- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:336.3-337.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐明了探究的课题与认识的样态共有四种(是否存在、是什么、事实如何、为何如此),它们在基底上同一而在界说上各异,并解释了针对复合课题的探究与针对单纯课题的探究之间的区别(89b23–89b31)。
" Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμόν." Ὅσα, φησίν, εἰσὶ τὰ ζητούμενα προβλήματα, τοσοῦτοί εἰσι καὶ οἱ τρόποι καθ’ οὓς ἐπιστάμεθα καὶ γινώσκομεν. τέσσαρα δέ εἰσι τὰ ζητούμενα· τέσσαρες ἄρα καὶ οἱ τρόποι καθ’ οὓς γινώσκομεν. ὥσπερ γὰρ τὸ πρόβλημα καὶ τὸ συμπέρασμα ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα1 (οἷον ‘ἡ ψυχὴ ἀθάνατος’ καὶ πρόβλημά ἐστι καὶ συμπέρασμα· ὅταν γὰρ προβάλληται εἰς ζήτησιν καὶ αἰτῶμεν τοῦτο ἀποδεῖξαι, λέγεται πρόβλημα· ὅταν δὲ ἀποδειχθῇ, λέγεται συμπέρασμα), οὕτω καὶ τὰ ζητούμενα καὶ τὰ γινωσκόμενα ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα. εἰ μὲν γὰρ ἀγνοῶ ὅτι θεὸς ἐστιν ἢ κένταυρος, λέγεται ζήτημα· ζητῶ γὰρ εἰ ἔστι φύσις θεοῦ ἢ κενταύρου. ὅταν δὲ μάθω ὅτι ἔστι, πέπαυμαι τῆς τοιαύτης ζητήσεως· τὸ γὰρ πρώην μοι ἀγνοούμενον καὶ διὰ τοῦτο ζητούμενον γέγονε γινωσκόμενον. καὶ πάλιν μεταβαίνω εἰς ἕτερον ἀγνοούμενον ζήτημα· ζητῶ γὰρ τί ἐστι θεὸς καὶ τί κένταυρος. καὶ μαθὼν καὶ τοῦτο πέπαυμαι τῆς ζητήσεως· γέγονε γάρ μοι γινωσκόμενον τὸ ζητούμενον. εἰς τέσσαρα ἄρα ἀνάγονται τὰ ζητούμενα καὶ εἰς τέσσαρα τὰ γινωσκόμενα πάντα· ταῦτα γάρ, ὡς εἴπομεν, εἰσὶ τῷ ὑποκειμένῳ ταὐτά. εἰσὶ δὲ ταῦτα τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι, τὸ ὅτι ἔστι καὶ τὸ διότι. τούτων δὲ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν εἰσὶν ἁπλᾶ, τὸ δὲ ὅτι καὶ τὸ διότι σύνθετα. ἐκεῖνα μὲν γὰρ περὶ ἁπλοῦ τινος καὶ ἑνὸς ὅρου τὴν ζήτησιν ἔχουσιν· οἷον εἰ ἔστι τις αἰτία τῆς ὑπάρξεως τῆς σελήνης. τὸ δὲ ὅτι καὶ διὰ τί ἐπὶ συνθέτου τὴν ζήτησιν ἔχουσι· ζητοῦμεν γὰρ ἆρα ἔστι τι αἴτιον δι’ οὗ τὸ ἐκλείπειν ὑπάρχει τῇ σελήνῃ, καὶ εὑρόντες ὅτι ἔστι ζητοῦμεν τὸ διὰ τί τὸ ἐκλείπειν ὑπάρχει τῇ σελήνῃ. τὸ ὅτι δὲ καὶ τὸ διότι ὡς ἐπὶ συνθέτου τὴν ζήτησιν ἔχοντα προέταξε τοῦ εἰ ἔστι καὶ τί ἐστι τῶν ἐπὶ ἁπλῶν τὴν ζήτησιν ἐχόντων·2 πρότερα γὰρ ἡμῖν καὶ γνωριμώτερα τὰ σύνθετα, ὡς τῇ φύσει τὰ ἁπλᾶ. ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι εἰσὶ σύνθετα προβλήματα τὰ ζητούμενα εἶπε τὸ εἰς ἀριθμὸν θέντες·3 ὁ γὰρ ἀριθμὸς ἐκ συνθέσεως καὶ πλήθους μονάδων συνίσταται, ὡς ἡ δυὰς καὶ ἡ τριάς. ἡ δὲ μονὰς ἁπλῆ ἐστι· καὶ διὰ τοῦτο τὰ ἁπλᾶ προβλήματα λέγεται μοναδικὰ καὶ ἑνιαῖα. Ὅταν γὰρ ζητῶμεν πότερον τόδε ἐστὶν ἢ τόδε, ἤτοι τὸ ἐκλείπειν ἢ τὸ σφαιροειδὲς ὑπάρχειν τῇ σελήνῃ, τὸ ὅτι ζητοῦμεν. σημεῖον δὲ τούτου, ὅτι ζητοῦμεν τὸ ὅτι· εὑρόντες γὰρ τοῦτο οὐκέτι περὶ τούτου ζητοῦμεν.
“被探究的事物在数量上是相等的。” 他说,被探究的课题有多少,我们用以确知和认识的方式也就有多少。而被探究的事物有四种;因此,我们用以认识的方式也是四种。因为正如课题与结论在基底上是同一的,但在界说上是相异的(例如,“灵魂是不朽的”既是课题又是结论;因为当它被提出以供探究,且我们要求论证这一点时,它被称为课题;而当它被论证之后,它便被称为结论),被探究的事物与被认识的事物同样在基底上是同一的,而在界说上是相异的。因为如果我不知道神或半人马存在,这被称为探究;因为我探究是否存在神或半人马的本性。但当我得知其存在时,我便停止了此类探究;因为此前对我而言未知且因此被探究者,如今已成为被认识者。随后我又转向另一个未知的探究;因为我探究神是什么以及半人马是什么。而得知此点之后,我也停止了探究;因为被探究者对我而言已成为被认识者。因此,所有被探究的事物都归结为四种,所有被认识的事物也归结为四种;因为正如我们所说,它们在基底上是同一的。这些便是“是否存在”与“是什么”,“事实如何”与“为何如此”。而在这些之中,“是否存在”与“是什么”是单纯的,而“事实如何”与“为何如此”则是复合的。因为前者是关于某个单纯且单一的项进行探究;例如,月亮的存在是否存在某种原因。而“事实如何”与“为何如此”则就复合之物展开探究;因为我们探究是否存在某种原因使亏食属于月亮,且在发现存在之后,我们探究亏食为何属于月亮。由于“事实如何”与“为何如此”就复合之物展开探究,他便将它们置于就单纯之物展开探究的“是否存在”与“是什么”之前;因为对我们而言,复合之物在先且更易为人所知,正如在自然上单纯之物在先一样。他没有直接说被探究的课题是复合的,而是说了“列入数目”;因为数目是由单元的结合与多数构成的,如二与三。而单元则是单纯的;正因如此,单纯的课题被称为单元式的和单一的。因为当我们探究是此还是彼——即亏食还是球状属于月亮时,我们探究的是“事实如何”。我们探究的是事实的标志在于:一旦发现了这一点,我们便不再就此进行探究。
"Ταῦτα μὲν οὕτως." Ἤγουν τὸ ὅτι καὶ τὸ διὰ τί οὕτως ζητοῦμεν, ἤγουν ἐπὶ συνθέτου τινὸς προβλήματος. σύνθετον δέ ἐστι πρόβλημα τὸ ἔχον ὑποκείμενον καὶ κατηγορούμενον. Ἔνια δ’ ἄλλον τρόπον, ἤγουν ἡ δὲ ζήτησις τοῦ εἰ ἔστι καὶ τί ἐστιν ἐπὶ ἁπλοῦ γίνεται τινος ὅρου καὶ ἑνός, οἷον εἰ ἔστι κένταυρος, ἢ τί ἐστι κένταυρος.
“这些事物固然是如此。” 也就是说,我们是以这种方式探究“事实如何”与“为何如此”的,即就某种复合的课题展开探究。而复合的课题就是具有主项和谓项的课题。“而另一些事物则以另一种方式”,也就是说,对“是否存在”与“是什么”的探究是就某个单纯且单一的项进行的,例如半人马是否存在,或者半人马是什么。
- 2.1ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα
与格 τῷ ὑποκειμένῳ 与 τῷ λόγῳ 是表示限制(方面)的与格。此句表达了亚里士多德哲学中经典的区分:“在基底上同一,但在界说(定义)上相异”。
- 2.1τὸ ὅτι δὲ καὶ τὸ διότι ὡς ἐπὶ συνθέτου τὴν ζήτησιν ἔχοντα προέταξε τοῦ εἰ ἔστι καὶ τί ἐστι τῶν ἐπὶ ἁπλῶν τὴν ζήτησιν ἐχόντων
主动词为 προέταξε(置于……之前)。其直接宾语为宾格短语 τὸ ὅτι δὲ καὶ τὸ διότι,由表理由或属性的分词短语 ὡς ἐπὶ συνθέτου τὴν ζήτησιν ἔχοντα 修饰。作为比较对象的是属格 τοῦ εἰ ἔστι καὶ τί ἐστι,并由同为属格的分词短语 τῶν ἐπὶ ἁπλῶν τὴν ζήτησιν ἐχόντων 加以限定修饰。
- 2.1τὸ εἰς ἀριθμὸν θέντες
定冠词 τὸ 构成的名词化结构,与前文的 ἀντὶ τοῦ εἰπεῖν... 构成对比,将亚里士多德原文(89b25)中的短语 εἰς ἀριθμὸν θέντες(列入数目)整体作为名词性引述宾语对待。
