- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:331.30-333.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺阐明了推论思想、知识、智性与智慧的外延及相互关系,并在解释智慧与智性的功用之后,阐释了亚里士多德关于“机敏”(anchinoia)即瞬间洞见中项的定义及其具体实例。
ἡ δὲ διάνοια τῆς δόξης ἐστὶν ἐπὶ πλέον, διότι οὐ μόνον ἐπὶ τῶν δοξαστικῶν ἤτοι διαλεκτικῶν συλλογισμῶν λέγεται ἀλλὰ καὶ ἐπὶ τῶν ἀποδεικτικῶν. ὅτι δὲ πάντες κέχρηνται τῇ διανοίᾳ, ταὐτὸν δὲ εἰπεῖν τῇ συλλογιστικῇ ἀγωγῇ, καὶ οἱ τεχνῖται καὶ αἱ πράξεις, εἴρηται πολλάκις. ἡ δὲ ἐπιστήμη εἴρηται ὅτι οὐ μόνον ἐπὶ τῶν μετὰ συλλογισμοῦ ἀποδείξεων λέγεται ἀλλὰ καὶ ἐπὶ τῶν ἄνευ συλλογισμοῦ, λέγω δὴ τῆς ὑπολήψεως τῶν ἀμέσων προτάσεων. ὥστε ταύτῃ μὲν ἐπὶ πλέον τῆς διανοίας· καθὸ δὲ ἡ διάνοια καὶ ἐπὶ τῶν δοξαστῶν λέγεται, ταύτῃ ἐπ’ ἔλαττον τῆς διανοίας ἡ ἐπιστήμη. νοῦν δὲ καὶ σοφίαν ἤτοι ταὐτὸν πάμπαν, ἢ εἴ τις ἀκριβέστερον διελεῖν βούλοιτο, τὸ ἀκρότατον τοῦ νοῦ καὶ οἷον ἡ τελειότης αὐτοῦ, αὕτη καλεῖται σοφία,1 καθ’ ἣν ἡ τῶν θείων καὶ νοητῶν εἰδῶν ἀντίληψις γίνεται, σοφία κληθεῖσα οἱονεὶ σαφία τις οὖσα διὰ τὸ δι’ αὐτῆς τὰ θεῖα σαφῆ ἡμῖν γίνεσθαι. τὰ γὰρ θεῖα, ὡς αὐτός φησιν ὁ Ἀριστοτέλης, φανότατά τέ εἰσι καὶ σαφέστατα, φανότατα μὲν διὰ τὴν ἑαυτῶν φύσιν (εἴδη γάρ ἐστι καθαρὰ ἄνευ ὕλης, ἄνευ δυνάμεως ἐνεργείᾳ ὄντα), σαφέστατα δέ, ὅτι ἡ γνῶσις ἡμῖν κατὰ τὰ εἴδη γίνεται· διόπερ καὶ ἡ ὕλη τῷ ἑαυτῆς λόγῳ ἄγνωστος ὡς ἀνείδεος, νόθῳ δὲ λογισμῷ ληπτή, ὡς ὁ Πλάτων φησί, διὰ τὸ μὴ δύνασθαι ἡμᾶς ἐπιβλητικῶς τὴν φύσιν αὐτῆς ἔχειν διὰ τὸ μηδὲν εἶδος ἔχειν. ὅσα οὖν ἐστιν εἴδη καθαρὰ ἄνευ ὕλης, ταῦτα δῆλον ὅτι φανότατά ἐστι καὶ σαφέστατα. γίνεται δὲ ἡμῖν ἀσαφῆ οὐ δι’ ἑαυτὰ ἀλλὰ διὰ τὴν ἡμετέραν ἀσθένειαν. ὥσπερ οὖν καὶ ὁ ἥλιος 〈ὃς〉 φανότατός ἐστι καὶ γνωριμώτατος μᾶλλον τῶν ἄλλων πάντων ἄστρων καὶ πάντων τῶν ὄντων, ταῖς μὲν νυκτερίσι διὰ τὴν ἀσθένειαν τῆς ὁρατικῆς δυνάμεως ἀόρατός ἐστι καὶ ἀμυδρὸς καὶ μᾶλλον διάδηλα τὰ λοιπὰ τῶν ἄστρων, οὕτω δὴ καὶ ἡμῖν τὰ θεῖα. ἐπεὶ οὖν σοφία τελειωθείσῃ τῇ ἡμετέρᾳ ψυχῇ παραγινομένη τῶν θείων τὴν ἀντίληψιν παρέχεται, ταύτῃ τοι, ὅπερ εἶπον, καὶ τούτου τοῦ ὀνόματος κεκλήρωται, οἷον σαφηνίζουσα ἡμῖν ἃ πρὶν ἀσαφῆ καὶ ἄγνωστα εἶναι ἐδόκει. σοφίας μὲν οὖν ἔργον τοῦτο. νοῦ δὲ ἡ τῶν ὅρων ἀντίληψις καὶ τῶν ἀμέσων προτάσεων· διὸ καὶ “ἀρχὴν ἐπιστήμης” ἔλεγεν εἶναι τὸν νοῦν, “ᾗ τοὺς ὅρους γινώσκομεν”· τὴν γοῦν τῶν δέκα κατηγοριῶν εὕρεσιν οὐδενὶ ἄλλῳ ἀναθετέον ἢ τῷ νῷ, αἵτινές εἰσι πάσης ἐπιστήμης καὶ παντὸς συλλογισμοῦ ἀρχαί.
推论思想的范围比意见更为广泛,因为不仅在关于意见的、亦即辩证的推论中述说,而且在论证的推论中亦被述说。而所有人皆使用推论思想——这等于说推论性进程——无论是工匠还是在行动中,皆已被屡次言及。但已被言及,知识不仅在伴随推论的论证中被述说,而且在不伴随推论者中亦被述说,我指的是对直接前提的领悟。因此在这方面知识比推论思想更为广泛;但就推论思想亦在意见的对象上被述说而言,在这方面知识比推论思想的范围更狭窄。至于智性与智慧,或者完全是同一回事,或者,若有人意图更精确地加以区分,则智性的最高峰、亦即宛如它的完满,此者被称为智慧;依此智慧,对神圣的与可知的形相的把握得以产生;它被称为智慧,仿佛是一种明晰,因为通过它,神圣的事物对我们而言变得明晰。因为正如亚里士多德自己所说,神圣的事物既是最光辉的,亦是最明晰的;一方面因其自身的本性而是最光辉的(因为它们是不带质料的纯粹形相,是无潜能而现实地存在着的);另一方面因我们的认识是依照形相而产生的,故而是最明晰的;因此质料依其自身的定义作为无形相者乃是不可知的,但正如柏拉图所说,“由杂种推理所把握”,因为我们在其毫无形相之故下无法直观地把握其本性。因此,凡是不带质料的纯粹形相,显而易见皆是最光辉且最明晰的。然而它们对我们而言变得不明晰,并非由于它们自身,而是由于我们的软弱。正如太阳虽然比所有其他星辰和所有存在物都更为光辉且最可知,但由于蝙蝠视觉能力的软弱,对它们而言是不可见且暗淡的,而其余的星辰反倒更为显著;我们对待神圣事物的情形亦完全如此。既然智慧降临于我们得以完满的灵魂并提供对神圣事物的把握,正如我所说,正是因此它亦获得了这一名称,仿佛将此前看似不明晰且未知的事物对我们阐明显露。这便是智慧的工作。而对项与直接前提的把握则属于智性;因此他亦称智性为“知识的本原”,“我们由此认识各项”;无论如何,十个范畴的发现不能归于智性以外的任何事物,而这些正是全部知识与一切推论的本原。
"Τὰ μὲν φυσικῆς, τὰ δὲ ἠθικῆς θεωρίας μᾶλλον ἐστί." Φυσικὴν οὐ λέγει τὴν περὶ τῶν φυσικῶν πραγμάτων διαλεγομένην, ἣν ἰδίως καλοῦμεν φυσιολογίαν, ἀλλ’ ἁπλῶς τὴν περὶ τῶν ὄντων διαλεγομένην ᾗ ὄντα ἐστίν, εἴτε φυσικὰ εἶεν ταῦτα εἴτε ὑπὲρ ταῦτα.
“有些属于自然沉思,有些则毋宁属于伦理沉思。” 他所说的“自然”并非指讨论自然事物的沉思——我们特称之为自然哲学——而是单纯指讨论存在者就其为存在者而言的沉思,不论这些存在者是自然之物,还是超越于这些之上的事物。
"Ἡ δ’ ἀγχίνοιά ἐστιν εὐστοχία τις ἐν ἀσκέπτῳ χρόνῳ τοῦ μέσου." Ἐπὶ τοῖς ἀπηριθμημένοις ζητεῖ τί ποτέ ἐστιν ἡ ἀγχίνοια. καὶ φησὶν εὐστοχία τοῦ μέσου ἐν ἀσκέπτῳ χρόνῳ, τουτέστιν εὕρεσις τῆς αἰτίας τοῦ προβλήματος, ἥτις γίνεται μέσος ὅρος ἐν τῷ προβλήματι καὶ ποιεῖ συλλογισμόν. τὸ δὲ ἐν ἀσκέπτῳ χρόνῳ ἀντὶ τοῦ ‘ἐν ἀκαριαίῳ’, ἵνα δίχα τοῦ σκέψασθαι ἡ εὕρεσις τοῦ μέσου γένηται. καὶ τὰ παραδείγματα δῆλα. οἷον εἴ τίς φησιν ἐρωτηθείς, διὰ τί ἡ σελήνη ἀεὶ τὸ πεφωτισμένον αὐτῆς μέρος πρὸς τὸν ἥλιον ἔχει, ἀποκρινεῖται εὐθέως καὶ μὴ σκεψάμενος ὅτι τὸ λαμπρὸν ἐκ τοῦ ἡλίου δέχεται, δηλονότι μὴ πρότερον εἰδὼς τοῦτο ἀλλὰ νῦν εὑρηκώς, ὁ τοιοῦτος ἀγχίνους καλεῖται, καὶ ἡ τοιαύτη ἐνέργεια ἀγχίνοιά ἐστιν. ὁμοίως, εἴ τις ἰδὼν πένητα πλουσίῳ διαλεγόμενον στοχάσεται εὐθέως ὅτι δανείσασθαι βούλοιτο, ὁμοίως ἀγχίνους ὁ τοιοῦτος. ὁμοίως, εἴ τις ἰδὼν δύο τινὰς φίλους καὶ συμμύστας εὐθέως στοχάσεται ὅτι τοῦ αὐτοῦ εἰσιν ἐχθροὶ ἢ ἐρῶσι τοῦ αὐτοῦ ἤ τι τοιοῦτον, ἀγχίνους ὁ τοιοῦτος· τῷ γὰρ ὄντι τοιαῦται αἱ τῶν πολλῶν ὁμώνυμοι φιλίαι οὐδὲν τῆς ἀληθοῦς φιλίας ἐπιφερόμεναι. θεῖον γάρ τι χρῆμα ἡ φιλία καὶ ἑνοποιὸν καὶ τὴν δικαιοσύνην, ὡς ὁ Πλάτων φησίν, ἐπαναβεβηκυῖα,2 εἴ γε δικαιοσύνη μὲν φιλίας δεῖται, φιλία δὲ δικαιοσύνης οὐ δεῖται· ἀλλ’ οἱ πολλοὶ ψευδωνύμως τὸ πρᾶγμα μετέρχονται ἐχθροὶ τῷ ὄντι μᾶλλον ὄντες ἤπερ φίλοι. τὴν τοιαύτην τῶν πολλῶν φιλίαν ἐνταῦθά φησιν ὁ Ἀριστοτέλης.
“而机敏乃是在不可考量的时间内对中[项]的一种中的。” 在列举了这些之后,他探究机敏究竟是什么。他说,机敏是在不可考量的时间内对中项的中的,即发现问题的原由,该原由在问题中成为中项并构成推论。而“在不可考量的时间内”是用来代替“在刹那之间”的,以便对中项的发现无需思量即可发生。其实例亦是显明的。例如,他说,若有人被问及为何月亮总是将其被照亮的部分朝向太阳,他立即且无需思量地回答说是因为它从太阳接受光辉——显然他此前并不知道这一点,而是此刻发现的——这样的人就被称为机敏的,这样的现实活动就是机敏。同样,若有人看见穷人与富人交谈,便立即推测他意图借贷,这样的人同样是机敏的。同样,若有人看见两个人是朋友且同为秘仪同道,便立即推测他们是同一人的仇敌,或者爱慕同一个人,或者诸如此类的缘故,这样的人就是机敏的;因为实际上大众同名的友谊正是如此,未带有丝毫真正的友谊。因为正如柏拉图所说,友谊是某种神圣之物,是促成合一的,并且超越了正义,既然正义需要友谊,而友谊并不需要正义;但大众却以虚妄之名从事这一行径,实际上毋宁是仇敌而非朋友。亚里士多德在此所说的正是大众的这种友谊。
"Πάντα γὰρ τὰ αἴτια τὰ μέσα ὁ ἰδὼν τὰ ἄκρα ἐγνώρισεν." Ὁ ἀγχίνους, φησίν, ἰδὼν τὰ ἄκρα ἐγνώρισεν εὐθέως πάντα τὰ μέσα, ἅπερ καὶ τὰ αἴτιά ἐστι καὶ τῶν ἄκρων συναγωγά. καὶ διάγραμμα ἐφεξῆς τίθησι, τίνα τε τὰ ἄκρα καὶ τί τὸ μέσον, ὃ ἐγνώρισε. σαφῆ δὲ τὰ λεγόμενα καὶ ἤδη ἡμῖν εἴρηται.
“因为看见两端[项]的人,已经认识了所有中间的原因。” 他说,机敏的人在看见两端项之后,立即认识了所有的中项,这些中项既是原因,又是联结两端项之物。随后他给出一个图式,说明何者为两端项,以及他所认识的中项是什么。所述的内容是明晰的,且已被我们言及。
- 1.544νοῦν δὲ καὶ σοφίαν ἤτοι ταὐτὸν πάμπαν, ἢ εἴ τις ἀκριβέστερον διελεῖν βούλοιτο, τὸ ἀκρότατον τοῦ νοῦ καὶ οἷον ἡ τελειότης αὐτοῦ, αὕτη καλεῖται σοφία
宾格短语 νοῦν δὲ καὶ σοφίαν 置于句首,作为主题化宾格(或受第一选言肢中省略的述说动词如 φατέον εἶναι 支配),随后在第二选言肢(ἢ εἴ τις...)中发生破格(anacoluthon),转向主格指示代名词 αὕτη 及其同位语 τὸ ἀκρότατον...,充当 καλεῖται 的主语。
- 1.546ἐπαναβεβηκυῖα
完成体主动分词 ἐπαναβεβηκυῖα 直接支配宾格 τὴν δικαιοσύνην,在此作及物动词使用,意为“超越正义”或“居于正义之上”,尽管该复合动词在通常情况下多作不及物动词。
