- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:337.8-338.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐述了四种探究(“是否存在”、“事实如何”、“是什么”、“为何如此”)如何被整合为对存在与原因(中项)的探究,并辨析了复合课题(部分性的)与单纯实体(绝对的存在)的探究差异。
" Τὸ δ’ εἰ ἔστιν ἢ μὴ ἁπλῶς λέγω." Τοῦτο εἴρηκε διαιρῶν τὸ ὅτι ἀπὸ τοῦ εἰ ἔστιν· φαίνεται γὰρ καὶ ἐπὶ τοῦ ὅτι ὅτι ζητοῦμεν τὸ εἰ ἔστιν, ἤγουν εἰ ἔστι τι αἴτιον τοῦ ἐκλείπειν τὴν σελήνην. καὶ φησὶν ὅτι, εἰ καὶ ἄμφω τὸ εἰ ἔστι ζητοῦσιν, ἀλλὰ τὸ μὲν ὅτι ζητεῖ εἰ ἔστι τι αἴτιον τοῦ ὑπάρχειν τὸ λευκὸν τῷ ἀνθρώπῳ ἢ μή, ὄντος τοῦ ἔστι προσκατηγορουμένου·1 ἐπὶ δὲ τοῦ εἰ ἔστιν οὐ ζητοῦμεν εἰ ἔστι τι αἴτιον τοῦ ὑπάρχειν τόδε τῷδε, ἀλλ’ ἕνα ὅρον λαβόντες, οἷον θεὸν ἢ ψυχήν, ζητοῦμεν ἐπὶ τούτου εἰ ἔστι θεὸς ἢ ψυχή, ὄντος τοῦ ἔστι κατηγορουμένου, καὶ εὑρόντες τοῦτο ζητοῦμεν τὸ τί ἐστι.
“而‘是否存在’我是绝对而言的。” 他说这话是将“事实如何”与“是否存在”区分开来;因为在“事实如何”的情形下,似乎我们也在探究“是否存在”,即是否存在月食的某种原因。而且他说,即使两者都在探究“是否存在”,但“事实如何”探究的是是否存在白属于人或不属于人的某种原因,此时“是”作为附加谓项;而在“是否存在”的情形下,我们并非探究是否存在此属于彼的某种原因,而是取单个项,如神或灵魂,就此项探究神或灵魂是否存在,此时“是”作为谓项,并且在发现了这一点之后,我们探究“是什么”。
"Ζητοῦμεν δέ, ὅταν ζητῶμεν τὸ ὅτι." Δείξας ἄνωθεν τέσσαρα εἶναι τὰ ζητήματα καὶ διαιρήσας αὐτὰ εἴς τε τὰ ἁπλᾶ καὶ τὰ σύνθετα νῦν πρὸς πλείονα σαφηνισμὸν τούτων ἐπιδιαιρεῖ ταῦτα. καὶ τὸ μὲν εἰ ἔστι καὶ ὅτι ἔστι ταυτίζει καὶ εἰς ἓν τάττει, καθὸ καὶ ἄμφω ἐὰν ἔστι τις αἰτία ζητοῦσι τοῦ πράγματος,2 κἂν τὸ εἰ ἔστιν αἰτίαν ζητῇ ἑνός τινος ὅρου ὑποκειμένου, νοῦ ἢ ψυχῆς, τὸ δὲ ὅτι ἔστι ζητῇ αἰτίαν πράγματός τινος ἐν ὑποκειμένῳ θεωρουμένου, οἷον εἰ ἔστι τις αἰτία τοῦ τὴν ἔκλειψιν ὑπάρχειν τῷ ἡλίῳ ἢ τῇ σελήνῃ. τὸ δὲ τί ἐστι καὶ τὸ διὰ τί πάλιν ταυτίζει, καθὸ τὸ μὲν τί ἐστι ζητεῖ τὸν ὁρισμὸν τοῦ πράγματος, τῆς ἐκλείψεως αὐτῆς καθ’ ἑαυτὴν ληφθείσης, τὸ δὲ διὰ τί λαμβάνει τοῦτον τὸν ὁρισμὸν μέσον ὅρον ἐν τῇ ἀποδείξει τοῦ διὰ τί ἡ σελήνη ἐκλείπει. ἅμα δὲ καὶ δείκνυσιν ὅτι τὰ τέσσαρα ζητήματα εἰς τὴν ἀπόδειξιν χρησιμεύουσι· πάντα γὰρ τὴν αἰτίαν ζητοῦσι· τὸ δὲ αἴτιον τὸ μέσον ἐστί. συλλογίζεται οὖν ἐν πρώτῳ σχήματι οὕτως· ἐν πᾶσι τοῖς ζητουμένοις τὸ αἴτιον ζητεῖται· τοῦτο δὲ τὸ μέσον ἐστίν· ἐν πᾶσιν ἄρα τοῖς ζητουμένοις τὸ μέσον ἐστίν.
“而当我们探究事实时,我们是在探究。” 在前面指明探究有四种并将其区分为单纯与复合之后,他现在为了进一步澄清这些而对其进行细分。一方面,他将“是否存在”与“事实如何”等同起来并归为一体,因为两者都在探究是否存在该事物的某种原因,纵使“是否存在”探究的是某个单一主项(如理智或灵魂)的原因,而“事实如何”探究的是在主项中被观察到的某种事物的原因(例如是否存在亏食属于太阳或月亮的某种原因)。另一方面,他又将“是什么”与“为何如此”等同起来,因为“是什么”探究的是事物的定义(亏食本身被就其自身来理解),而“为何如此”则在论证月亮为何亏食中将这一定义作为中项采用。同时他也表明四种探究都对论证有用;因为所有的探究都在寻找原因,而原因就是中项。因此他在第一格中推论如下:在所有被探究的事物中,原因被探究;而这便是中项;因此在所有被探究的事物中,中项被[探究]。
"Ἢ τὸ ἐπὶ μέρους ἢ τὸ ἁπλῶς." Διὰ μὲν τοῦ ἐπὶ μέρους ἐδήλωσε τὰ σύνθετα ζητούμενα προβλήματα διὰ τοῦ ὅτι· τὰ γὰρ σύνθετα διαιροῦνται εἰς ὑποκείμενα καὶ κατηγορούμενα καὶ μερίζονται. ἢ ἐκάλεσεν ἐπὶ μέρους τὰ σύνθετα, διότι ἡ σύνθεσις μερικεύει τὸ πρᾶγμα. ἡ γὰρ οὐσία ἡ γενικωτάτη λεγομένη καὶ ἐπὶ τῶν αἰσθητῶν καὶ νοητῶν οὐσιῶν, εἰ προσλάβοι τὸ σῶμα, μερικεύεται καὶ ἐπὶ μόνων τῶν αἰσθητῶν λαμβάνεται· ἐπεὶ δὲ αἱ αἰσθηταὶ οὐσίαι ἢ ἔμψυχοί εἰσιν ἢ ἄψυχοι, προσλαβοῦσα τὸ ἔμψυχον ἐμερικεύθη ἐπὶ μόνων τῶν ἐμψύχων· εἰ δὲ τὸ λογικόν, ἔτι μερικεύεται. διὰ δὲ τοῦ ἁπλῶς ἐδήλωσε τὸ ἁπλοῦν πρᾶγμα, οὗ τὴν αἰτίαν ζητεῖ τὸ εἰ ἔστιν. Εἰ γὰρ ἔστι τι, ἤγουν αἰτία τοῦ ἐκλείπειν τὴν σελήνην ἢ αὔξειν, ζητοῦμεν. ἁπλῶς δὲ ζητεῖς εἰ ἔστι τις αἰτία ἑνός τινος ὅρου, οἷον τίς ἐστιν αἰτία τοῦ εἶναι σελήνην ἢ νύκτα.
“或是就部分而言,或是绝对而言。” 通过“就部分而言”,他指明了通过“事实如何”进行的复合探究课题;因为复合之物被区分为主项与谓项,并且被分割。或者,他将复合之物称为“就部分而言”,是因为结合使事物特定化。因为那被称为最普遍的实体,既在可感实体又在可知实体上言述,若加上身体,便被特定化而仅在可感实体上被理解;由于可感实体或为有灵魂的或为无灵魂的,加上有灵魂的,它便仅在有灵魂的实体上被特定化;若再加上理性的,则进一步被特定化。而通过“绝对而言”,他指明了单纯的事物,“是否存在”探究其原因。因为我们探究是否存在某物,即月亮亏食或增圆的原因。但是你绝对地探究某个单一项是否存在某种原因,例如月亮存在或黑夜存在的原因是什么。
"Τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδί." Ἤγουν τὸ ζητεῖν εἰ ἔστι τις αἰτία τοῦ εἶναι μὴ τόδε ἢ τόδε, ἤγουν μὴ σύνθετόν τι, ἀλλ’ ἁπλῶς ζητεῖν οὐσίαν ἑνός τινος ὅρου ὑποκειμένου, ἤγουν γῆς ἢ ἡλίου, εἴτε μὴ ἁπλῶς ζητεῖς αἰτίαν ἑνός τινος ἁπλουστάτου ἀλλά τινος θεωρουμένου ἔν τινι ὑποκειμένῳ ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, τουτέστι συνθέτου τινός, τὸ μέσον ἐστὶ τὸ ζητούμενον.3
“因为非这般存在的原因。” 这就是说,无论是探究是否存在不是如此或如此存在(即不是某种复合之物,而是单纯地探究某个单一基底项的实体,即大地或太阳)的某种原因,还是你并非单纯地探究某个极单纯之物的原因,而是探究在某个基底中依其自身或偶性地被观察到的某物(即某种复合之物)的原因,被探究的都是中项。
- 2.3ὄντος τοῦ ἔστι προσκατηγορουμένου
属格独立结构。προσκατηγορούμενον 指作为连接主项与谓项的附加谓词/系词的“是”(ἔστι),与后文 ὄντος τοῦ ἔστι κατηγορουμένου(其中“是”作为断定单纯存在的主要谓词)形成鲜明对照。
- 2.4καθὸ καὶ ἄμφω ἐὰν ἔστι τις αἰτία ζητοῦσι τοῦ πράγματος
关系副词 καθό 引导说明理由的从句(“在……的意义上 / 在于”)。此外,连词 ἐάν 在此处并非古典语法的假设条件从句,而是与间接疑问词 εἰ(“是否”)等同使用,后接直陈式现在时 ἔστι,充当 ζητοῦσι 的宾语从句。
- 2.6Ἤγουν τὸ ζητεῖν εἰ ἔστι τις αἰτία τοῦ εἶναι μὴ τόδε ἢ τόδε ... τὸ μέσον ἐστὶ τὸ ζητούμενον
破格句(破格语法结构):句首带冠词不定词短语 τὸ ζητεῖν ... 作为话题主语提出,中间插入了伴随人称转换的对照从句(εἴτε μὴ ἁπλῶς ζητεῖς ...),最终由主句谓语部分 τὸ μέσον ἐστὶ τὸ ζητούμενον(“被探究的乃是中项”)予以承接收束。
