἔκλειψις ἐν τῇ σελήνῃ θεωρεῖται κατὰ συμβεβηκός, τὸ δὲ σφαιρικὸν σχῆμα καθ’ αὑτό. τὸ δὲ ἢ ἐν μέσῳ ἢ μή, τοῦτο δηλοῖ ὡς ἆρά γε ἔστι τις αἰτία τοῦ εἶναι τὴν γῆν μέσην ἢ οὐκ ἔστι; κέντρου γὰρ λόγον ἐπέχει· καθ’ ἧς γῆς τὸ μὲν αἰσθητὸν κατηγορεῖται κατὰ συμβεβηκός, τὸ δὲ ἐν τῷ μέσῳ εἶναι τόπῳ καθ’ αὑτό. καὶ πάλιν τῷ τριγώνῳ ὑπάρχει τὸ ἴσον καθ’ αὑτό· ἔχει γὰρ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας καθ’ αὑτό· τὸ δὲ ἔχειν τὰς δύο πλευρὰς ἀνίσους, ἤγουν μείζους τῆς μιᾶς, κατὰ συμβεβηκός. συνηρίθμησε δὲ ταῖς οὐσίαις τὸ τρίγωνον ὡς μαθηματικὴν οὐσίαν· τῶν γὰρ οὐσιῶν αἱ μέν εἰσι νοηταί, ὡς ὁ νοῦς καὶ ἡ ψυχή, αἱ δὲ αἰσθητικαί, ὡς ὁ Σωκράτης καὶ ὁ Πλάτων, αἱ δὲ διανοηταί, ὡς τὸ τρίγωνον καὶ τὸ τετράγωνον. ἔδειξε γοῦν ὡς ἐν πᾶσι τοῖς ζητήμασι τὸ μέσον ζητεῖται. ἀπορήσειε δ’ ἄν τις· ἐπειδὴ τῶν ζητημάτων τὰ μέν εἰσιν ἁπλᾶ τὰ δὲ σύνθετα, ἐπὶ μὲν τῶν συνθέτων καλῶς ἂν λέγοις τὸ μέσον ζητεῖσθαι, εἴ γε πᾶν μέσον μεταξὺ δύο ἄκρων ἐστί, τὸ δὲ σύνθετον διαιρεῖται εἰς δύο ὅρους, τόν τε ὑποκείμενον καὶ κατηγορούμενον, ὧν μεταξὺ δυνατόν ἐστι μέσον λαβεῖν· ἐπὶ δὲ τῶν ἁπλῶν ζητημάτων, ἐφ’ ὧν ζητεῖται ἡ αἰτία ἑνός τινος ὅρου, πῶς ἐστι δυνατὸν μέσον λαβεῖν ὅρον;1 καὶ φαμὲν ὅτι ἐπὶ μὲν τῶν ἁπλῶν οὐσιῶν, ἤγουν τῶν νοητῶν τῶν ἄνευ ὕλης θεωρουμένων, ὡς ἔστιν ὁ νοῦς καὶ ἡ ψυχή, ἐπὶ τούτων τὸ εἶδος, ἤγουν ὁ ὁρισμός, οὐκ ἄλλο τί ποτέ ἐστι παρὰ τὸ ὁριστόν. 〈οἷον〉 ὁρισμὸς τοῦ νοός ἐστι ‘δύναμις ψυχῆς ἀντιληπτικὴ τῶν θείων καὶ νοητῶν’· οὗτος γοῦν ὁ ὁρισμὸς καὶ ὁ νοῦς ταὐτά εἰσι. καὶ εἰ ταὐτὰ καὶ ἕν, πῶς δυνατὸν λαβεῖν μέσον ὅρον αὐτῶν; ἐπὶ δὲ τῶν συνθέτων καὶ μετὰ ὕλης θεωρουμένων, οἷόν ἐστιν ὁ ἄνθρωπος, εἰ καὶ ὁ ὁρισμὸς αὐτοῦ, τὸ ζῷον λογικὸν θνητόν, συντέτακται τῷ ἀνθρώπῳ καὶ ἐν αὐτῷ θεωρεῖται, ἀλλ’ οὖν ἔστι δυνατὸν κεχωρισμένως τοῦτον λαβεῖν, καὶ ὅτε κεχωρισμένως ληφθῇ, ἕτερός τις δοκεῖ παρὰ τὸν ἄνθρωπον. καὶ διὰ τοῦτο ἐπὶ τῶν τοιούτων ἐστὶ δυνατὸν μέσον ὅρον ληφθῆναι τὸ αἴτιον.2

“而‘某事物’[指]食。” “某事物”表明属于某物的偶性与受动状态;例如,亏食在月亮中是偶性地被观察到的,而球状则是就其自身而言的。而“或在中间或不在中间”,这表明大地位于中间是否存在某种原因,抑或不存在?因为[大地]占据了中心的位置;关于这一大地,可感是偶性地被述说的,而位于中间场所则是就其自身而言被述说的。再者,相等就其自身属于三角形;因为三角形的三个内角就其自身等于两直角;而两条边不相等,即大于第三边,则是偶性的。他将三角形作为数学实体与诸实体并列;因为在诸实体中,有些是可知的(如理智和灵魂),有些是可感的(如苏格拉底和柏拉图),有些是思考性的(如三角形和正方形)。总之,他表明了在所有的探究课题中,中项都被探究。但有人可能会提出疑问:既然探究课题有些是单纯的,有些是复合的,在复合课题的情形下,你固然可以很好地说中项被探究,如果一切中项都在两个极端之间,而复合之物被区分为两个项(即主项和谓项),在这两者之间能够取得中项的话;但在探究单一项之原因的单纯课题中,如何可能取得中项呢?我们对此回答说:在单纯实体中,即可知且无质料地被观察到的实体中(如理智和灵魂),在这些实体中,形式(即定义)决非是被定义项之外的别物。〈例如,〉理智的定义是“灵魂把握神圣与可知之物的能力”;总之这一定义与理智是同一的。如果它们是同一且为一体的,又如何可能取得它们的中项呢?但在复合且伴随质料被观察到的事物中(如人),纵使其定义“有理性的会死动物”与人相结合并在人之中被观察,然而仍然可以将它分离地理解,且当它被分离地理解时,似乎是与人不同的某物。正因如此,在此类事物中,原因能够作为中项被取得。

语法注2 条
  1. 2.7ἀπορήσειε δ’ ἄν τις· ἐπειδὴ τῶν ζητημάτων τὰ μέν εἰσιν ἁπλᾶ τὰ δὲ σύνθετα, ἐπὶ μὲν τῶν συνθέτων καλῶς ἂν λέγοις τὸ μέσον ζητεῖσθαι, εἴ γε πᾶν μέσον μεταξὺ δύο ἄκρων ἐστί, τὸ δὲ σύνθετον διαιρεῖται εἰς δύο ὅρους, τόν τε ὑποκείμενον καὶ κατηγορούμενον, ὧν μεταξὺ δυνατόν ἐστι μέσον λαβεῖν· ἐπὶ δὲ τῶν ἁπλῶν ζητημάτων, ἐφ’ ὧν ζητεῖται ἡ αἰτία ἑνός τινος ὅρου, πῶς ἐστι δυνατὸν μέσον λαβεῖν ὅρον;

    该句由表示潜势的ἀπορήσειε ἄν(祈愿语气过去时+ἄν)引出,冒号之后以直接方式展开疑难内容。在由ἐπειδὴ(“既然”)引导的原因从句中,嵌套着复合课题(ἐπὶ μὲν τῶν συνθέτων...)与单纯课题(ἐπὶ δὲ τῶν ἁπλῶν...)的对比,而后者中的疑问句(πῶς ἐστι δυνατὸν...)构成了整个难点的结论主干。

  2. 2.7μέσον ὅρον ληφθῆναι τὸ αἴτιον

    在非人称表达式ἔστι δυνατόν之后的动词不定式结构中,宾格τὸ αἴτιον作被动不定式ληφθῆναι的逻辑主语,而μέσον ὅρον充当宾格补足语(“原因被作为中项取得”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:338.21-339.16