- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:334.2-336.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在《后分析篇》第二卷序论中,斐洛庞努斯阐述了第二卷紧承第一卷论证理论而通过四个探究集中考察中项与定义的原因,并结合三段论与因果探究中分析的多种定义解说了《分析篇》题名的由来。
Ἐν μὲν τῷ πρώτῳ βιβλίῳ τῆς Ἀποδεικτικῆς ἐδίδαξεν ὡς ἔστιν ἀπόδειξις, καὶ τί ἐστιν ἀπόδειξις, καὶ διὰ τίνων προτάσεων αὕτη γίνεται, ἔτι δὲ καὶ τί διαφέρει ὁ ἀποδεικτικὸς συλλογισμὸς τῶν ἄλλων συλλογισμῶν, καὶ ὅτι ἐν μὲν τοῖς ἄλλοις συλλογισμοῖς ὁ μέσος αἴτιος ἦν τοῦ συμπεράσματος, οὐ μὴν δὲ καὶ τοῦ πράγματος, ἐν δὲ τῷ ἀποδεικτικῷ συλλογισμῷ ὁ μέσος αἴτιός ἐστι καὶ τοῦ συμπεράσματος καὶ τοῦ πράγματος. καὶ λοιπὸν ἔδει διδάξαι καὶ περὶ τοῦ μέσου, πῶς ἐστιν αἴτιος τοῦ πράγματος. καὶ διὰ τοῦτο ἰδίαν διδασκαλίαν καὶ περὶ τοῦ κατὰ τὴν ἀπόδειξιν μέσου ποιεῖται, ἐπεὶ καὶ ὁ ἐν ἀρχῇ τοῦ βιβλίου περὶ τῶν τεσσάρων ζητημάτων λόγος οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἢ κατασκευὴ τοῦ δεῖν ζητῆσαι καὶ ἐξετάσαι περὶ τοῦ κατὰ τὴν ἀπόδειξιν μέσου, ὡς ἂν καὶ οὗτος μετ’ ἐπιστήμης λαμβάνηται· τεσσάρων γὰρ ὄντων καθόλου τῶν ζητουμένων ἐν ἑκάστῳ τούτων περὶ τοῦ μέσου ἐστὶν ἡ ζήτησις. καὶ ἐπεὶ οὕτως ἀναγκαῖος ὁ μέσος ἐστὶν ὡς ἐν παντὶ ζητήματι τούτου εἶναι τὴν ζήτησιν, ἔδει περὶ αὐτοῦ οὐ κατὰ πάρεργον εἰπεῖν ἀλλ’ ἰδίαν ποιῆσαι πραγματείαν. ἐπεὶ δὲ ὁ μέσος ὅρος ἐν τῇ ἀποδείξει ὁρισμός ἐστι, κατὰ συμβεβηκὸς διδάσκει καὶ περὶ ὅρου. κυρίως γὰρ διδάσκει περὶ ὁρισμοῦ ἐν τῷ ἑβδόμῳ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας· ἐνταῦθα δὲ οὐχ ὡς περὶ ὅρου διδάσκει ἀλλ’ ὡς περὶ αἰτίου καὶ μέσου. Ἐπεὶ δὲ ἡ ἀπόδειξις ἀνάλυσις λέγεται, μέρος δὲ τῆς ἀποδείξεως καὶ ἡ παροῦσα πραγματεία ὡς περὶ τοῦ μέσου τοῦ ἐν αὐτῇ διδάσκουσα, διὰ τοῦτο καὶ ἡ παροῦσα πραγματεία Ἀναλυτικὰ ἐπιγέγραπται. ἐπιγέγραπται δὲ Ἀναλυτικὰ τὸ πρῶτον βιβλίον τῆς ἀποδεικτικῆς οὐχ ὡς τὰ πρὸ αὐτῆς· ταῦτα γὰρ Ἀναλυτικὰ ἐπεγράφησαν ἀπὸ τοῦ τιμιωτέρου μέρους τῆς συλλογιστικῆς μεθόδου. τιμιώτερον δὲ μέρος αὐτῆς τὸ σύνταγμα τὸ διδάσκον περὶ τῆς ἀναλύσεως τῶν συλλογισμῶν εἰς τὰ σχήματα· ἀναλύομεν γὰρ τὸν συλλογισμὸν εἰς τὰς προτάσεις καὶ ταύτας εἰς τοὺς ὅρους, καὶ λαμβάνομεν τὸν μέσον καὶ ἐντεῦθεν εὑρίσκομεν ἐν ποίῳ σχήματι συλλελόγισται. εἰ γὰρ ἐκεῖνα χάριν τῆς ἀποδεικτικῆς,1 ὡς καὶ ἐκεῖνος ἐν ἀρχῇ τῶν τριῶν σχημάτων εἴρηκεν, ὡς ἡ σκέψις περὶ ἀπόδειξίν ἐστι, τὸ δὲ οὗ ἕνεκα τιμιώτερον τῶν ἕνεκά του, τιμιωτέρα ἄρα ἡ ἀπόδειξις τῶν πρὸ αὐτῆς. ἀλλ’ ἐπειδὴ εἶδος ἔστιν ἀναλύσεως, καθ’ ὃ τὸ γνωστὸν ἀναλύομεν εἰς τὰς ἀρχὰς καὶ τὰ αἴτια ἐξ ὧν τὸ εἶναι ἔχει καὶ τὸ γινώσκεσθαι, καθ’ ὃ εἶδος τῆς ἀναλύσεως ἡ ἀποδεικτικὴ ἀναλυτικὴ ὀνομάζεται (ἐξ ἀναλύσεως γὰρ ἡμῖν αἱ ἀρχαὶ ταύτης εὑρίσκονται ἀπὸ τῶν ἡμῖν προτέρων αἰτιατῶν ἀνιοῦσιν2 ἐπὶ τὰ τῇ φύσει πρότερα, ἤγουν τὰ αἴτια. πρῶτον γὰρ γνωρίζομεν τῇ αἰσθήσει ὡς ἡ σελήνη ἐκλείπει· ἡ δὲ διάνοια ὕστερον ἀναψηλαφήσασα εὑρίσκει τὴν αἰτίαν· φησὶ γὰρ ‘ἡ σελήνη ἐκλείπει, τὸ ἐκλεῖπον ἀντιφράττεται, ἡ σελήνη ἄρα ἀντιφράττεται’. τοῦτο ἀνάλυσις ἐκ τῶν αἰτιατῶν ἰοῦσα ἐπὶ τὰ αἴτια. εἶτα ἡ ἀπόδειξις ἐκ τῶν αἰτίων ἐπὶ τὰ αἰτιατὰ κάτεισιν· ‘ἡ σελήνη ἀντιφράττεται, τὸ ἀντιφραττόμενον ἐκλείπει, ἡ σελήνη ἄρα ἐκλείπει’. καὶ πάλιν ὁρῶμεν τὴν γῆν σειομένην, καὶ φαμὲν ‘ἡ γῆ σείεται, σειομένης δὲ πνεῦμα ἐν τοῖς κοιλώμασιν καὶ σήραγξιν αὐτῆς ἀποκλείεται, ἐν τῇ γῇ πνεῦμα ἀποκλείεται’· τοῦτο ἡ ἀνάλυσις. εἶτα ἡ ἀπόδειξις· ‘ἐν τῇ γῇ πνεῦμα ἀποκλείεται, πνεύματος ἀποκλειομένου σεισμὸς γίνεται, ἐν τῇ γῇ ἄρα σεισμὸς γίνεται’), ἢ γοῦν διὰ ταύτην τὴν αἰτίαν ἐπιγέγραπται Ἀναλυτικά, ἢ διότι ἐν τῇ ἀποδείξει ὁ μέσος ὅρος τὸ κῦρος ἔχει, οὗτος δὲ ὁ μέσος ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὁρισμὸς ἐξ ἀναλύσεως εὑρίσκεται. ὁρῶν γὰρ τὸν ἄνθρωπον ἀναλύω τοῦτον εἰς τὰ ἐξ ὧν ἡ φύσις αὐτοῦ συνίσταται, ἤγουν τὸ λογικόν, τὸ θνητόν, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ οὕτως λαμβάνων συνίστημι τὸν ὁρισμόν. [ἀνάλυσίς ἐστιν ἡ ἀπὸ τῶν μερικῶν καὶ καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου ἄνοδος ἄχρι καὶ αὐτοῦ τοῦ γενικωτάτου γένους. ἔστιν ἀνάλυσις καὶ ἡ ἀπὸ γνωστοῦ τινος εἰς τὰς ἀρχὰς καὶ τὰ αἴτια ἐπάνοδος, ἐξ ὧν τὸ εἶναι ἔχει καὶ τὸ γνωρίζεσθαι· καθ’ ὃ σημαινόμενον τῆς ἀναλύσεως καὶ ἡ ἀποδεικτικὴ ἀνάλυσις λέγεται. ἀνάλυσίς ἐστι καὶ ἡ ἐκ τῶν αἰτιατῶν καὶ ὑστέρων ἀναδρομὴ ἐπὶ τὰς ἀρχὰς καὶ τὰ αἴτια, ἐξ ὧν τὰ αἰτιατὰ τὴν σύστασιν ἔχουσιν. εἴληπται δὲ ἡ λέξις μεταφορικῶς ἀπὸ τῶν ἀποδήμων καὶ ἀναστρεφόντων εἰς τὰ οἰκεῖα· καὶ ἡ εἰς τὰ οἰκεῖα γὰρ ἀπὸ τῶν ξένων ἐπάνοδος ἀνάλυσις λέγεται. λέγεται ἀνάλυσις καὶ ἡ ἀπὸ τῶν συνθέτων ὁδὸς ἐπὶ τὰ ἁπλᾶ ἐξ ὧν συνετέθησαν. ἔστι καὶ συλλογισμῶν ἀνάλυσις εἰς τὰ σχήματα· ἀναλύομεν γὰρ τὸν συλλογισμὸν εἰς τὰς προτάσεις καὶ τοὺς ὅρους.]
在《论证篇》第一卷中,他阐明了论证的存在、论证是什么、论证通过何种前提产生,以及论证性三段论与其他三段论有何不同;并且在其他三段论中,中项是结论的原因,但并非事实本身的原因,而在论证性三段论中,中项既是结论的原因,亦是事实本身的原因。于是剩下需要阐明的,便是关于中项,即它是如何作为事实的原因。正因如此,他专门就论证中的中项进行了独立的讲授,因为本卷开篇关于四个探究课题的讨论,无非是确立必须对论证中的中项进行探究和考察,以便中项亦能带着知识被把握;因为在普遍被探究的四种课题中,每一项探究实际上都是关于中项的。既然中项如此不可或缺,以至于在每一个课题中探究的都是它,那么就不能附带地谈论它,而必须作专门的论述。但既然论证中的中项是定义,他便附带地亦讨论了定义;因为他严格地探讨定义是在《形而上学》第七卷中,而在此处他不是作为定义本身来阐述,而是将其作为原因和中项来阐述。既然论证被称为分析,而当下的论述作为阐述论证中中项的部分亦属于论证,因此当前的论述亦被题名为《分析篇》。但论证之学的第一卷题为《分析篇》,与在它之前的那些著作不同;因为那些著作之所以题为《分析篇》,是取自三段论方法中更为尊贵的部分。其更尊贵的部分乃是讲授将三段论分析为诸格的专篇;因为我们将三段论分析为诸前提,再将诸前提分析为各项,由此取得中项,并进而发现它是按何种格式进行推论的。因为如果那些著作是为了论证之故——正如他自己在论及三个格式之初所说,考察是关乎论证的——而目的之物比为了目的之物更为尊贵,那么论证便比在其之前的著作更为尊贵。然而,由于存在一种分析的种类,依照它我们可将可知之物分析为其借以存在和被认识的本原与原因,正依这种分析的种类,论证之学被称为分析性的(因为对我们而言,论证之学的本原是通过分析发现的,即从对我们而言在先的结果上升至在本性上在先之物,亦即原因。因为我们首先通过感觉认识到月亮发生亏食;但随后推论思想经过探索发现了原因;它说:‘月亮亏食,亏食之物被遮蔽,所以月亮被遮蔽。’ 这便是由结果走向原因的分析。随后论证则由原因下行至结果:‘月亮被遮蔽,被遮蔽之物亏食,所以月亮亏食。’ 又如我们看见大地振动,便说:‘大地振动,振动时有气阻闭于其空洞与裂隙中,〔所以〕在地中有气被阻闭’;这便是分析。随后则是论证:‘在地中有气被阻闭,气被阻闭则发生地震,所以在大地中发生地震’);或者正是由于这个缘故它被题名为《分析篇》,或者是因为在论证中中项具有决定性权威,而这个中项就是事物的定义,且定义是通过分析被发现的。因为看见人时,我将他分析为其本性所构成的要素,即有理性的、会死的、能接受智性与知识的,以此种方式把握它们,我便构成了定义。[分析是从特殊和个别之物向普遍之物的上升,直至最高的最普遍的属。分析亦是从某种已知事物向其借以存在和被认识的本原与原因的复归;正是依照分析的这一含义,论证之学亦被称为分析。分析亦是从结果与后起之物向上追溯至结果得以构成的本原与原因。这个词是从离乡者返回自己家园的意象中隐喻得来的;因为从异乡返回自己的家园亦被称为分析。从复合之物通向构成它们的单纯之物的途径亦被称为分析。亦有将三段论分析为格式;因为我们将三段论分析为前提和项。]
- 2.0εἰ γὰρ ἐκεῖνα χάριν τῆς ἀποδεικτικῆς
条件从句中省略了系动词(ἐστί)。连词 ὡς 在插入语(ὡς καὶ ἐκεῖνος... εἴρηκεν)及其补足分句(ὡς ἡ σκέψις...)中重叠出现,关于目的与手段的原理(τὸ οὗ ἕνεκα τιμιώτερον τῶν ἕνεκά του)充当大前提,通过 ἄρα 引出主句结论(τιμιωτέρα ἄρα ἡ ἀπόδειξις)。
- 2.0ἀνιοῦσιν
分词 ἀνιοῦσιν(与格复数阳性)与前文及紧邻的 ἡμῖν(ἡμῖν αἱ ἀρχαὶ ταύτης εὑρίσκονται)在逻辑主语上一致,作指涉或施事与格修饰(“对我们而言,在上升时……”)。
